← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§215.25-217.23

可触原理的确立与能动受动的区分

菲洛波庞对亚里士多德《论生成与毁灭》329b10–329b24进行注解,阐明为何可感觉物体的本原只能在可触知差异中寻求,并通过指出冷热为能动、干湿为受动这一区分适用于复合实体的生成而非元素的相互生成,化解了相关难问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Κατὰ ἐναντίωσίν τε γὰρ διαφέρουσιν, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν." Τὰ σώματα, φησί, τὰ πρῶτα, ὧν τὰς ἀρχὰς ζητοῦμεν, κατὰ ἁπτὰς ἐναντιώσεις ἀλλήλων διαφέρουσιν, διὰ τούτου δεικνὺς ὅτι εἰκότως ἁπτά τέ φαμεν εἶναι τὰ αἰσθητὰ καὶ ἁπτὰς ἐναντιώσεις αὐτῶν τὰς ἀρχὰς τιθέμεθα. καὶ γὰρ τὸ λέγειν τὰ πρῶτα σώματα καὶ στοιχεῖα τῶν ἄλλων ταῖς ἁπταῖς ἀλλήλων διαφέρειν ἐναντιώσεσι, δηλοῖ τὸ διὰ πάντων αὐτὰς διαπεφοιτηκέναι τῶν σωμάτων. μὴ τοίνυν ληπτέον μήτε ὁρατὰς μήτε ἀκουστὰς μήτε γευστὰς ἢ ὀσφραντὰς διαφοράς· οὐ γὰρ ταύταις εἰδοποιοῦνται τὰ πρῶτα σώματα. εἰ γὰρ καὶ πρώτη, φησίν, ὄψις ἁφῆς καὶ τὰ ὁρατὰ τῶν ἁπτῶν, ἅπερ ὑποκείμενα ὠνόμασε τῶν αἰσθήσεων,1 ἀλλ’ οὐδὲν εἰς τὸ εἰδοποιῆσαι τὸ ἁπτὸν σῶμα συμβάλλονται, οὗ νῦν τὰς ἀρχὰς ζητοῦμεν.

“因为[它们]依据对立而相异,并且依据可触知的对立[而相异]。” 他说,我们探求其本原的原初物体,是依据可触知的对立而彼此相异的,他借此表明,我们说可感觉之物是可触知的、并设定它们的可触知对立为本原,乃是合乎情理的。因为说原初物体即其余物体的元素以可触知的对立而彼此相异,确实表明了这些对立已经贯穿于一切物体之中。因此,不应选取可见的、可听的、可尝的或可闻的差异;因为原初物体并不是由这些构筑形式的。他说,因为即使视觉先于触觉,可见之物先于可触知之物,而这些被他称为感觉的底层对象,但对于使我们现在探求其本原的可触知物体构造成形式,它们并未做出任何贡献。

§2.20

"Ἀλλὰ καθ’ ἕτερον." Ἡ ὁρατή, φησί, ποιότης, εἰ καὶ προτέρα τῆς ἁπτῆς ποιότητος, ἀλλ’ οὐκ ἔστιν, φησίν, ἁπτοῦ σώματος πάθος καθ’ ὃ ἁπτόν, ἀλλὰ καθ’ ἕτερόν τι, οἷον καθ’ ὃ ὁρατόν ἐστι. πρώτη δέ, φησίν, ἡ ὄψις τῆς ἁφῆς, οὐχ ἁπλῶς· πῇ γὰρ ἡ ἁφὴ προτέρα τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι,2 ἡ δὲ ὄψις, φησί, τυχὸν τῇ φύσει προτέρα, τουτέστι τῷ ἀξιώματι ὡς τελειοτέρα, διότι τοῖς τελείοις ζῴοις παραγίνεται.

“而是依据别的事物[而属于它]。” 他说,可见的性质即使先于可触知的性质,但他说,这并不是可触知物体在其作为可触知者的意义下的受动状态,而是依据某种别的事物,例如在其作为可见者的意义下[而属于它]。他说,视觉先于触觉,并非无条件地[先于]:因为在某种意义上触觉更先,乃因它使对方一同毁灭而自身不随之毁灭;他说,视觉或许在自然本性上更先,即在尊严上作为更完满者[更先],因为它出现于完满的动物之中。

§2.21

"Θερμὸν δὲ καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν, τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται." Οὐ τοῦτό φησιν ὅτι ποιητικαὶ καὶ παθητικαί εἰσιν ἀμφότεραι αἱ ἐναντιώσεις τῷ ἑκατέραν ποιεῖν καὶ πάσχειν, ἀλλὰ δύο οὐσῶν ἀντιθέσεων τὴν μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ ποιητικὴν καλεῖ, τὴν δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ παθητικήν. καὶ τίθησι μὲν τὴν τούτων πίστιν, ὁριζόμενος τούτων ἕκαστον· θερμὸν γάρ, φησίν, ἐστὶ τὸ συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἑτερογενῶν· ψυχρὸν δὲ τὸ συγκριτικὸν τῶν ὁμογενῶν καὶ τῶν μὴ ὁμοφύλων. τὸ δὲ συγκριτικὸν καὶ διακριτικὸν ἐνεργειῶν ἐστιν ὀνόματα. πάλιν δὲ τὸ μὲν ὑγρόν φησιν εἶναι τὸ δυσόριστον οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ δυσόριστον δὲ ἀλλοτρίῳ. τὸ δὲ δυσόριστον καὶ εὐόριστον παθῶν ἐστι δηλωτικά. Ἀπορήσειε δ’ ἄν τις εἰκότως πρὸς τὸν λόγον τοῖς πράγμασι προσανέχων. οὐδὲ γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ποιητικὰ μόνον ἐστίν, ἀλλὰ καὶ παθητικά (πάσχει γὰρ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ, καὶ τοῦτο ὑπὸ τοῦ θερμοῦ), οὔτε πάλιν τὸ ὑγρὸν καὶ ξηρὸν παθητικὰ μόνον, ἀλλὰ καὶ ποιητικά. εἰ γὰρ πάντα εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα, ἀνάγκη εἰς ἄλληλα δρᾶσαι τὸ ὑγρὸν καὶ ξηρόν· αὐτὸς γάρ ἐστιν ὁ λέγων τὴν γῆν εἰς ὕδωρ μεταβάλλειν, ἔνθα τὸ ὑγρὸν ἀνάγκη δρᾶσαι περὶ τὸ ξηρόν, ὡσαύτως καὶ τὸ ὕδωρ εἰς γῆν, τοῦ ξηροῦ δηλονότι περὶ τὸ ὑγρὸν δράσαντος. τί οὖν ἐνταῦθα ἀποδιακρίνας ποιητικὰ μέν φησι τὸ θερμὸν καὶ τὸ ψυχρόν, παθητικὰ δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν; ταύτην τοίνυν τὴν ἀπορίαν ἐκ τῶν ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων εἰρημένων ἐπιλυσόμεθα, φάσκοντες ὡς πρὸς τὴν τῶν συνθέτων σωμάτων γένεσιν τοῦτο εἰρῆσθαι. ταῦτα γὰρ περὶ τὸν μέσον τόπον τοῦ παντός ἐστι, λέγω δὲ περὶ τὴν γῆν ὡς ἂν μέρος γῆς μετέχοντα· ἐκ ταύτης γὰρ μόνης οὐκ ἐδύνατο εἶναι. ἡ γὰρ γῆ καθ’ ἑαυτὴν ἀσύνδετος καὶ εὐδιασκέδαστος, διὸ ἐδεήθη τοῦ ὕδατος συνδέοντος καὶ φύροντος αὐτήν, ὥσπερ τὸ ὕδωρ ταύτης περιοριζούσης. ταῦτα δὲ ἀλλήλοις μιγνύμενα συνέχει μὲν ἄλληλα, οὐ μὴν σύμφυσιν ἀκριβῆ ἐργάζεσθαι δύναται αὐτὰ καθ’ αὑτά, ἀλλὰ δέεται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ταῦτα συμφύοντός τε καὶ εἰδοποιοῦντος, ὑποκειμένου μὲν λόγον ἐπέχοντος καὶ ὕλης τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, εἴδει δὲ ἀναλογοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ.3 εἰ γὰρ καὶ δρᾷ τι περὶ ἄλληλα τὸ ξηρὸν καὶ τὸ ὑγρὸν συνέχοντα ἄλληλα καὶ περιορίζοντα, ἀλλ’ οὖν ἐγκαταμιγνύμενα ἀλλήλοις δρᾷ. διόπερ ὑλικωτέρας ταύτας καλεῖν εἰώθασι τὰς ποιότητας οἱ φυσικοί, τὸ δὲ θερμὸν καὶ ψυχρὸν δραστικά, διότι ἐκτὸς ὄντα τῶν περὶ ἃ δρῶσιν, τὴν ἑαυτῶν δύναμιν ἐπιδείκνυται. μεμνῆσθαι δὲ χρὴ καθόλου τοῦ εἰρημένου, ὡς ἐπὶ τῆς τῶν συνθέτων γενέσεως σαφέστερον διαφαίνεται παθητικὴ μὲν ἡ ἑτέρα οὖσα ἀντίθεσις, ποιητικὴ δὲ ἡ λοιπή. καὶ γὰρ ἐπὶ τῆς τῶν κεράμων ἐργασίας τὸ ὑγρὸν συνελθόντα καὶ τὸ ξηρὸν τὴν ὕλην τῶν κεράμων ἐργάζεται, τὸ δὲ ψυχρὸν πήγνυσι ταύτην, καὶ τὸ θερμὸν μεταβάλλει μάλιστα καὶ ποιεῖ κέραμον. οὕτως μὲν οὖν ἐπὶ τῶν συνθέτων. ἐπὶ δὲ τῆς ἐξ ἀλλήλων γενέσεως πᾶσαι ὁμοίως εἰσὶ ποιητικαί τε καὶ παθητικαί.

“而热与冷,以及干与湿,前者因是能动的而被称为如此,后者因是受动的而被称为如此。” 他并不是指两对对立通过各自施加作用与承受作用而都是能动与受动的,而是在存在两对对立的情况下,他将热与冷的一对称为能动的,将湿与干的一对称为受动的。他通过定义它们各自是什么来确立对这些的说服力:他说,热是将同类者聚合而将异类者离析的事物;冷是将同类者以及非同族者都聚合的事物。聚合与离析乃是现实活动的名称。他又说,湿是难受自身界限规定而易受外在界限规定者,干是易受自身界限规定而难受外在界限规定者。难受界限规定与易受界限规定则是受动状态的表征。然而,如果紧扣实际情况,人们理应会对这种说法提出疑问。因为热与冷不仅是能动的,而且也是受动的(因为热受冷的影响,冷也受热的影响),湿与干同样不仅是受动的,而且也是能动的。因为如果所有元素都相互转化,湿与干就必然相互发生作用;因为正是他本人说土转化为水,在这里湿必然作用于干;同样水转化为土时,显然也是干作用于湿。那么他为何在这里做出区分,说热与冷是能动的,而湿与干是受动的呢?于是我们将根据《气象学》第四卷中所说的话来解决这一疑问,断言这是针对复合实体的生成而言的。因为这些复合实体处于宇宙的中央位置周围,我指的是在土的周围,因其分有土的一部分;因为它们不可能仅仅由土构成。因为土就其自身而言是不连结且易散落的,所以需要将其结合并揉合的水,正如水需要土对其加以限定一样。这些元素相互混合而彼此维系,但仅凭它们自身绝不能造成精确的融和一体,而是需要热与冷将它们融为一体并构筑形式,其中湿与干承担着底层基质和质料的角色,而热与冷则相应于形式。因为即使干与湿通过相互维系和彼此限定而相互施加某种作用,它们终究是在相互渗混之中施加作用的。因此自然学家们习惯将这些性质称为更偏向质料性的,而将热与冷称为施动性的,因为它们独立于施加作用的对象之外而展示自身的潜能。然而必须普遍记住前述之点,即在复合实体的生成中,一对对立是受动的而余下一对是能动的,这一点显现得更加清楚。因为在制陶的工作中,结合在一起的湿与干构成了陶器的质料,而冷使之凝固,热则最大程度地改变它并制成陶器。因此,在复合实体的情形中便是如此。但在彼此相互生成的情形中,它们全都同样既是能动的又是受动的。

语法注3 条
  1. 2.19ἅπερ ὑποκείμενα ὠνόμασε τῶν αἰσθήσεων

    关系代词 ἅπερ 以先行句中的事物为先行词,ὑποκείμενα 在 ὠνόμασε 支配的双宾格结构中作谓语宾格(“被他称为诸感觉之底层基质/对象者”)。

  2. 2.20τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι

    定冠词引导的与格不定词,表示原因或方式。此句用以说明触觉为何优先于视觉:触觉被取消时会导致对方一同被取消(συναναιρεῖν,主动态),而自身并不因对方被取消而一同被取消(μὴ συναναιρεῖσθαι,被动态)。

  3. 2.21ὑποκειμένου μὲν λόγον ἐπέχοντος καὶ ὕλης τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, εἴδει δὲ ἀναλογοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ

    由 μέν...δέ 形成对比并列的两个属格独立结构。前者以 τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ 为主语,分词为 λόγον ἐπέχοντος;后者以 τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ 为主语,分词为 ἀναλογοῦντος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:215.25-217.23