- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:206.19-207.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于把感觉物体的原理定为单一者(四元素之一,或中间的独立物体)以及定为复数者(巴门尼德、伊翁、恩培多克勒)的前苏格拉底学说之考察,并从逻辑学和物理学角度阐明了中间物体的不可能性及用语的精确含义。
" Οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἢ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν." Κατασκευάσας ὅτι χρὴ περὶ τῶν γινομένων καὶ φθειρομένων τὸν λόγον ποιουμένους τῶν αἰσθητῶν σωμάτων τὰς ἀρχὰς ζητεῖν1 (ἐν τούτοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά), νῦν χωρεῖ ἐπὶ τὴν ζήτησιν, καὶ δείκνυσιν ὅτι τὰ καλούμενα τέσσαρα στοιχεῖα οὐκ ἔστιν ὕλη κοινὴ τῶν αἰσθητῶν σωμάτων οὐδὲ κυρίως ἀρχή, οὔτε πάντα οὔτε ἕν τι αὐτῶν, ὥσπερ τινὲς ᾠήθησαν, ἀλλὰ καὶ αὐτὰ αἰσθητὰ σώματά εἰσι γενητὰ καὶ φθαρτά. τίθησι δὲ τὰς δόξας τῶν οἰηθέντων ἀρχὰς αὐτὰ εἶναι τῶν γενητῶν καὶ φθαρτῶν. οἱ μὲν γὰρ ἕν τι αὐτῶν ὑπέθεντο ἀρχὴν τῶν σωμάτων, ὥσπερ πῦρ μὲν Ἡράκλειτος ὁ Ἐφέσιος καὶ Ἵππασος, ἀέρα δὲ Διογένης ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης, Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ· Ἀναξίμανδρος δὲ ἄλλο τι παρὰ τὰ τέσσαρα στοιχεῖα ὑπέθετο τῶν ὄντων ἀρχήν. Ἢ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. ἐπειδὴ ὁ Ἀναξίμανδρος ἠδύνατο, τὴν ὕλην ὀρθῶς ὑποθέμενος ἀρχὴν τῶν σωμάτων, μεταξὺ αὐτὴν εἶναι λέγειν τῶν στοιχείων ὡς ὑποκειμένην αὐτοῖς (οὕτω γὰρ κατὰ τὸ τρίτον σχῆμα μέσον ὅρον ὀνομάζομεν τὸν μηδετέρῳ τῶν ἄκρων ὄντα τὸν αὐτόν,2 ἀμφοτέροις δὲ ὑποκείμενον), δεικνὺς ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ ταύτην τὴν ἔννοιαν ὑπετίθετο, ἀλλὰ τὸ μεταξὺ γῆς καὶ πυρὸς ἢ ἀέρος καὶ ὕδατος, προσέθηκε σῶμά τε ὂν καὶ χωριστόν. ἀδύνατον δὲ παρὰ τὰ τέσσαρα ἄλλο τι σῶμα ἁπλοῦν ὑποθέσθαι ὑφεστηκὸς ἐφεξῆς δείκνυσιν. εἰ γὰρ σῶμά ἐστιν ὑφεστώς, ἐν τόπῳ τε ἔσται καὶ πεποιωμένον, ἐν τόπῳ δὲ ὂν ἢ ἄνω ἢ κάτω, ἄνω δὲ ὂν ἢ πῦρ ἢ ἀήρ, κάτω δὲ ὕδωρ ἢ γῆ τυγχάνει. ὁ αὐτὸς δὲ λόγος κἀπὶ ποιοτήτων. ἀνάγκη γὰρ αὐτὸ τὸ ἕτερον τῶν ἐναντιώσεων ἔχειν· ἢ γὰρ κοῦφόν ἐστιν ἢ βαρύ, καὶ ἤτοι θερμὸν ἢ ψυχρόν, καὶ ἢ ὑγρὸν ἢ ξηρόν. οἵαις δ’ ἂν αὐτὸ χαρακτηρίσῃς τῶν εἰρημένων διαφοραῖς, τῶν τεσσάρων ἕν τι ἔσται ἐξ ἀνάγκης. καλῶς δὲ τὸ σῶμα εἰπὼν προσέθηκε χωριστόν, ἵνα τὸ φυσικὸν δηλώσῃ σῶμα· τὸ γὰρ μαθηματικὸν οὐ τοιοῦτον.
“有人说它是单一的,例如设定气或火,或处于它们之间的某种东西,且它既是物体又是分离的。” 在论证了从事关于生成与毁灭之物之讨论的人必须寻找感觉物体的原理(因为生成与毁灭就在这些[感觉物体]之中)之后,他[亚里士多德]现在进入探究,并指明所谓四元素既不是感觉物体的共同质料,也不是严格意义上的原理,既不是它们的全体,也不是它们中的某一个(如某些人所认为的那样);相反,它们自身也是可生成且可毁灭的感觉物体。他列举了那些认为它们是可生成且可毁灭之物的原理的人的观点。因为有些人将它们中的某一个假定为物体的原理,正如以弗所的赫拉克利特和希帕索斯假定火,阿波罗尼亚的第欧根尼和阿那克西美尼假定气,泰勒斯和希彭假定水;而阿那克西曼德则假定了四元素之外的某种别的东西作为存在之物的原理。 “或处于它们之间的某种东西,且它既是物体又是分离的。”既然阿那克西曼德在正确地将质料假定为物体的原理的同时,原本可以说它作为元素的底层物而处于元素之间(因为在第三格中,我们正是这样将那与两极端都不相同、却作为底层物承载两者的项称为“中项”的),亚里士多德为了指明他并不是按照这种概念来假定的,而是假定了介于土与火之间或介于气与水之间的东西,便补充了“且它既是物体又是分离的”。接着,他指明在四[元素]之外不可能假定任何其他现实存立的简单物体。因为如果它是一个现实存立的物体,它既会在处所之中,又会具有性质;而在处所之中,它要么在上,要么在下;在上的话,它必然是火或气;在下的话,则是水或土。同样的论证也适用于各种性质。因为它必然具有每一对对立面中的一个:因为它要么轻要么重,要么热要么冷,要么湿要么干。无论你用上述的哪种差异来规定它,它都必然是四[元素]中的某一个。而他在说了“物体”之后恰当地补充了“分离的”,是为了表明这是自然物体;因为数学物体并非如此。
"Οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν πῦρ καὶ γῆν." Εἰπὼν τοὺς ἕν τι τῶν τεσσάρων ὑποτιθεμένους ἀρχὴν τῶν σωμάτων, νῦν τοὺς πλείους μιᾶς ὑποτιθεμένους ἀρχὰς3 ἐκτίθεται, ἤτοι τινὰ τῶν τεσσάρων † τί ὄντα † πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταῦτα δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγῳδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.
“而另一些人则说在数目上多于一个,有些人[设定]火和土。” 在谈论了那些将四[元素]中的某一个假定为物体的原理的人之后,他[亚里士多德]现在列举那些假定多于一个原理的人,即四[元素]中的某些……巴门尼德假定了火和土,悲剧诗人开奥斯的伊翁假定了这些以及气,而恩培多克勒则假定了这四者。
- 2.3περὶ τῶν γινομένων καὶ φθειρομένων τὸν λόγον ποιουμένους τῶν αἰσθητῶν σωμάτων τὰς ἀρχὰς ζητεῖν
在非人称动词 χρή 的结构中,宾格分词短语 τὸν λόγον ποιουμένους(“从事讨论者”)充当不定式 ζητεῖν 的逻辑主语。介词短语 περὶ τῶν γινομένων καὶ φθειρομένων 修饰该分词,而属格 τῶν αἰσθητῶν σωμάτων 则是修饰宾语 τὰς ἀρχάς 的限定属格,因倒置(hyperbaton)被置于被修饰词之前。
- 2.3τὸν μηδετέρῳ τῶν ἄκρων ὄντα τὸν αὐτόν
充当动词 ὀνομάζομεν 宾语的实体化宾格分词短语。表“与……相同”的短语 τὸν αὐτόν 支配与格补足语 μηδετέρῳ τῶν ἄκρων(“与两端项中的任何一个都不相同[者]”)。
- 2.4τοὺς πλείους μιᾶς ὑποτιθεμένους ἀρχὰς
πλείους μιᾶς 为阴性宾格复数,带有比较属格 μιᾶς,修饰 ἀρχάς(“多于一个的原理”)。该短语作为分词 ὑποτιθεμένους 的宾语,整个实体化短语(τοὺς ... ὑποτιθεμένους)充当主句动词 ἐκτίθεται 的直接宾语。
