- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:207.21-209.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞诺斯注疏了亚里士多德对早期哲学家元素论的审视、对阿那克西曼德将无限者设定为分离物体的批判,以及对《蒂迈欧篇》中质料界定不明确的指责,并对柏拉图的观点做出了辩护。
" Ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν." Εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι οἱ μὲν πλείους μιᾶς ἀρχὰς ὑποθέμενοι συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν εἰρήκασιν γίνεσθαι, δυνάμενοι καὶ ἀλλοίωσιν σῶσαι ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, οἱ δὲ μίαν ἀρχὴν ὑποθέμενοι, ἐπειδὴ ἀμετάβλητον χρὴ μένειν τὴν ἀρχὴν εἴπερ ὄντως εἴη ἀρχή, ἐξ ἀνάγκης κατὰ ἀλλοίωσιν ἔλεγον τὴν γένεσιν καὶ τὴν φθοράν, καὶ οὐ κατὰ τὴν τῆς οὐσίας μεταβολήν, καὶ οὕτως εἰς ταὐτὸν ἠναγκάζοντο ἄγειν γένεσιν καὶ ἀλλοίωσιν, μὴ δυνάμενοι διαφορὰν αὐτῶν ἀποδοῦναι.
“从这些东西中,随着它们聚合与分离或被改变,事物发生生成与毁灭。” 在前一卷中已经说明,那些假定多于一个原理的人曾说生成与毁灭是通过聚合与分离产生的,他们因而也能够保全变质,使其不同于生成与毁灭;而那些假定单一原理的人,既然原理若是真正的原理就必须保持不变,便必然按照变质来谈论生成与毁灭,而不是按照实体的变化,从而不得不将生成与变质归为同一事物,无法给出它们的区别。
"Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνωμολογημένον." Τὸ μὲν οὖν, φησί, τὰ πρῶτα, ἐξ ὧν τὰ ἄλλα γίνεται, στοιχεῖα καλεῖν καὶ ἀρχὰς εὔλογον, τὸ δὲ ταῦτα ὑποθέσθαι πρῶτα, ἅπερ ἐκεῖνοι λέγουσιν, οὐκ εὔλογον, ὅπερ ὡς ἀκόλουθον καὶ σαφὲς παρῆκεν. ὑπέθεντο δὲ οἱ μὲν τὰ τέσσαρα στοιχεῖα ἢ τινὰ ἢ πάντα, οἱ δ’ ἄλλο τι παρὰ ταῦτα, ὥσπερ Ἀναξίμανδρος. ἐλέγχει δὲ αὐτὸν οὐχ ὡς ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖα ὕλην ὑποθέμενον (ταύτῃ γὰρ ἐδύνατο λέγειν ὀρθῶς, εἴπερ ἀσώματον αὐτὴν καὶ ἀνείδεον ἔφασκεν), ἀλλ’ ἐλέγχει διότι σῶμα αὐτὸ ὑπετίθετο χωριστόν.
“因此,将原初之物称为原理和元素是恰当的,这一点且算作公认的。” 他说,将其他事物从中产生的那些原初之物称为元素和原理是合情合理的,但将那些人所说的这些东西假定为原初之物则是不合理的——这一[后半]观点他作为顺理成章且显而易见的而略过了。有些人假定了四元素中的某些或全部,而另一些人则假定了这些之外的别的东西,正如阿那克西曼德。他反驳阿那克西曼德,并不是因为他把四元素之外的某种东西假定为质料(因为若就此而言,假若他说它是无形体且无形式的,他本可以说得正确),而是反驳他将它假定为一个分离的物体。
"Ἢ γὰρ κοῦφον ἢ βαρὺ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον." Δείξας ὅτι εἰ σῶμά ἐστιν ὑφεστηκὸς ἣν ὑποτίθεται ὕλην Ἀναξίμανδρος, ἀνάγκη μετὰ ἐναντιώσεως αὐτὴν θεωρεῖσθαι, δέον ἐπαγαγεῖν ὅτι ‘τὸ ἐναντίωσιν δὲ ἔχον τῶν τεσσάρων ἕν τι ἔσται’, ὡς σαφὲς ὂν ἀφῆκε προσυπακούεσθαι.1
“因为无限者必然要么轻要么重,要么冷要么热。” 在指明了阿那克西曼德所假定的质料如果是一个现实存立的物体,就必然伴随对立而被考察之后,他[亚里士多德]本应当补充说“而具有对立的东西必然是四[元素]中的某一个”,但他因其显而易见便留待读者意会了。
"Ὡς δὲ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διορισμόν. " Πρὸς Πλάτωνα ἐντεῦθεν ἀποτεινόμενος πρῶτον μὲν ἐγκαλεῖ ὡς εἰπόντι μὲν τὴν ὕλην ἀρχὴν εἶναι τῶν φυσικῶν, μὴ διορισαμένῳ δὲ σαφῶς2 εἴτε δύναται χωρίζεσθαι τῶν σωματικῶν στοιχείων αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα εἴτε μή. στοιχεῖα δὲ εἴτε τὰ καλούμενα λέγει τὰ τέσσαρα, εἴτε τοὺς κύβους καὶ τὰς πυραμίδας, ἅπερ ὁ Πλάτων ὑπετίθετο, οὐδὲν διοίσει· ὁ λόγος γὰρ αὐτῷ ἐστιν, εἰ δύναται αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη ὑποστῆναι ἢ εἰ μετά τινός ἐστι σώματος. καί φησι μηδὲν περὶ τούτου σαφῶς εἰρηκέναι τὸν Πλάτωνα. εἰδέναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ οὕτω σαφῶς μηδὲ τοῖς αὐτοῖς ῥήμασιν Ἀριστοτέλει χρησάμενος εἶπε περὶ τούτου ὁ Πλάτων, ἀλλ’ οὖν ἱκανῶς πρὸς τὸ σαφηνισθῆναι τὴν περὶ τούτου γνώμην αὐτοῦ. αὐτὸς γάρ ἐστιν ὁ εἰπὼν περὶ τῆς ὕλης διαλεγόμενος “δέχεται γὰρ ἀεὶ πάντα, καὶ μορφὴν οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληχεν”. εἰ δὲ ἀεὶ δέχεται, δῆλον ὅτι οὐδέποτε αὐτὴ καθ’ ἑαυτὴν ὑφέστηκεν.
“但正如在《蒂迈欧篇》中所写的那样,它没有任何界定。” 从这里转向柏拉图,他首先谴责[他]虽然说了质料是自然之物的原理,却没有明确界定它自身独立存立时究竟能否与物体性元素相分离,抑或不能。无论他所说的元素是指所谓的四元素,还是指柏拉图所假定的立方体和四面体,都毫无区别;因为对他的论证而言,关键在于质料能否自身独立存立,抑或它伴随某种物体。并且他说柏拉图关于这一点没有明确表达任何东西。但应当知道,即使柏拉图并没有像亚里士多德那样明确地、也没有用同样的措辞来谈论这一点,但对于澄清他关于此事的见解而言已然足够。因为在讨论质料时正是他亲自说过:“因为它总是接受一切,并且未曾获得与任何进入其中的东西相似的形状”。而如果它总是接受,显而易见它就绝不是自身独立存立的。
- 2.7δέον ἐπαγαγεῖν ὅτι ‘τὸ ἐναντίωσιν δὲ ἔχον τῶν τεσσάρων ἕν τι ἔσται’, ὡς σαφὲς ὂν ἀφῆκε προσυπακούεσθαι.
δέον 是无人称动词 δεῖ 的分词中性宾格构成的宾格绝对独立结构(accusativus absolutus),表示让步或对比性的背景(“虽然本应当补充说……”),修饰主句谓语 ἀφῆκε προσυπακούεσθαι(“留待读者意会”)。
- 2.8πρῶτον μὲν ἐγκαλεῖ ὡς εἰπόντι μὲν τὴν ὕλην ἀρχὴν εἶναι τῶν φυσικῶν, μὴ διορισαμένῳ δὲ σαφῶς
动词 ἐγκαλεῖ(谴责、责难)支配隐伏的与格人物对象(柏拉图),接在 ὡς 之后的与格分词 εἰπόντι 与 μὴ διορισαμένῳ 与该与格一致,表述谴责的具体指控与理由(“指责他虽然说了……却没有明确界定……”)。
