- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:204.5-205.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯在第1卷末尾总结的残篇之后进入第2卷开端(328b31),探讨了过渡至元素考察时的句法难题(介词短语带宾格的解读),并解释了四元素为何被称为“所谓的”元素。
* * * ἁπλῆν μὲν γένεσιν καλῶν τὴν τῆς κυριωτέρας καὶ κρείττονος οὐσίας γένεσιν, οἷον πυρός, τινὰ δὲ γένεσιν τὴν τῆς χείρονος, οἷον γῆς. τὸ δὲ πῶς, ὅτι κατὰ μεταβολὴν τοῦ εἴδους τοῦ οὐσιώδους. τὸ δὲ διὰ τίνα αἰτίαν, διότι κοινὴ ὕλη αὐτοῖς ὑποβέβληται, τρεπτὴ οὖσα καὶ τῶν ἐναντίων δεκτική. καὶ τίνα ἔχει διαφορὰν αὐτῶν. λείπει τὸ ‘ἑκάτερον’,1 τουτέστι τίνα ἔχει ἑκάτερον αὐτῶν πρὸς ἄλληλα διαφοράν.
* * * 把更主导、更优越的实体的生成称为单纯的生成,例如火的生成,而把更劣等的实体的生成称为某种[特定的]生成,例如土的生成。至于“如何生成”,则是因为实体形式的转变。至于“出于什么原因”,则是因为有共同的质料作为底层设定于它们,它是易变的且能接受对立面。至于“具有它们中的什么差异”:这里缺少了“各自”,也就是“它们各自对彼此具有什么差异”。
"Λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖα2 τῶν σωμάτων." Ἢ τὴν πτῶσιν χρὴ ἐναλλάξαντα λέγειν ‘λοιπὸν δὲ θεωρῆσαι περὶ τῶν καλουμένων στοιχείων’, [ἐστὶ καὶ παρ’ Ὁμήρῳ οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ἀντὶ τοῦ ‘τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει’] ἢ προσυπακοῦσαι ἔξωθεν χρὴ τὸ ‘πῶς ἐστιν ἐν αὐτοῖς γένεσις καὶ φθορά’, ἵν’ ᾖ συνεχὴς ὁ λόγος τοῖς προειρημένοις. ἔστι γὰρ ἅπας ὁ λόγος ἄνωθεν ἀναλαβοῦσι τοιοῦτος. εἴρηται, φησίν, ἡμῖν ἤδη καθόλου ἐν τοῖς κατὰ φύσιν μεταβάλλουσι πῶς ὑπάρχει ἁφὴ καὶ μίξις καὶ τὸ ποιεῖν καὶ πάσχειν, εἴρηται δέ, φησί, περὶ γενέσεως καὶ φθορᾶς τίνος ἐστὶ καθόλου, ἐφεξῆς δὲ λοιπὸν μετὰ τὸν καθόλου περὶ αὐτῶν λόγον θεωρητέον πῶς περὶ τὰ καλούμενα στοιχεῖά ἐστι ταῦτα, τουτέστι πῶς ὑπάρχει τοῖς στοιχείοις ἡ γένεσις καὶ ἡ φθορὰ καὶ τὰ λοιπὰ τὰ εἰρημένα. καλούμενα δὲ εἶπε, διότι οὐκ αὐτὸς ἔθετο αὐτοῖς τοὔνομα, ἀλλ’ ἐν τῇ συνηθείᾳ περιφέρεται. οὐδὲ γὰρ κυρίως ταῦτα στοιχεῖα ὀνομάζεται, ἀλλ’ ὥσπερ ἐν τῷ λόγῳ στοιχεῖα λέγεται τὰ πρώτιστά τε καὶ ἁπλούστατα καὶ ἀσύνθετα, λέγω δὲ τὰ εἰκοσιτέσσαρα στοιχεῖα, οὕτως καὶ τῶν φυσικῶν σωμάτων κυρίως στοιχεῖα ἂν λέγοιντο τὰ πρώτιστα καὶ ἁπλούστατα· ταῦτα δέ ἐστιν ὕλη καὶ εἶδος. ἢ καλούμενα αὐτὰ εἶπεν, ὡς μήπω ἀποδεδειγμένου τοῦ ταῦτα εἶναι τὰ ὕλης λόγῳ ὑποκείμενα3 τοῖς συνθέτοις πᾶσι σώμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ· τοῦτο γάρ ἐστι τὸ προκείμενον αὐτῷ κατὰ τὸ παρόν, διδάξαι τε τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως καὶ ἀποδεῖξαι ὅτι ταῦτα μόνα ἐστὶ καὶ τοσαῦτα τὰ ὀνομαζόμενα, ἐξ ὧν πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ σύγκειται.
“而剩下的则是关于物体的所谓元素进行考察。” 或者必须变换格而说成“剩下的则是关于所谓的元素[属格]进行考察”[在荷马那里也有“两座岩礁,一者通向宽广的天空”,用以代替“两座岩礁之中,一者通向宽广的天空”],或者必须从外部补充理解“在它们之中生成与毁灭是如何存在的”,以便使论述与前述内容相连续。因为对于从头重新把握的人来说,整个论述是这样的:他说,我们已经普遍地说明了,在按照本性发生变化的事物中,接触、混合以及作用和受动是如何存在的;他说,关于生成与毁灭,也已经普遍地说明了其属于什么[何种事物];而在关于它们的普遍论述之后,接下来剩下的就是考察这些东西如何关于所谓的元素而存在,也就是说,生成与毁灭以及所说的其余诸事是如何属于元素的。他说“所谓的”,是因为并非他自己把这个名称赋予它们的,而是在日常习惯中流传的。因为严格说来这些并不被称为元素,而是正如在言辞中最初的、最单纯的和未复合的东西——我是指二十四个字母[元素]——被称为元素那样,自然物体的最初且最单纯的东西也才被严格地称为元素;而这些就是质料与形式。或者他说它们是“所谓的”,是因为尚未证明这些就是在质料的比例上作为底层设定于生成与毁灭中一切复合物体之物;因为当前摆在他面前的任务,既是讲授它们彼此生成的运作方式,也是论证被命名的仅仅是这些且只有这么多,生成与毁灭中的一切事物都是由它们构成的。
- 2.0καὶ τίνα ἔχει διαφορὰν αὐτῶν. λείπει τὸ ‘ἑκάτερον’
菲洛波诺斯指出亚里士多德行文中省略了对应属格 αὐτῶν 的分配主语 ἑκάτερον,从而在句法上补足为 τίνα ἔχει ἑκάτερον αὐτῶν πρὸς ἄλληλα διαφοράν(“它们各自对彼此具有什么差异”)。
- 2.1περὶ τὰ καλούμενα στοιχεῖα
针对 θεωρῆσαι 支配宾格短语 περὶ τὰ στοιχεῖα 的句法不规则现象,注解者提出了两种解决方案:(1) 视为格的互换(πτῶσιν ἐναλλάξαντα),即用宾格代替原本的属格(περὶ τῶν... στοιχείων);(2) 从前文补出论述主题(“生成与毁灭在其中如何存在”),使 περὶ τὰ στοιχεῖα 作为状语修饰该补充内容(“关于元素而言”)。
- 2.1ὡς μήπω ἀποδεδειγμένου τοῦ ταῦτα εἶναι τὰ ὕλης λόγῳ ὑποκείμενα
由 ὡς 引导的属格绝对结构。完成时被动态分词 ἀποδεδειγμένου 与带有定冠词的不定式短语 τοῦ ταῦτα εἶναι...(中性单数属格)一致并以此短语为主语,表示主观或论理上的理由(“鉴于尚未证明这些乃是……”)。
