← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§214.13-215.24

触觉对立的考察与元素本原向两对的归约

斐洛波诺斯考察了亚里士多德提出的七对触觉对立,探讨了为何省略稀疏与稠密,并解释了排除非能动与受动的对立以及可还原为湿与干的对立的理据,最终论证唯有热/冷与湿/干两对对立得以保留为构筑元素形式的本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#2

ταύτας οὖν ληπτέον ἀρχάς. ἀλλ’ ἐπειδὴ πολλαὶ καὶ διάφοροί εἰσιν αὗται, χρὴ πάσας ἐκθέσθαι, καὶ τούτων τὰς καθολικωτέρας λαβεῖν καὶ ταῖς λοιπαῖς μὴ ἐμπεριεχομένας, οὐ πάντως δὲ τὰς καθολικωτέρας, ἀλλ’ ὅσαι τούτων ποιητικαί εἰσι καὶ παθητικαί, διότι σωμάτων ζητοῦμεν ἀρχὰς ποιητικῶν καὶ παθητικῶν ὑπ’ ἀλλήλων καὶ ταύτῃ τὴν εἰς ἄλληλα μεταβολὴν ποιουμένων. ἐκτίθεται τοίνυν ἑπτά τινας ἐναντιότητας, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, βαρὺ καὶ κοῦφον, σκληρὸν καὶ μαλακόν, γλίσχρον καὶ κραῦρον, τραχὺ καὶ λεῖον, παχὺ καὶ λεπτόν. Καὶ ζητοῦμεν τί δήποτε τὴν τοῦ μανοῦ καὶ πυκνοῦ ἀντίθεσιν παρῆκεν. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρός φησιν ὡς ἀναγόμενον ὑπὸ τὸ βαρὺ καὶ κοῦφον·1 τὸ γὰρ μανὸν κοῦφον, ὥσπερ τὸ πυκνὸν βαρύ. ἔστι δὲ εἰς ταὐτὸν ἄγειν αὐτὰ τῷ λεπτῷ καὶ παχεῖ· ἡ γὰρ λεπτότης ἡ κατὰ ποιότητα οὐχ ἡ κατὰ μέγεθος θεωρουμένη δοκεῖ ταὐτὸν εἶναι τῇ μανότητι. λεπτὸν γὰρ καλοῦμεν σῶμα διιτητικόν, ὅπερ ταὐτὸ δοκεῖ εἶναι τῷ μανῷ. οὕτως καὶ τὸ παχὺ τῷ πυκνῷ· τὸ γὰρ παχὺ μεγαλομερὲς ὂν οὐ διὰ τῶν τυχόντων δίεισι πόρων, ἀλλὰ διὰ μειζόνων. τοιοῦτον δέ πως καὶ τὸ πυκνόν, πολλοῦ σώματος εἰς ὀλίγον ὄγκον συνηγμένου. Ταύτας ἐκθέμενος πάσας τὰς ἀντιθέσεις, ἀποκρίνει τὰς μὲν ὡς μὴ κατὰ τὸ ποιεῖν καὶ πάσχειν λεγομένας, τὰς δὲ ὡς ἐμπεριεχομένας ταῖς ἄλλαις. τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον, καὶ τραχὺ καὶ λεῖον, διὰ τὸ μὴ τῷ ποιεῖν καὶ πάσχειν λέγεσθαι·2 οὐ γὰρ ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῷ θερμαίνειν ἢ ψύχειν τὰ παραπλήσια λέγεται, οὕτω καὶ τὸ κοῦφον καὶ βαρύ· οὐ γὰρ ποιεῖ τὰ παρακείμενα βαρέα. ὡσαύτως οὐδὲ τὸ κοῦφον. οὕτως οὐδὲ τὸ τραχὺ καὶ λεῖον. τὸ δὲ λεπτὸν καὶ παχύ, καὶ μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, ἀποβάλλεται ὡς ἐμπεριεχόμενα. εἰκότως· εἰ γὰρ λαβόντες τὰς καθολικωτέρας ἐναντιώσεις μὴ ἀποβαλλώμεθα τὰς ὑπὸ ταύτας ἀναγομένας, ἐσόμεθα πλείους τῆς χρείας εἰληφότες. ἀνάγει δὲ τὰς τρεῖς ταύτας ἐναντιώσεις ὑπὸ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ὁριζόμενος τί ποτέ ἐστι τούτων ἑκάτερον καὶ λέγων ὑγρὸν μὲν εἶναι τὸ εὐόριστον μὲν ἀλλοτρίῳ 〈ὅρῳ〉 δυσόριστον δὲ οἰκείῳ, ξηρὸν δὲ τὸ δυσόριστον μὲν ἀλλοτρίῳ εὐόριστον δὲ οἰκείῳ. εἰ τοίνυν τὸ ὑγρὸν εὐόριστόν ἐστιν ἀλλοτρίῳ ὅρῳ καὶ ἀναπληστικόν, ὡς ῥᾳδίως πληροῦν τοὺς πόρους, ἔστι δὲ καὶ τὸ λεπτομερὲς τοιοῦτον (ἀναπληστικὸν γὰρ καὶ τοῦτο), εἰκότως ἀναχθήσεται ὑπὸ τὸ ὑγρόν. τῷ αὐτῷ δὲ λόγῳ καὶ τὸ παχὺ ὑπὸ τὸ ξηρόν. καὶ τὸ γλίσχρον δέ, φησίν, ὑγρὸν πεπονθός τι. καὶ τὸ κραῦρον ὡσαύτως ξηρόν. οὕτως καὶ τὸ μαλακὸν ὑπὸ τὸ ὑγρόν, φησίν, ἀνακτέον· μαλακὸν γὰρ τὸ ὑπεῖκον τῇ ἁφῇ, ὅπερ ἴδιον τοῦ ὑγροῦ. ταῦτα οὕτως διακρίνας, λαμβάνει τὰς δύο ἀντιθέσεις, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, ταύτας ἐγκρίνων ὡς ἀρχὰς εἰδοποιοὺς τῶν στοιχείων, διότι ποιητικαί εἰσι καὶ παθητικαί, καὶ ἔτι μέντοι κοινόταται ὑπάρχουσι καὶ οὐδετέρα ὑπὸ τὴν ἑτέραν ἀνάγεται. Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ.3 ἐπειδή, φησί, σώματος αἰσθητοῦ ζητοῦμεν ἀρχάς (τοιοῦτον γὰρ τὸ γενητὸν καὶ φθαρτὸν σῶμα), πᾶν δὲ τὸ αἰσθητὸν ἁπτόν ἐστιν (οὐ γὰρ ὁρατὸν πάντως ἢ ἀκουστὸν ἢ τῶν ἄλλων τι), ἁπτὰς ζητητέον διαφορὰς εἰδοποιοὺς τῶν σωμάτων.

因此,必须将这些作为本原采纳。但既然它们繁多且各异,就必须将全部罗列出来,并在其中选取那些更为普遍且不包含在其余之中的对立——但并非无条件地选取更普遍的,而是选取其中凡属能动和受动者,因为我们探求的是相互能动与受动、并依此方式彼此转化的物体的本原。于是他列举了七种对立:热与冷、干与湿、重与轻、硬与软、黏与脆、粗与滑、粗大与细致。我们探求,他究竟为何省略了稀疏与稠密的对立。注释家亚历山大说,这是因为它可以被归入重与轻之下;因为稀疏者轻,正如稠密者重。然而也可以将它们与细致及粗大归结为同一事物;因为依性质而非依大小考量的细致,似乎与稀疏是同一的。我们确实把具有渗透性的物体称为“细致”,这似乎与“稀疏”相同。粗大与稠密亦是如此;因为粗大者由大粒子构成,不通过任意的孔隙,而是通过较大的孔隙。稠密者在某种程度上亦是如此,即大量的物体聚集在狭小的体积内。在列举了所有这些对立之后,他将一部分区分出来,作为不依据主动与受动而言的对立,将另一部分区分出来,作为包含在其余对立之中的对立。因为重与轻、以及粗与滑,是由于不依据主动与受动而言[而被区分出来];因为并非如同热与冷借由加热或冷却邻近之物而言说那样,轻与重也是如此言说;因为它并不使相邻之物变重。同样,轻亦非如此。粗与滑也是如此。另一方面,细致与粗大、软与硬、以及黏与脆,作为被包含者而被排除。合乎情理;因为我们若选取了更为普遍的对立,却不排除归属于它们之下的对立,我们所采纳的就会超出实际需要。他将这三种对立归属于湿与干之下,定义了它们各自究竟是什么,并指出:湿是易受外在界限规定而难受自身界限规定者,干是难受外在界限规定而易受自身界限规定者。因此,如果湿是易受外在界限规定且具有填充性的,以至于能轻易填满孔隙,而由微细粒子构成者也是如此(因为这也是填充性的),它便合乎情理地将被归入湿之下。依同样的道理,粗大也将被归入干之下。而且他说,黏也是受到某种情状影响的湿。脆同样也是干。他说,软同样也必须被归入湿之下;因为软是对触觉退让者,而这是湿所特有的性质。在如此区分了这些之后,他采纳了热与冷、以及湿与干这两对对立,承认它们是构成元素形式的本原,因为它们是能动的与受动的,而且更是最为普遍的,二者都不归属于对方之下。 “因此,既然我们探求的是可感觉物体的本原,亦即可触知〔物体〕的〔本原〕。” 他说,既然我们探求的是可感觉物体的本原(可生成与可毁灭的物体便是如此),而一切可感觉的物体都是可触知的(因为它绝非普遍地都是可见的、可听见的或其余任何一种),我们就必须探求作为物体构筑形式之差异的可触知差异。

语法注3 条
  1. 2.18ὡς ἀναγόμενον ὑπὸ τὸ βαρὺ καὶ κοῦφον

    在引导间接引语的连词 ὡς 之后,出现了中性单数现在分词 ἀναγόμενον,指代前文省略的主语(稀疏与稠密的对立)。它在此替代了带不定式的宾格句,或作为说明理由的状语性分词。

  2. 2.18τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον, καὶ τραχὺ καὶ λεῖον, διὰ τὸ μὴ τῷ ποιεῖν καὶ πάσχειν λέγεσθαι

    句首的主格短语(τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον...)属于悬空主格(nominativus pendens),需要从前文补出动词 ἀποκρίνει(区分出、排除)的相应形式;其后直接跟有表示原因的介词短语(διὰ τὸ...)。

  3. 2.18Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ.

    该部分的开头引文(引文标目)在此处被再次引出作为论述的收束。紧随其后的文字(ἐπειδή, φησί...)对这一命题的含义进行了解释,而所引用的命题本身作为不带主动词的引文独立存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:214.13-215.24