← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§209.3-210.26

批判柏拉图的质料论与感性物体的对立

斐洛庞努斯阐释了亚里士多德对柏拉图的批评,即后者虽假定了作为底层的质料,却将物体的生成归结为平面而未使用质料,并检视了关于依质料还是依形式命名的争论,最后回顾了亚里士多德自身关于感性质料绝非脱离对立而存在的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι τοῖς καλουμένοις στοιχείοις." Εἰς ἕτερον νῦν αἰτιᾶται τὸν Πλάτωνα, ὅτι θέμενος εἶναι ὕλην ὑποκείμενον οὖσαν τῶν στοιχείων, ἐν τῇ κοσμοποιίᾳ εἰς οὐδὲν αὐτῇ ἐχρήσατο κατὰ τὰς τῶν σωμάτων γενέσεις, ἐξ ἐπιπέδων πάντα λέγων γίνεσθαι συντιθεμένων. ἀμφότερα δὲ πιστοῦται, τὸ μὲν ὅτι ἔθετο ὕλην ὑποκειμένην τοῖς στοιχείοις, ἀναμνήσας ἡμᾶς τοῦ παραδείγματος τοῦ Πλατωνικοῦ, διὰ τοῦ οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς· εἶτα πρὶν τοῦ δευτέρου τὴν πίστιν παραγάγῃ,1 ὅτι οὐ χρῆται τῇ ὕλῃ ἐν τῇ γενέσει τῶν σωμάτων, εἰς ἄλλο ἐπισκήπτει τῷ Πλάτωνι, διότι ἔφη ὁ Πλάτων χρῆναι μᾶλλον ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐπιφέρειν τὸ ὄνομα τοῖς ἐν γενέσει καὶ φθορᾷ, οὐ δεῖ δὲ ἐκ τῆς ὕλης χαρακτηρίζειν τὰ ὄντα ἀλλ’ ἐκ τοῦ εἴδους· τοῦτο γάρ ἐστι τὸ τὴν ἰδίαν ἑκάστου ἀφορίζον φύσιν. Πρὸς τοῦτο τοίνυν εἴποι ἄν ὁ ὑπὲρ Πλάτωνος τὸν λόγον ποιούμενος, ὅτι καὶ αὐτὸς διατάττει κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι ἕκαστον. εἶπε γάρ, φησίν, ἑκάστῳ τὸ μὲν εἶναι κατὰ τὸ εἶδος ὑπάρχειν, τὸ δὲ γίνεσθαι κατὰ μέθεξιν τοῦ εἴδους, τὸ φθείρεσθαι δὲ κατὰ ἀποβολήν. ἐκ τῆς ὕλης δὲ εἶπε χρῆναι ὀνομάζεσθαι, οὐχ ὡς κατὰ ταύτην χαρακτηριζομένων τῶν ἐνύλων πραγμάτων καὶ συνθέτων, ἀλλ’ ὡς ἀσφαλέστερον ὂν ἐκ τῆς ὕλης αὐτὰ καλεῖν· τοῦ γὰρ εἴδους μεταβάλλοντος αὕτη μένει ἀεί. τὸν γοῦν χρυσοῦν 〈ἀνδριάντα〉 ἀνδριάντα μὲν καλεῖν, ἐὰν μεταβαλὼν γένηται τρίπους, οὐκέτι ἀληθὲς ὑπάρχει, χρυσὸν δὲ καλεῖν ἀληθὲς καὶ μετὰ τὴν μεταβολήν· μένει γὰρ ἡ ὕλη ἡ αὐτὴ τὰ εἴδη ὑποδεχομένη. πρὸς τοῦτο δικαίως ἄν φαίη Ἀριστοτέλης, ὅτι ἐπὶ μὲν ἀλλοιώσεως καλῶς ἂν ἔχοι τὸ μεταβάλλον ἐκ τοῦ ὑποκειμένου ὀνομάζειν, διότι εἰδοπεποιημένον ὂν τὸ ὑποκείμενον ἐκ τοῦ εἴδους χαρακτηρίζεται καὶ οὐκ ἐκ τοῦ πάθους τοῦ κατὰ τὴν ἀλλοίωσιν προσγεγονότος, ἐπὶ δὲ γενέσεως καὶ φθορᾶς ἀδύνατον τὸ γεγονὸς ἐκεῖνο λέγειν εἶναι ὅπερ ἦν πρὶν γένηται, καὶ τὸ φθαρὲν καλεῖν ἐκ τῆς ὕλης ἥτις ὑπομένουσα οὐκ ἔφθαρται. οἷον ἐπειδὴ τὰ σύνθετα γίνεται καὶ φθείρεται, εἴ τις περί τινος αὐτῶν ἔροιτο, εἰ τύχοι τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου2 τί τὸ φθαρέν ἐστι καὶ τί τὸ γεγονός, εἴπερ φαίην ὅτι ὕλη, ἄντικρυς ψεύδομαι· οὔτε γὰρ τὸ φθαρὲν ἡ ὕλη ἐστίν (ἔτι γὰρ μένει), οὔτε τὸ γεγονὸς ὕλην καλεῖν δυνατόν· ἦν γὰρ καὶ πρὸ τῆς γενέσεως. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄνθρωπον καλοῦμεν καὶ τὸν ἀποβαλόντα τὴν μελανίαν καὶ τὸν προσλαβόντα τὴν λευκότητα, καὶ οὐχὶ λευκὸν καὶ μέλαν· τὸ γὰρ λευκὸν καὶ μέλαν παθῶν καὶ οὐκ οὐσίας ἐστὶ σημαντικά.

“尽管说了所谓的元素存在某种底层,但他却完全没有使用它。” 现在他在另一点上谴责柏拉图:虽然假定了作为元素之底层的质料存在,但在宇宙构成论中涉及物体的生成时,他完全没有使用它,而是说万物都由组合而成的平面生成。并且他证明了这两点:其一,他假定了作为元素底层的质料,这是通过关于金器之于黄金的譬喻使我们想起柏拉图式的例证;接着,在提出第二点的论证(即他在物体的生成中没有使用质料)之前,他在另一件事上责备柏拉图,因为柏拉图曾说应当更多地根据底层和质料对处于生成和毁灭之中的事物赋予名称,然而不应当根据质料而是应当根据形式来规定存在之物;因为这才是界定每个事物固有本性的东西。对此,为柏拉图辩护者会说,他自己也规定每个事物应当根据形式来表征。因为他[辩护者]说,他[柏拉图]说过,对每个事物而言,存在是依照形式而具备,生成是依照对形式的分有,而毁灭是依照丧失。但他之所以说应当根据质料来命名,并不是因为具质料的复合事物是根据质料来表征的,而是因为根据质料称呼它们更为稳妥;因为在形式变化时,它[质料]始终保持不变。无论如何,对于金[像]而言,如果它改变而变成三脚鼎,再称它为雕像就不再真实了,但即使在变化之后称它为金依然是真实的;因为质料在接纳形式时保持同一。对此亚里士多德会公允地说:在变质的情况下,根据底层来命名变化之物或许是恰当的,因为获得了形式的底层是根据形式而不是根据伴随变质而附加的情状来表征的;但在生成和毁灭的情况下,不可能说生成之物就是它生成之前所是的那个东西,也不可能根据持续存在而未被毁灭的质料来称呼已被毁灭之物。例如,既然复合事物处于生成与毁灭中,如果有人就其中某些事物询问——比方说就毁灭了的马和生成了的人询问——什么是被毁灭之物,什么是已生成之物,假若我说这是质料,我就全然错了;因为被毁灭之物既不是质料(因为它依然留存),也不可能将已生成之物称为质料(因为在生成之前它就存在了)。然而在变质的情况下,无论对于失去黑色者还是获得白色者,我们都称其为人,而不是称为白和黑;因为白和黑表示情状,而不表示实体。

§2.10

"Ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν." Διὰ μέσου ἀπαντήσας πρὸς τὸ λέγειν ἐκ τοῦ ὑποκειμένου μᾶλλον δεῖν τὰ ὀνόματα τίθεσθαι, νῦν ἐγκαλεῖ αὐτῷ ὅτι στερεὰ τὰ στοιχεῖα ὑποθέμενος μέχρι ἐπιπέδων αὐτὰ διαλύει, διὰ τούτου καὶ τὸ πρότερον εἰρημένον πιστούμενος, ὅτι εἰς οὐδὲν χρῆται τῇ ὕλῃ· μέχρι γὰρ ἐπιπέδων, φησί, προῆλθεν, ἐξ ὧν εἶπεν γίνεσθαι τὰ σώματα, ἅπερ ἐπίπεδα οὐκ ἂν εἴη ὕλη. εἰδέναι δὲ χρὴ ὅτι οὐχ οὕτως ἀγεωμέτρητος ἦν ὁ Πλάτων, ὡς οἴεσθαι τὸ σῶμα εἰς ἐπίπεδα διαλύεσθαι, ἀλλ’ ἐπίπεδα ἔφασκεν ἐκεῖνος φυσικά, δηλονότι σωματικά, τὰ καὶ βάθος ἔχοντα· τὰ δὲ τοιαῦτα δηλονότι ἐν αὐτοῖς καὶ τὴν ὕλην ἔχει θεωρουμένην. ὥστε οὐκ ἄνευ ὕλης κατὰ Πλάτωνα τὰ γινόμενα.

“然而元素是立体,他却把分解进行到了平面。” 在附带回应了更应当根据底层来命名这一说法之后,现在他[亚里士多德]谴责他[柏拉图]:虽然假定元素是立体,却将它们分解到了平面,以此也证实了前述的观点,即他根本没有使用质料;因为他说,他[柏拉图]推进到了平面,并且说物体是由这些平面生成的,而这些平面绝不可能是质料。但应当知道,柏拉图并不是如此不懂几何学,以至于认为物体会被分解为平面,而是说他指的是自然的平面,显而易见也就是具有深度的物体性平面;而这样的平面显而易见在其自身之中也包含了被考察的质料。因此根据柏拉图,生成之物并不是没有质料的。

§2.11

"Ἡμεῖς δέ φαμεν εἶναί τινα ὕλην τῶν αἰσθητῶν." Νῦν ἐκτίθεται τὴν οἰκείαν δόξαν, καθ’ ἣν δόξει δῆθεν πρὸς Πλάτωνα διαφέρεσθαι, λέγων ὅτι ὑποτιθέμεθα ὕλην τινὰ ὑποκειμένην τοῖς αἰσθητοῖς σώμασι, μηδέποτε δὲ καθ’ ἑαυτὴν ὑφισταμένην, ἀλλ’ ἀεὶ μετά τινος ἐναντιώσεως θεωρουμένην· ἐξ ἧς, φησίν, ὕλης προσλαμβανούσης ἐν εἴδους λόγῳ τὰς ἐναντιώσεις3 τὰ στοιχεῖα γίνονται.

“而我们则主张,可感觉之物存在某种质料。” 现在他[亚里士多德]阐明自己的见解,依此他表面上似乎与柏拉图有所分歧,说我们假定了某种作为可感觉物体之底层的质料,但它绝不是自身独立存立的,而是始终伴随着某种对立而被考察;他说,正是从这一按形式的比例接纳对立的质料中,元素才生成出来。

§2.12

"Διώρισται δὲ περὶ αὐτῶν ἐν ἄλλοις." Περὶ ὕλης καὶ τῆς ἐναντιώσεως ἀκριβέστερον διέλαβεν ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα καὶ περὶ στερήσεως αὐτῷ γέγονε λόγος.

“关于这些在其他著作中已有界定。” 关于质料和对立,他在《物理学》第一卷中作了更为严格的讨论,在那里他也探讨了关于缺乏的理论。

语法注3 条
  1. 2.9ἀμφότερα δὲ πιστοῦται, τὸ μὲν ὅτι ἔθετο ὕλην ὑποκειμένην τοῖς στοιχείοις, ἀναμνήσας ἡμᾶς τοῦ παραδείγματος τοῦ Πλατωνικοῦ, διὰ τοῦ οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς· εἶτα πρὶν τοῦ δευτέρου τὴν πίστιν παραγάγῃ

    结构上以 ἀμφότερα(两者)为宾语,后接 τὸ μέν... 与 εἶτα... 分述两个论点。第一点(柏拉图假定了底层质料)通过金器譬喻得到确认;而在引入第二点(在物体生成中未使用质料)的论证之前,插入了对依据底层命名这一主张的谴责(εἰς ἄλλο ἐπισκήπτει)。

  2. 2.9εἰ τύχοι τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου

    短语 εἰ τύχοι 作为插入语表示“比方说”。接续的属格 τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου 充当例示性属格(起同格或限定话题的作用),具体限定前面的介词短语 περί τινος αὐτῶν(关于它们中的某些)。

  3. 2.11προσλαμβανούσης ἐν εἴδους λόγῳ τὰς ἐναντιώσεις

    底本中的 ἓν 系介词 ἐν 之误植,此处 ἐν εἴδους λόγῳ(以形式的理路/资格)充当介词短语,τὰς ἐναντιώσεις(诸对立)作为分词 προσλαμβανούσης 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:209.3-210.26