← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§211.1-212.28

三种本原的位序与对恩培多克勒的批判

斐洛波诺斯解释了亚里士多德何以将质料、对立(形式)和单纯物体列为三种本原,并指出恩培多克勒主张元素不可变会导致取消变质与真正的生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Οὐ μὴν ἀλλ’ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν ἐκ τῆς ὕλης τὰ σώματα πρώτιστα, διοριστέον καὶ περὶ τούτων." Σαφὲς ποιήσεις τὸ ῥητὸν τοῦτον τὸν τρόπον παραφράσας ‘οὐ μὴν ἀλλ’ εἰ καὶ τὸν τρόπον τοῦτον ἐκ τῆς ὕλης ἐστὶ τὰ σώματα, διοριστέον καὶ περὶ τούτων’, ἵνα ᾖ λέγων ὅτι· εἰ καὶ δέδεικται τὰ στοιχεῖα εἶναι ἐκ τῆς ὕλης τῷ δέχεσθαι αὐτὴν ἐναντιώσεις, οὐκ ἀρκεῖ τοῦτο πρὸς διδασκαλίαν, ἀλλὰ διοριστέον καὶ περὶ τῶν ἐναντιώσεων τούτων, ποῖαί τέ τινές εἰσι καὶ πόσαι, καθ’ ἃς προσγινομένας τῇ ὕλῃ συμπληροῦνται τὰ στοιχεῖα τὰ τέσσαρα, ἅπερ πρῶτα εἶπε σώματα.

“尽管如此,既然物体正是以这种方式首先由质料产生,我们也必须对这些进行界定。” 如果你以这种方式转述,就会使原文变得明晰:“尽管如此,即便物体正是以这种方式由质料产生,我们也必须对这些进行界定”,以便使他说的是:即使通过质料接纳对立而证明了元素由质料产生,这对于教学来说也是不够的,而是还必须对这些对立进行界定,说明它们是怎样的以及有多少种,四种元素——也就是他所谓的最初物体——正是通过这些对立附加于质料而构成的。

§2.14

"Ἀρχὴν μὲν καὶ πρώτην οἰόμενος εἶναι τὴν ὕλην." Εἰπὼν ὅτι δεῖ ὁρίσασθαι περὶ τῶν ἐναντιώσεων, διορίζει πρῶτον τίνες εἰσὶν αἱ ἀρχαί. ἀρχὰς δὲ ζητεῖ νῦν τὰς ὡς στοιχεῖα, οὐ τὰς ποιητικάς, καί φησιν ὅτι ἀρχὴ μὲν πρώτη ἐστὶν ἡ ὕλη, δευτέρα δὲ ἡ ἐναντίωσις, ὅπερ ἐστὶ τὸ ἔνυλον εἶδος. πρώτην δὲ ἀρχήν φησι τὴν ὕλην, διότι αὐτὴ μὲν ἄφθαρτος, ἡ δὲ ἐναντίωσις φθαρτή (κατὰ ταύτην γάρ ἐστι καὶ τὸ φθείρεσθαι), καὶ ὅτι ἡ ὕλη ὑπόκειται ἀμφοτέραις ταῖς ἐναντιώσεσιν. οὐ γὰρ δύναται τὸ ἕτερον τῶν ἐναντίων ὑποκείμενον γίνεσθαι τῷ ἑτέρῳ, οἷον τὸ θερμὸν τῷ ψυχρῷ· ἀμφοτέρων γὰρ ἡ ὕλη ἐστὶ τὸ ὑποκείμενον. ὡς γὰρ κἀν τῷ πρώτῳ τῆς Φυσικῆς εἴρηκεν, οὐδὲν τῶν ἐναντίων ὑπομένον καὶ σῳζόμενον τοῦ ἐναντίου αὑτοῦ δεκτικὸν γίνεται· φθείρεται γὰρ ὑπ’ ἀλλήλων τὰ ἐναντία. ὥστε εἰκότως πρώτη μὲν ἀρχὴ ἡ ὕλη, ὡς ὑποκειμένη τῷ εἴδει τῷ ἐνύλῳ (οὐδὲ γὰρ τῷ ἀξιώματι·1 ἀξιωματικώτερον γὰρ τὸ εἶδος), δευτέρα δὲ τὸ εἶδος, ὅ ἐστιν ἡ ἐναντίωσις, ὡς ἐν τῇ ὕλῃ ὑπάρχον (οὐ γὰρ χωρίζεται, φησί, τῶν εἰδῶν ποτε ἡ ὕλη, ἣν καὶ δυνάμει αἰσθητὸν σῶμα καλεῖ· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἀσώματος οὖσα ἐνεργείᾳ, δυνάμει ἐστὶ σῶμα, καὶ σῶμα οὐ μαθηματικὸν ἀλλ’ αἰσθητόν, τουτέστι φυσικόν), τρίτη δέ, φησίν, ἀρχὴ τὸ ἁπλοῦν σῶμα, οἷον πῦρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον τῶν πρώτων σωμάτων, ἅπερ ἀρχὴ οὐχ ἁπλῶς, ἀλλ’ ὡς πρὸς τὰ σύνθετα. διὸ εἰκότως τρίτην ἀρχὴν ταῦτα ὑπέθετο, καὶ ὅτι σύνθετα καὶ ὅτι μεταβλητικά, τῆς κυρίως ἀρχῆς καὶ ἁπλῶς ὀφειλούσης εἶναι,2 τῷ μὴ ἐξ ἄλλων ἀρχῶν εἶναι, καὶ ἀμεταβλήτου· τὸ γὰρ μεταβλητικὸν ἀνάγκη καὶ σύνθετον εἶναι, εἴ γε περί τι τῶν ἐν αὐτῷ μένον ἡ μεταβολὴ γίνεται.

“认为质料是本原且是第一位的。” 在说明了必须对对立进行界定之后,他首先界定了哪些是本原。他现在探求的是作为元素的本原,而不是动力因本原;他说第一本原是质料,第二本原是对立,即质料性的形式。他说质料是第一本原,是因为它自身是不灭的,而对立是可灭的(因为毁灭正是依据于此),并且因为质料作为两个对立面的底层。因为对立的一方不能成为另一方的底层,比如热不能成为冷的底层;质料才是二者的底层。正如他也在《物理学》第一卷中所说,没有哪个对立面会在自身留存并得以保全的同时成为其相反之物的接纳者;因为对立面是相互毁灭的。因此,质料作为质料性形式的底层而合情合理地是第一本原(因为在尊严上它并不是第一;形式是更有尊严的),而形式——也就是对立——作为存在于质料之中的东西而成为第二本原(因为他说,质料从未与形式相分离,他也称之为潜能上的可感觉物体;因为按照其自身的定义,它在现实上是非物体的,但在潜能上是物体,且不是数学性的物体而是可感觉的、即自然性的物体);他说,第三本原是单纯物体,如火、土以及其他最初物体的每一者,这些并不是单纯而言的本原,而是相对于复合事物而言的本原。因此他合情合理地将这些设定为第三本原,既因为它们是复合的,也因为它们是可变化的;而严格且单纯而言的本原,由于不是出于其他本原,也应当是不可变的;因为如果变化确实是围绕着它内部某种保持不变的东西而发生的,那么可变化之物必然也是复合的。

§2.15

"Καὶ οὐχ ὥσπερ Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις." Εἰ τὰ στοιχεῖα κατὰ τὰ πάθη οὐσιωμένα ἀμετάβλητά ἐστι τὴν φύσιν κατὰ τὸν Ἐμπεδοκλέα, δῆλον ὅτι τὰ πάθη ἀμετάβλητά ἐστι καὶ ἀχώριστα· εἰ δὲ τοῦτο, οὐκ ἔσται ἀλλοίωσις, εἴ γε ἀλλοίωσις μεταβολή ἐστι κατὰ πάθη τοῦ ὑποκειμένου εἰδοπεποιημένου μένοντος. οὐ μόνον δὲ ἀλλοίωσιν ἀναιρεῖ ὁ Ἐμπεδοκλῆς, ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ ποιότητας ἐν αὐτοῖς οὐσιώδεις ἀποτιθέμενος, ἀλλὰ καὶ τὴν κυρίως γένεσιν, τὴν κατ’ εἶδος μεταβολήν· καὶ γὰρ καὶ αὕτη μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη.

“并不像恩培多克勒和其他人所说的那样;否则就不会有变质。” 如果按照恩培多克勒,元素由于情状而实体化,在本质上是不可变的,那么显而易见情状也是不可变且不可分离的;如果这样,就不会有变质,倘若变质确实是在获得了形式的底层保持不变的同时依照情状发生的变化。恩培多克勒不仅通过主张元素不可变并在其中设定本质性的性质而取消了变质,而且还取消了严格意义上的生成,即按照形式的变化;因为这本身也是质料依照情状的变化。

§2.16

"Αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν." Ὅτι εἰκότως τρίτην ἀρχὴν ὑπέθετο τὰ ἁπλᾶ σώματα,3 δευτέραν δὲ τὰς ἐναντιώσεις, δείκνυσιν ἐκ τῆς μεταβολῆς, διότι τὰ μὲν ἁπλᾶ σώματα μεταβλητικά ἐστιν (ἔχουσι γὰρ τὴν ὕλην ὑπομένουσαν καὶ τἀναντία παρὰ μέρος ἐπιδεχομένην), αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. οὐ γὰρ ἡ ψυχρότης ὑπομένουσα δέχεται τὴν θερμότητα· οὐ γὰρ ἂν εἴη ἅμα κατὰ ταὐτὸ τἀναντία. ὥστε οὐχ αἱ ἐναντιώσεις αἱ μεταβάλλουσαι, ἀλλὰ τὰ σώματα 〈τὰ〉 τὰς ἐναντιώσεις ἔχοντα μεταβάλλει κατὰ ταύτας.

“而对立并不变化。” 他合情合理地将单纯物体设定为第三本原,而将对立设定为第二本原,这一观点他是从变化来证明的,因为单纯物体是可变化的(因为它们具有保持不变并轮流接纳对立面的质料),而对立本身并不变化。因为冷性绝不会在留存的同时接纳热性;因为对立面不可能同时依同一方面存在。因此,发生变化的不是对立,而是具有对立的物体依照这些对立而变化。

§2.17

"Ἀλλ’ οὐδὲν ἧττον καὶ ὡς σώματος ποίας καὶ πόσας ἀρχὰς λεκτέον.4" Εἰρήκαμεν, φησίν, ὅτι αἱ ἐναντιώσεις ἀρχαί, καὶ ὅτι οὐ μεταβάλλουσιν, ἀλλὰ καὶ οὕτω ῥητέον ἡμῖν πόσαι καὶ ποῖαί εἰσιν αἱ ἐναντιώσεις ἃς χρὴ ὑποθέσθαι ἀρχὰς τῶν σωμάτων. οὐ γὰρ αὔταρκες τὸ εἰπεῖν ὅτι αἱ ἐναντιώσεις ἀρχαί εἰσιν, ἀλλὰ καὶ ζητῆσαι χρὴ ποῖαι καὶ πόσαι εἰσίν. οἱ γὰρ ἄλλοι εἰρηκότες εἶναί τινας τῶν ἐναντιώσεων ἀρχὰς οὐδεμίαν γεγράφασιν ἀπόδειξιν τοῦ ταύτας ἢ τοσαύτας ὑποθέσθαι ἐναντιώσεις.

“然而尽管如此,作为物体的本原,是怎样的以及有多少种,仍须说明。” 他说:我们已经说过对立是本原,并且它们并不变化,但即便如此,我们也必须说明,人们应当设定为物体之本原的对立有多少种、是怎样的。因为仅说对立是本原并不自足,还必须探究它们是怎样的以及有多少种。因为其他曾说某些对立是本原的人,并未就应当设定这些或这么多种对立写下任何论证。

语法注4 条
  1. 2.14οὐδὲ γὰρ τῷ ἀξιώματι

    τῷ ἀξιώματι是表示方面(限定)的与格。它界定了质料被称为“第一本原”是作为基础底层而言,而不是由于在尊严或价值(ἀξίωμα)上居于首位,因为形式比质料更具尊严。

  2. 2.14τῆς κυρίως ἀρχῆς καὶ ἁπλῶς ὀφειλούσης εἶναι

    这是与ὀφειλούσης εἶναι ἀμεταβλήτου相联系的独立属格结构,表示原因,说明单纯物体何以仅仅被列为第三本原:“因为严格意义上的本原应当是不可变的”。

  3. 2.15οὐ μὴν ἀλλ’ εἰ καὶ τὸν τρόπον τοῦτον ἐκ τῆς ὕλης ἐστὶ τὰ σώματα

    斐洛波诺斯将亚里士多德原文的从句“οὐ μὴν ἀλλ’ ἐπειδὴ καὶ...”(尽管如此,既然……)转述为“οὐ μὴν ἀλλ’ εἰ καὶ...”(尽管如此,即便……),将ἐπειδή引导的原因从句理解为让步条件句(εἰ καί),以阐明即使承认物体产生于质料,进一步界定对立仍属必然的论证逻辑。

  4. 2.17καὶ ὡς σώματος ποίας καὶ πόσας ἀρχὰς λεκτέον

    ὡς σώματος作谓语性成分修饰ἀρχάς(“作为物体的本原”)。斐洛波诺斯将其理解为“应当被设定为物体之本原的对立”(ἃς χρὴ ὑποθέσθαι ἀρχὰς τῶν σωμάτων),统摄后文关于对立的种类和数量的间接疑问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:211.1-212.28