- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:20.10-21.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞指出恩培多克勒学说中究竟球体还是四元素为本原并不明确,随后注解了亚里士多德转向对单纯生成进行探究的过渡,对比了先行者们的不足(特别是无法用元素论解释骨之生成的柏拉图)与德谟克利特的全面性。
" Ἄδηλον δὲ καὶ πότερον ἀρχὴν αὐτῶν θετέον." Πάλιν πρὸς Ἐμπεδοκλέα ἀποτείνεται ὡς ἀσύμφωνα ὑποτιθέμενον. ἄδηλον γάρ, φησί, ποίαν χρὴ τίθεσθαι ἀρχὴν ὅσον ἐκ τῶν παρ’ αὐτοῦ λεγομένων, πότερον τὸν σφαῖρον τῶν στοιχείων ἢ ταῦτα τοῦ σφαίρου.1 ᾗ μὲν γὰρ ἐκ τοῦ σφαίρου ὡς ἐξ ὕλης τινὸς ἀποίου καὶ κοινοῦ ὑποκειμένου κατὰ τὴν ὑπὸ τοῦ νείκους κίνησιν μεταβάλλοντα καὶ εἰδοποιούμενα γίνεται τὰ τέσσαρα στοιχεῖα, ταύτῃ δόξειεν 〈ἂν〉 ἐν ἀρχῆς καὶ ὕλης λόγῳ τὸν σφαῖρον τίθεσθαι (δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἄποιον εἶναι)· ᾗ δὲ πάλιν ἐκ τῆς τῶν τεσσάρων συνθέσεως τῆς φιλίας συγκρινούσης τὸν σφαῖρον ἔλεγε γίνεσθαι, ταῦτα δὲ ἐκ τῆς ἐκείνου διαλύσεως, ἐν ἀρχῆς λόγῳ ἄν τις θείη τὰ τέσσαρα στοιχεῖα· ἀρχῆς γὰρ ἴδιον τὸ ἁπλούστερον, ἁπλούστερα δὲ τὰ στοιχεῖα τοῦ ἐξ αὐτῶν συγκειμένου σφαίρου· σύνθετος γὰρ ἐκ τούτων ὁ σφαῖρος.
“它们之中应当把哪一个假定为本原,也是不明确的。” [亚里士多德]再次针对恩培多克勒进行驳斥,指出他假定了互不协调的事情。因为他说,只要从他所说的话来看,应当把哪一个假定为本原是不明确的:究竟是[把]球体[假定为]元素的[本原],还是把这些[元素假定为]球体的[本原]。因为就四种元素如同从某种无性质的质料和共同的底层基质中那样、依照争斗所引起的运动发生转变并获得种差而从球体中产生而言,在这方面人们也许会认为,球体是被假定为本原与质料的地位(因为最初的本原应当是无性质的);但就他反过来声称,在友爱聚合时球体由四者的结合而生成,而这四者则由那个[球体]的分解而产生而言,人们就会把这四种元素置于本原的地位。因为更单纯乃是本原所固有的特征,而元素比起由它们构成的球体更为单纯;因为球体是由这些元素复合而成的。
"Ὅλως τε δὴ περὶ γενέσεως καὶ φθορᾶς τῆς ἁπλῆς λεκτέον." Εἰπὼν τὰς τῶν παλαιοτέρων περὶ τῆς γενέσεως δόξας, τῶν τε εἰς ταὐτὸν ἀγόντων αὐτὴν τῇ ἀλλοιώσει καὶ τῶν διακρινόντων αὐτήν, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, λέγω δὲ τὸν περὶ γενέσεως λόγον, καὶ ζητεῖ εἰ ἔστι γένεσις, καὶ τὸν τρόπον καθ’ ὅν ἐστι, καὶ περὶ τῶν ἄλλων δὲ τῶν φυσικῶν μεταβολῶν· ἀναγκαῖος γὰρ ὁ περὶ τούτων λόγος μάλιστα, διότι τῶν παλαιῶν οὐδένα ἔχομεν περὶ τούτων ἀξιόλογόν τι εἰρηκότα. Περὶ μὲν οὖν ἁπασῶν τῶν φυσικῶν μεταβολῶν οὐδεὶς εἴρηκε τῶν προτέρων, λέγω δὲ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως, Πλάτων δὲ εἴρηκε μὲν ἀλλὰ περὶ μόνης γενέσεως, καὶ γενέσεως οὐ πάσης ἀλλὰ μόνης τῆς τῶν στοιχείων (ἐκ γὰρ τῶν ἐπιπέδων αὐτὰ γεννᾷ), πῶς δὲ τὰ σύνθετα ἐκ τῆς τούτων γίνεται συνθέσεως οὐκέτι εἴρηκεν. τοῦ δὲ περὶ γενέσεως λέγοντα τὸν Πλάτωνα τῆς τῶν στοιχείων μὴ εἰρηκέναι καθόλου περὶ γενέσεως ἀπόδειξις τὸ μὴ δύνασθαι2 τῷ τῆς γενέσεως τῶν στοιχείων λόγῳ ὑποτάττεσθαι τὴν σαρκῶν καὶ ὀστῶν γένεσιν. τὰ μὲν γὰρ στοιχεῖά φησιν ἐξ ἐπιπέδων γεγενῆσθαι τριγώνων, προθέμενος δὲ εἰπεῖν περὶ ὀστῶν γενέσεως οὐκέτι οὐδὲ τὴν τῶν ἐπιπέδων οὐδὲ τὴν ἐκ τῶν ἐπιπέδων γεγονότων, λέγω δὲ τῶν στοιχείων, αἰτιᾶται σύνθεσιν. λέγει γὰρ ὅτι ‘γῆν διαπλάσας καθαρὰν ὁ δημιουργὸς καὶ λείαν ἀνεφύρασε καὶ ἔδευσε μυελῷ, καὶ μετὰ ταῦτα εἰς πῦρ αὐτὸ ἐντίθησι, μετ’ ἐκεῖνο δὲ εἰς ὕδωρ αὐτὸ βάπτει, πάλιν δὲ εἰς πῦρ, καὶ αὖθις εἰς ὕδωρ, μεταφέρων τε οὕτως πολλάκις εἰς ἑκάτερον ὑπὸ ἀμφοῖν ἄτηκτον εἰργάσατο’. ὁ δὲ μυελός, ἐξ οὗ καὶ ἐκ τῆς γῆς ποιεῖ τὰ ὀστᾶ, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐπίπεδον. ποιότητος γὰρ καὶ πάθους μεταβολὴ γεννᾷ τὰ ὀστᾶ, ποιότητα δὲ καὶ πάθος οὐχ οἷόν τε ἐκ τῶν ἐπιπέδων γεννηθῆναι. αὐτὸς γὰρ ἐρεῖ προελθὼν ‘πάθος γὰρ ἐκ τῶν ἐπιπέδων οὐδὲ ἐπιχειροῦσι γεννᾶν’, διότι τὰ στοιχεῖα αὐτῶν τοῖς σχήμασιν ἀλλ’ οὐ ποιότησιν οὐδὲ πάθεσιν εἰδοποιεῖται. καταλιπὼν δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ Ἀριστοτέλης ὄντα ἄτοπα,3 οὐδὲν ὅλως εἰρηκέναι περὶ ὀστῶν γενέσεως αὐτόν φησι· παντάπασι γὰρ ἀπίθανά ἐστιν ὡς πρὸς τὸ φαινόμενον, εἰ οὕτως ἔλεγεν ὁ Πλάτων. εἰ γὰρ μυελὸς ἦν τοῦ ὀστοῦ πρότερον, καὶ ὀστοῦν ἦν ἐξ ἀνάγκης· ὀστογενῆ γοῦν καὶ αὐτὸς ὁ Πλάτων καλεῖ τὸν μυελόν, ὡς ἐν ἐκείνῳ τὸ εἶναι ἔχοντα. ὥστε πρὶν ὀστοῦν γένηται, ἦν ὀστοῦν. ἔτι εἰ καὶ ὅτι μάλιστα ἐκεῖνο τὸ πρῶτον ὀστοῦν ἐποίησεν οὕτως ὁ δημιουργός, ἀλλ’ οὐχ οὕτως γίνεται τὰ ἐν τοῖς ζῴοις φύσει γινόμενα. ὁ μὲν οὖν Πλάτων τοσοῦτον μόνον περὶ γενέσεως εἴρηκεν, οὐδὲ τῶν ἄλλων δὲ οὐδεὶς εἴρηκέ τι παρὰ τὰ ἐπιπολῆς ἔξω Δημοκρίτου· οὗτος γάρ, φησί, παρὰ τοὺς ἄλλους φαίνεται πάντων πεφροντικὼς καὶ ἀρχὰς ὑποθέμενος εἰς πάντα αὐτῷ ἁρμόττειν δυναμένας.
“总体而言,必须讨论单纯的生成与毁灭。” 在说明了古人关于生成的各种意见——既包括把生成等同于性质变化的人,也包括将二者区分开的人——之后,[亚里士多德]回到了当前的主题,我指的是关于生成的论说,并探究是否存在生成,以及它依何种方式存在,同时也探究其他各种自然变化。因为关于这些问题的论说尤为必然,这是由于在古人之中,我们找不到任何人对此说过任何值得注意的话。因此,关于一切自然变化——我指的是生成、生长与性质变化——早期的思想家中没有任何人谈论过;柏拉图谈论过,但仅仅谈论了生成,并且不是谈论一切生成,而仅仅是元素的生成(因为他是从平面中产生元素的),但复合事物如何由这些元素的结合而生成,他却没有进一步说明。证明柏拉图在谈论元素的生成时并未普遍地谈论生成的一个根据在于:骨肉的生成无法被统摄在元素生成的论理之下。因为他虽然声称元素由三角形平面生成,但在打算谈论骨的生成时,他既不再归因于平面的结合,也不再归因于由平面生成之物(我指的是元素)的结合。因为他说:‘造物主塑造了纯净而平滑的土,将其揉合并用骨髓湿润,在此之后把它置于火中,随后又浸入水中,再次置入火中,又一次浸入水中,如此多次在两者之间转移,使之成为两相作用下皆不可溶融之物。’ 然而,他用来与土一起制成骨的骨髓,既不是元素也不是平面。因为性质与受动特性的变化生成了骨,但性质与受动特性是不可能由平面产生的。亚里士多德自己后文也会指出:‘因为他们甚至并不试图从平面中产生任何受动特性’,这是因为他们的元素是通过形状而非通过性质或受动特性而获得特有形式的。亚里士多德由于这些说法荒谬而放弃对其进行辩驳,声称他[柏拉图]根本没有就骨的生成说过任何话;因为如果柏拉图是这样说的,从现象来看那是完全不可置信的。因为如果在骨之前就存在骨髓,那么必然也已经存在骨;至少柏拉图自己也把骨髓称为生于骨中的,因其在骨中具有其存在。从而在骨生成之前,骨就已经存在了。此外,即使造物主极其真实地是以这种方式制造了那最初的骨,在动物中依照自然生成之物也绝非依此方式生成的。因此,柏拉图关于生成仅仅谈了这么多,而其余的人除了德谟克利特之外,也没有任何人谈过超越皮相之事;因为亚里士多德说,德谟克利特比起其他人似乎考虑了一切事物,并假定了能够在他看来适用于万物的诸本原。
- 1.26πότερον τὸν σφαῖρον τῶν στοιχείων ἢ ταῦτα τοῦ σφαίρου
由 πότερον 引出的分句具体说明了前文的 ποίαν χρὴ τίθεσθαι ἀρχήν,其中表述语的名词 ἀρχήν 以及表示假定的动词短语(θετέον 或 χρὴ τίθεσθαι)被省略。属格 τῶν στοιχείων 与 τοῦ σφαίρου 依附于所补出的名词 ἀρχήν,表示关系或宾格性对象(“元素的本原”与“球体的本原”)。
- 1.27τοῦ δὲ περὶ γενέσεως λέγοντα τὸν Πλάτωνα τῆς τῶν στοιχείων μὴ εἰρηκέναι καθόλου περὶ γενέσεως ἀπόδειξις τὸ μὴ δύνασθαι
整个句子的主语是名词 ἀπόδειξις,谓语是带有定冠词的不定式短语 τὸ μὴ δύνασθαι...。句首的属格定冠词 τοῦ 使不定式 μὴ εἰρηκέναι 名词化,整个属格短语(τοῦ ... μὴ εἰρηκέναι)从属于 ἀπόδειξις(“……的证明”)。分词 λέγοντα 在宾格上与不定式的逻辑主语 τὸν Πλάτωνα 一致,带有让步意味(“虽然谈论了……”)。
- 1.27καταλιπὼν δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ Ἀριστοτέλης ὄντα ἄτοπα
分词 ὄντα 与 ταῦτα(柏拉图关于骨之生成的言论)保持一致,作为表示原因或让步的附带状况分词(“鉴于它们是荒谬的 / 尽管它们是荒谬的”),在语序上被倒置在 ἀντιλέγειν 之后。分词 καταλιπών(“放弃反驳”)与主语 ὁ Ἀριστοτέλης 一致,从属于主要动词 φησι。
