← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§205.18-206.18

生成与消灭中感觉物体的必然性

评注家解释了亚里士多德为何审慎地表述为“生成与毁灭并非没有感觉物体”,指出这一措辞是为了涵括非物体的自然潜能,并调和了此处论述与《物理学》中关于运动学说的表面分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνεστώσαις οὐσίαις οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων.1" Μέλλων διαλεχθῆναι περὶ στοιχείων καὶ τῆς εἰς ἄλληλα αὐτῶν μεταβολῆς, δείκνυσιν ὅτι οὔτε ταῦτα οὔτε τούτων τί ἐστι τὸ ὑποκείμενον τῶν ἐν γενέσει καὶ φθορᾷ, ὥσπερ ᾤοντό τινες ὧν καὶ τὰς δόξας ἐκτίθεται· ἀρχαὶ γὰρ κυρίως καὶ στοιχεῖα πρῶτα τῶν ἐν γενέσει καὶ φθορᾷ ἡ ὕλη ἐστὶ καὶ τὸ εἶδος, ἐξ ὧν καὶ αὐτὰ ταῦτα τὰ καλούμενα στοιχεῖα σύγκειται, καὶ ἐν αὐτοῖς ἐστι γένεσις καὶ φθορά. εἰ δὲ τῶν γινομένων καὶ φθειρομένων ἐστὶ καὶ αὐτά, δῆλον ὡς οὐκ ἂν εἴη πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ στοιχεῖα, ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἅπερ καὶ τούτων καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ κοινὰ ὑπάρχει. ἡ μὲν οὖν κατὰ τὴν διδασκαλίαν τάξις τοιαύτη τις. ὃ δέ φησι τὸ ῥητόν, τοιοῦτόν ἐστιν. ἐπειδή, φησίν, ἡ γένεσις καὶ ἡ φθορὰ πασῶν τῶν φυσικῶν οὐσιῶν οὐκ ἄνευ αἰσθητῶν ἐστι σωμάτων, ἀλλ’ ἀεὶ ἐν τούτοις, εὔλογον ἂν εἴη τὸν ἀρχὰς ζητοῦντα τῶν γινομένων καὶ φθειρομένων, τῶν αἰσθητῶν σωμάτων ζητεῖν τὰς ἀρχὰς καὶ τὰ στοιχεῖα· ἐν τούτοις γὰρ τὰ γινόμενα καὶ φθειρόμενα. ὅρα δὲ ὅπως ἀσφαλῶς οὐκ εἴρηκεν ὅτι πάντα τὰ γινόμενα καὶ φθειρόμενα αἰσθητὰ σώματά εἰσιν, ὅπερ ἄν τις ἀσκεπτότερον ὑπώπτευσεν, οἰόμενος τὰ μὲν γινόμενα καὶ φθειρόμενα αἰσθητὰ εἶναι ἐξ ἀνάγκης σώματα, μὴ μὴν πάντως τὰ αἰσθητὰ σώματα καὶ γενητὰ εἶναι καὶ φθαρτά, καθάπερ τὰ οὐράνια· ἀλλ’ ἀκριβέστερον αὐτὸ θεωρήσας, ἵνα μή τις προφέροι τὰς φυσικὰς δυνάμεις, αἵτινες φυσικαί τέ εἰσιν οὐσίαι καὶ γίνονται καὶ φθείρονται, οὐ μὴν καὶ σώματά εἰσιν αἰσθητά, ἀληθέστατά τε ἅμα καὶ ἀσφαλέστατα τὸν λόγον προήγαγε, φάσκων μὴ ἄνευ τῶν αἰσθητῶν σωμάτων ταῖς φύσει συνεστώσαις οὐσίαις ὑπάρχειν γένεσιν καὶ φθοράν. αἱ γὰρ φυσικαὶ δυνάμεις οὐσίαι τινὲς οὖσαι καὶ αὐταί, εἰ καὶ μὴ σώματά εἰσιν, ἀλλ’ οὖν ἐν σώμασι τὸ εἶναι ἔχουσαι ἐν αὐτοῖς γεννῶνται καὶ φθείρονται· οὐκ ἄρα ἄνευ τούτων φθορᾶς καὶ γενέσεως μετειλήχασιν. εἰ δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις εἶπεν ὁ Ἀριστοτέλης τὰς φυσικὰς δυνάμεις καὶ τὰς ζωὰς τὰς ἐν τοῖς φυσικοῖς σώμασιν μὴ ἔχειν γένεσιν, οὐκ ἐναντιοῦται τοῖς ἐνταῦθα εἰρημένοις. ἐκεῖ γὰρ γένεσιν ἐκάλει οὐχ ἁπλῶς τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν πάροδον. τοιαύτην μὲν γὰρ γένεσιν οὐκ ἔχουσιν αἱ τοιαῦται δυνάμεις καὶ ζωαί, ὡς δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προαγόμεναι καὶ πάλιν ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῇ μηδαμῶς χωροῦσαι, ταύτῃ γίνεσθαι ἂν λέγοιντο καὶ φθείρεσθαι.2

“因为对所有依本性构成的实体而言,生成与毁灭都不是没有感觉物体的。” 在即将论述元素以及它们相互间的转变之际,他[亚里士多德]指明:这些[元素]或它们中的任何一个,都不是处于生成与毁灭中之物的底层物,正如某些人所认为的那样(他也阐述了这些人的观点)。因为严格说来,处于生成与毁灭中之物的原理和最初元素乃是质料与形式,这些所谓的元素自身也是由它们构成的,并且在它们[元素]之中也存在着生成与毁灭。而如果它们自身也属于生成与毁灭之物,显然它们就不可能是处于生成与毁灭中的一切事物的元素,相反,质料与形式才是,它们共同属于这些[元素]以及处于生成与毁灭中的一切事物。因此,依循教导的次序乃是这样。而经文所说的则是如此:他说,既然一切自然实体的生成与毁灭都不是没有感觉物体的,而是始终在这些[感觉物体]之中,那么寻找生成与毁灭之物的原理的人,去寻找感觉物体的原理和元素便是合乎情理的;因为生成与毁灭之物就在这些之中。但请注意,他是何其审慎地没有说“一切生成与毁灭之物都是感觉物体”,有人可能会更不假思索地如此揣测,以为生成与毁灭之物必然是感觉物体,尽管并非所有感觉物体都必然既是可生成的又是可毁灭的(例如天体)。相反,他更加精确地考察了这一点,为了不让有人提出自然潜能作为反驳——它们既是自然实体,也会生成与毁灭,然而却不是感觉物体——他极其真实且极其审慎地推进了论述,断言对于依本性构成的实体而言,生成与毁灭并非没有感觉物体而存在。因为自然潜能自身虽然也是某种实体,即便它们不是物体,但既然在物体之中拥有其存在,便在物体之中生成与毁灭;因此它们并非没有这些[物体]而分有了毁灭与生成。而如果在《物理学》关于运动的论述中,亚里士多德说过自然潜能以及自然物体中的生命不具有生成,这与此处所说的也并不矛盾。因为在彼处,他所称的生成并非单纯指从非存在向存在的过渡。因为这样的[作为运动的]生成,此类潜能与生命确实不具有;但作为从非存在被引向存在、又从存在走向绝不以任何方式存在之物,在这方面它们可以说是在生成与毁灭的。

语法注2 条
  1. 2.2οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων

    运用双重否定(οὐκ ἄνευ)的审慎表述。若直接断言全称命题“凡生成与毁灭之物皆为感觉物体”,则容易招致反例,如本身非物体但属于实体的“自然潜能”(αἱ φυσικαὶ δυνάμεις);因此表述为“并非没有感觉物体”,从而在逻辑上包容了依附于物体而生成毁灭的非物体性潜能。

  2. 2.2τοιαύτην μὲν γὰρ γένεσιν οὐκ ἔχουσιν αἱ τοιαῦται δυνάμεις καὶ ζωαί, ὡς δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προαγόμεναι καὶ πάλιν ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῇ μηδαμῶς χωροῦσαι, ταύτῃ γίνεσθαι ἂν λέγοιντο καὶ φθείρεσθαι

    由 μέν 与 δέ 构成的对比句。指示副词 ταύτῃ(“在这方面”)承接由 ὡς 引出的分词短语(ὡς ... προαγόμεναι καὶ ... χωροῦσαι,表示视角或限度),修饰主要动词短语 γίνεσθαι ἂν λέγοιντο。其骨架在于:前半句否定了此类潜能具有《物理学》中所指的作为运动/过程的生成(τοιαύτην γένεσιν),后半句则指明在从非存在直接向存在生起(以及相反)的视角下(ὡς... ταύτῃ),它们可以说是在生成与毁灭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:205.18-206.18