← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§213.1-214.13

可触知差异作为物体本原的推论

斐洛波诺斯解释了亚里士多德确立物体本原的论证:从可生成物体必然是可感觉的出发,通过对诸感觉及其对象的考察,论证了唯有触觉及其可触知的差异(热、冷、干、湿)在一切物体中是最普遍且最根本的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#1

" Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ." Εἰπὼν τρεῖς εἶναι τὰς ἀρχάς, πρώτην μὲν τὴν ὕλην, δευτέραν δὲ τὸ εἶδος τὸ ἔνυλον ὃ ταὐτόν ἐστι ταῖς ἐναντιώσεσι, τρίτην δὲ τὰ ἁπλᾶ σώματα ἅπερ ἐκ τῆς ὕλης προσλαβούσης τὰς ἐναντιώσεις εἶπε γίνεσθαι, νῦν προτίθεται ζητῆσαι τίνες ποτέ εἰσιν αἱ εἰδοποιοὶ ἐναντιώσεις, ἃς προσλαβοῦσα ἡ ὕλη τὰ ἁπλᾶ ἀποτελεῖ σώματα. ἐπειδὴ δὲ οὐκ ἀποφαντικῶς οὐδὲ ἀναποδείκτως χρὴ τάσδε τινὰς τὰς ἐναντιώσεις καὶ οὐχὶ τάσδε τίθεσθαι, ὅπερ ἄλλοις ποιήσασιν ἐμέμψατο, ἐμμεθόδως πάνυ καὶ κατὰ ἀποδεικτικὴν ἀκολουθίαν ἄρχεται τῆς αὐτῶν ζητήσεως, δυνάμει ταῦτα λέγων. ἐπειδὴ σώματος ἀρχὰς ζητοῦμεν οὐκ ἀιδίου, ἀλλὰ γενητοῦ καὶ φθαρτοῦ, τοῦτο δὲ πεποίωται (οὐ γὰρ δυνατὸν γενητὸν καὶ φθαρτὸν σῶμα ἄποιον εἶναι· γένεσις γὰρ καὶ φθορὰ μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη· ἄλλως τε πᾶν φυσικὸν σῶμα καὶ κίνησιν ἔχει, αἱ δὲ κινήσεις κατὰ τὰς ῥοπὰς γίνονται, βαρύτητά φημι καὶ κουφότητα, αὗται δὲ ποιότητές εἰσι), σώματος ἄρα πεποιωμένου ἀρχὰς ζητοῦμεν. τοῦτο δὲ αἰσθητόν ἐστιν· αἱ γὰρ αἰσθήσεις τῶν ποιοτήτων εἰσὶν ἀντιληπτικαί, καὶ ἕκαστον ποιότητας ἔχον κατὰ ταύτας ὑποπίπτει τῇ αἰσθήσει. ὥστε ἐπειδὴ ἀναπέφανται σώματος ἡμᾶς ζητεῖν ἀρχὰς φυσικοῦ τε καὶ αἰσθητοῦ, ἐναντιώσεις ζητητέον αἰσθητάς, αἰσθητὰς δὲ οὐ τὰς τυχούσας, ἀλλὰ τὰς προσεχεστάτας τῇ ὕλῃ καὶ κοινοτάτας καὶ διὰ πάντων τῶν σωμάτων διηκούσας. τίνες δέ εἰσιν αὗται, εἰσόμεθα εἰς τὰς αἰσθήσεις ἀναδραμόντες. δῆλον γὰρ ὅτι τὰς ὑποβεβλημένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς ἐκείνας ὡς κοινοτάτας οὔσας χρὴ τίθεσθαι ἀρχὰς εἰδοποιοὺς τῶν σωμάτων.1 τῶν τοίνυν αἰσθήσεων ἡ μὲν ὄψις πρώτη τῷ ἀξιώματι ὡς τιμιωτέρα, οὐ μὴν διὰ πάντων διαπεφοιτηκυῖα τῶν αἰσθητικῶν. ὡσαύτως δὲ οὐδὲ ἀκοή, οὔτε τῶν ἄλλων τις πλὴν τῆς ἁφῆς· αὕτη γάρ ἐστιν ἡ κοινοτάτη πασῶν, καὶ ταύτῃ πρώτη εἰκότως λεγομένη, τῷ συναναιρεῖν 〈μὲν〉 μὴ συναναιρεῖσθαι δέ.2 τά μὲν γὰρ τῶν ἄλλων τινὸς αἰσθήσεων μετέχοντα πολὺ πρότερον καὶ ἁφῆς μετέχει, τὰ δὲ ἁφῆς οὐκ ἐξ ἀνάγκης καὶ τῶν ἄλλων τινός, ὡς δηλοῖ τὰ ζωόφυτα ἁφὴν μὲν ἔχοντα, μηδεμίαν δὲ τῶν ἄλλων αἰσθήσεων. ὡσαύτως δὲ ἐχούσας καὶ τὰς αἰσθητὰς εὑρήσομεν διαφοράς.3 αἱ μὲν γὰρ ὁραταί, οἷον τὰ χρώματα, οὐ διὰ πάντων διήκουσι τῶν σωμάτων· οὐδὲ γὰρ ὁ ἀὴρ κεχρωσμένος ἐστὶν ἢ ὅλως ὁρατός. ὡσαύτως δὲ οὐδὲ αἱ ἀκουσταί, οἷον οἱ ψόφοι· οὐ γὰρ πάντα ἐστὶ ψοφητικά (οὐ γὰρ τὸ ἔριον οὐδὲ ὁ σπόγγος), ἀλλὰ τὰ στερεά, καὶ ταῦτα οὐ καθ’ αὑτά, ἀλλ’ ἐν τῇ πρὸς τὸν ἀέρα προσρήξει. οὕτως γοῦν τὸ ὕδωρ ὑποβρύχιος κινῶν ψόφον οὐδένα ἀποτελεῖς. ἀλλὰ μὴν οὐδὲ 〈αἱ〉 ὀσμαί· ὁ γὰρ ἀὴρ ἄνοσμος ὥσπερ καὶ ἄχρους, καὶ ταύτῃ διαπορθμευτικὸς χρωμάτων τε καὶ ὀσμῶν γινόμενος. οὕτως οὐδὲ 〈αἱ〉 γευσταὶ ποιότητες ἐν πᾶσιν εἰσί· τὸ γοῦν ὕδωρ ἄχυμον ὑπάρχει ὑποκείμενον τοῖς χυμοῖς. μόνας δὲ τὰς ἁπτὰς διαφορὰς ὁρῶμεν διὰ πάντων διαπεφοιτηκυίας τῶν σωμάτων· θερμότητος γὰρ ἢ ψυχρότητος οὐδέν ἐστιν ἄμοιρον σῶμα, οὐδὲ ξηρότητος ἢ ὑγρότητος. αἱ ἁπταὶ ἄρα ἐναντιότητές εἰσιν αἱ κοινόταται καὶ διὰ πάντων τῶν σωμάτων διαπεφοιτηκυῖαι καὶ συναναιροῦσαι καὶ μὴ συναναιρούμεναι.

“因此,既然我们探求的是可感觉物体的本原,而这即是可触知〔物体〕的〔本原〕。” 在说明了本原有三个——第一是质料,第二是质料性的形式,它与诸对立是同一的,第三是单纯物体,他说这些是由质料获得了对立而产生的——之后,他现在提议探求究竟哪些是构筑形式的对立,质料正是通过获得这些对立而构成了单纯物体。既然不应当武断地、无论证地设定某些对立而不设定另一些对立(他曾责备其他人这样做),他便极为有条理地、依据论证的推论序列开始了对它们的探求,实质上即是说如下内容:既然我们探求的不是永恒物体的本原,而是可生成与可毁灭物体的本原,而这物体具有性质(因为可生成与可毁灭的物体不可能没有性质;因为生成与毁灭是质料依照情状的变化;而且每个自然物体也都具有运动,而运动是依照倾向发生的,我指的是重与轻,而这些是性质),所以我们探求的是具有性质的物体的本原。而这是可感觉的;因为感觉能领会性质,具有性质的每一事物都是依照这些性质归属于感觉之下。因此,既然已经表明我们探求的是自然且可感觉物体的本原,我们就必须探求可感觉的对立,并且不是任意的可感觉对立,而是最邻近质料的、最普遍的、贯穿于所有物体的对立。而这些究竟是什么,我们通过回溯到诸感觉便会知晓。因为显而易见,那些从属于最普遍之感觉的可感觉差异,作为最普遍的差异,应当被设定为物体的构筑形式的本原。于是,在诸感觉中,视觉作为更高贵的而在尊严上居于首位,然而它并没有贯穿于一切具有感觉能力的生物。同样,听觉也不是,除触觉之外的任何其他感觉也不是;因为触觉是所有感觉中最普遍的,而且正因为此而合情合理地被称为第一位的,在于它能共同消除其他感觉却不被其他感觉共同消除。因为分有某种其他感觉的事物,远在先地也分有触觉,而分有触觉的事物并不必然也分有某种其他感觉,正如植虫类所表明的,它们具有触觉,却没有其他任何感觉。我们也会发现可感觉的差异亦具有同样的状况。因为可看见的差异,例如颜色,并不贯穿于所有的物体;因为空气不是有颜色的,甚至根本不是可看见的。同样,可听见的差异,例如声响,也不是;因为并非所有事物都能发声(羊毛和海绵就不能),而是坚固的事物才能,而且这些事物也不是单凭自身发声,而是在与空气碰撞时才发声。如此,至少如果你潜入水下搅动水,你不会产生任何声响。此外气味也不是;因为空气无气味如同无色,并且正因如此成为颜色和气味的传递媒介。同样,可品尝的性质也不是在一切事物之中;至少水是无味的,作为各种滋味的底层。然而我们看到,唯有可触知的差异贯穿于所有的物体;因为没有任何物体缺少热或冷,也没有任何物体缺少干或湿。因此,可触知的对立才是最普遍的、贯穿于所有物体的、能共同消除其他差异而不被其他差异共同消除的。

语法注3 条
  1. 2.18δῆλον γὰρ ὅτι τὰς ὑποβεβλημένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς ἐκείνας ὡς κοινοτάτας οὔσας χρὴ τίθεσθαι ἀρχὰς εἰδοποιοὺς τῶν σωμάτων

    句子的核心骨架为 δῆλον ὅτι χρὴ τίθεσθαι ἐκείνας ... ἀρχὰς εἰδοποιούς。修饰长分词短语 τὰς ὑποβεβλημένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς 被前置,随后由指示代词 ἐκείνας 进行复指(resumption),充当 τίθεσθαι 的直接宾语,而 ἀρχὰς εἰδοποιούς 则是补足语(宾格表语)。

  2. 2.18τῷ συναναιρεῖν 〈μὲν〉 μὴ συναναιρεῖσθαι δέ

    带冠词的不定式与格(τῷ + 不定式),表示前述“合情合理地被称为第一位的(πρώτη εἰκότως λεγομένη)”的原因或理由。συναναιρεῖν 意为“自身消除时共同消除其他事物”,μὴ συναναιρεῖσθαι 意为“在其他事物消除时不被连带消除”,体现了一种事物作为另一种事物的存在前提而具有的本体论优先性。

  3. 2.18ὡσαύτως δὲ ἐχούσας καὶ τὰς αἰσθητὰς εὑρήσομεν διαφοράς

    τὰς αἰσθητὰς διαφοράς 是动词 εὑρήσομεν 的宾语,副词 ὡσαύτως 与分词 ἐχούσας 构成宾语补足语(“处于同样的状态”)。该结构表明,正如同感觉官能本身具有以触觉为最根本的层级一样,感觉的对象(可感觉的差异)也被证明具有完全对应的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:213.1-214.13