← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§201.22-203.16

不完全混合的案例与混合的定义

斐洛庞诺斯注解了亚里士多德《论生成与毁灭》328b8–328b22,分析了诸如锡与青铜、灰与水等介于两者之间的混合情形(“结巴且摇摆不定”者),梳理了混合的存在、本质、原因与对象,并阐释了混合的定义:即可混合之物在现实态上受到调和但在潜能上得以保存的“通过变质达成的统一”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.304

" Ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει." Ἐπεὶ οἱ ψελλίζοντες καὶ διαλέγονταί πως καὶ οὐ διαλέγονται, τῷ ἀδιαρθρώτως προφέρειν τοὺς λόγους, τοιαῦτα δέ ἐστι, φησί, τινὰ καὶ ἐπὶ τῶν πραγμάτων, ἀμυδρὰν καὶ ἀσαφῆ καὶ ἀδιάρθρωτον τὴν μίξιν ἔχοντα, τρόπον μέν τινα μιγνύμενα, τρόπον δὲ μή. εἰπὼν δὲ ὅτι ἔνια ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει, τοῦτο ἐξηγήσατο διὰ τοῦ φαίνεται γὰρ καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν θάτερον δὲ εἶδος.1 ὁ οὖν καττίτερος τρόπον μέν τινα εἶδός τι καὶ πάθος ἐστὶ τοῦ χαλκοῦ, ἐξατμιζόμενος ἐν τῇ μίξει καὶ μόνον χρωματίζων τὸν χαλκόν, οὐκ ἦν δὲ τὰ πάθη μικτὰ τοῖς ὑποκειμένοις, οὐ μὴν παντάπασι τοιοῦτος ὁ καττίτερος. διὸ καὶ εἶπε τὸ ψελλίζεται καὶ τὸ ἐπαμφοτερίζει· γίνεται γάρ τις ὀλίγη τοῦ ὑποκειμένου αὔξησις, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν εἰδῶν. ὁμοία δὲ γίνεται ἡ μίξις καὶ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος. καὶ γὰρ ἐπ’ ἐκείνων σχεδὸν μόνον χρωματίζεται τὸ ὕδωρ ὑπὸ τῆς τέφρας, αὔξεται δὲ ἐπ’ ὀλίγον· γίνεται γάρ τις τῆς τέφρας ἐν τῷ ὕδατι αὔξησις.

“因为存在之物中的某些东西彼此结巴并且摇摆不定。” 由于口吃者因吐字不清而在某种方式上既在交谈又不在交谈,他说,在事物之中也有这样的一些东西,具有微弱、模糊而不清晰的混合,以某种方式混合,但以另一种方式不混合。在说了“存在之物中的某些东西彼此结巴并且摇摆不定”之后,他通过“因为它们看起来既微微地可混合,又仿佛一者是接受者而另一者是形式”这一表述解释了这一点。因此,锡在某种方式上是青铜的一种形式和受动,在混合中蒸发而仅仅给青铜染色,而受动原本是不能与基底混合的;然而锡又绝非完全是这种东西。因此他也用了“结巴”和“摇摆不定”这样的词;因为基底确实发生某种微小的增加,而这在形式上是不存在的。类似的混合也发生在灰与水的情形中。因为在它们的情形中,水几乎只是被灰染色,却稍微有所增加;因为在水中确实发生了灰的某种增加。

§1.305

"Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις." Τουτέστιν ὅτι ἐν ὑπάρξει ἐστὶ καὶ οὐχ, ὡς τινες ἐνόμιζον, φαινομένη μόνον ἐστὶν οὐκ οὖσα δέ. καὶ τί ἐστιν. αὐτὸς ἐφεξῆς ὁρίζεται τί ἐστιν ἡ μίξις, ὅτι “τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις”, κατὰ ποιότητα ὄντων παθητικῶν καὶ ποιητικῶν, οὐδετέρου μὲν κατ’ ἐνέργειαν ἔτι μένοντος τοῦ αὐτοῦ, δυνάμει δὲ ἀμφοτέρων. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ὑποβεβλῆσθαι τοῖς μιγνυμένοις, καὶ εἶναι ἐπ’ ἴσης ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. καὶ ποῖα μικτὰ τῶν ὄντων. ὅτι οὔτε τὰ στερεὰ οὔτε πάντα τὰ ὑγρά, ἀλλ’ ὅσα ἐστὶν εὐόριστα καὶ εὐδιαίρετα, μὴ ὄντα γλίσχρα μηδὲ περιολισθαίνοντα ἐν τῇ διαιρέσει.

“因此,从所说的话来看,混合的存在也是显而易见的。” 也就是说,混合存在于现实中,而不是像某些人认为的那样仅仅是表面上呈现而实际上不存在。 “以及它是什么。”他本人接着就定义了混合是什么,即“可混合之物变质后的统一”,它们在性质上是可受动和可主动的,两者在现实态上都不再保持原样,但在潜能上两者都保持着。 “以及由于什么原因。”这是因为有一共同的质料作为底层设定于被混合之物,并且它们彼此相等地具有主动性与受动性。 “以及存在之物中有哪些是可混合的。”即既不是坚硬之物,也不是一切潮湿之物,而是那些容易界定且容易分割、非黏稠且在分割时不从周围滑落之物。

§1.306

"Ταῦτα γὰρ οὔτε ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτε ἔτι τὰ αὐτὰ ἁπλῶς εἶναι." Οὐ γάρ ἐστι φθορὰ ἡ μίξις, μένει δὲ ἀμφότερα δυνάμει μὲν ἅπερ ἦν πρὶν μιχθῆναι, ἐνεργείᾳ δὲ οὔ, ἀλλὰ κεκολασμένας ἔχοντα τὰς ἰδίας ποιότητας, δεόμενα δὲ προσθήκης ἑκάτερον κατὰ τὴν οἰκείαν ποιότητα εἰς τὸ κατ’ ἐνέργειαν γενέσθαι ὅπερ ἦν, οὐ μέντοι ὁλοκλήρου μεταβολῆς· ἡ γὰρ τοιαύτη γένεσίς ἐστι καὶ φθορά, οὐχὶ δὲ μίξις.

“因为这些东西在混合之后,既不必已被毁灭,也不必仍然纯粹是同一的。” 因为混合并不是毁灭,两者在潜能上仍然保持着混合之前的状态,但在现实态上则不然,而是使其固有的性质受到调和,各自需要按照其固有的性质进行某种添加以在现实态上变成之前所是的东西,然而并不需要完全的转变;因为那样的转变乃是生成与毁灭,而不是混合。

§1.307

"Οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν." * * * ποιοῦντα καὶ τὸν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν τίθεσθαι λέγοντα.

“它们的混合既不是结合,也不是相对于感觉[是结合]。” * * * 造成……的人,以及说任何部分都置于任何部分的旁边的人。

§1.308

"Πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν." Εἰπὼν μικτὸν εἶναι ὃ ἂν εὐόριστον ὂν παθητικὸν εἴη καὶ ποιητικὸν καὶ τοιούτῳ μικτὸν ὁποῖόν ἐστιν αὐτό, ἐπήγαγε πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν, τὸ ὁμώνυμον ἀντὶ τοῦ ‘συνώνυμον’ θείς,2 ἡ δὲ χρῆσις αὐτῷ συνήθης. εἰ γὰρ ἀμφότερα εὐόριστα καὶ ὑπ’ ἀλλήλων παθητικά, συνώνυμά ἐστι δηλονότι κατὰ τοῦτο· μικτά τε γὰρ ἄμφω καὶ τὸν λόγον ἔχοντα τοῦ μικτοῦ.

“因为可混合者是相对于同名者而言的。” 在说明了凡是容易界定而可受动且可主动的、并且能与同自身类似之物混合的乃是可混合者之后,他补充道:“因为可混合者是相对于同名者而言的”,这里他是用“同名的”代替了“同义的”;这种用法对他来说是习惯性的。因为如果两者都是容易界定的并且受彼此的作用,那么显然在这一点上它们是同义的;因为两者都是可混合的,并且具有可混合者的定义。

§1.309

"Ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις." Τουτέστι δι’ ἀλλοιώσεως ἕνωσις. ὅταν γὰρ ἀλλοιωθῇ τὰ μιγνύμενα οὕτως ὡς τὸ ἐξ αὐτῶν ἕν τι ὁμοιομερὲς ὅλον γενέσθαι, τότε ἥνωται. καὶ ὁ λόγος ἂν οὗτος εἴη μίξεως ‘ἕνωσις τῶν μικτῶν δι’ ἀλλοιώσεως’, ὡς πῇ μὲν σῴζεσθαι τὰ μιγνύμενα πῇ δὲ φθείρεσθαι, ἐνεργείᾳ μὲν οὐκ ὄντα τοιαῦτα, ὡς εἴρηται, ἀλλὰ κεκολασμένα ἐφθάρθαι δοκεῖ, μηκέτι τὴν ἀκρότητα τοῦ τοιούτου σῴζοντα εἴδους, τῷ δὲ μὴ καθ’ ὅλας αὑτὰς μεταβεβληκέναι τὰς ποιότητας, ἀλλ’ ἕνωσιν ὑπομεῖναι τούτων, ταύτῃ ὑπομένει καὶ σῴζεται.3

“混合就是可混合之物变质后的统一。” 也就是说,通过变质而达成的统一。因为当被混合之物发生变质,以致由它们生成了某种单一的同质部分构成的整体时,它们才被统一了。这也就是混合的定义:“可混合之物通过变质的统一”;从而在某种方式上被混合之物被保存,在另一种方式上被毁灭。正如所说的那样,它们在现实态上不再是这样的东西,而是经过调和而被认为已经毁灭,不再保存这种形式的极度状态;但由于它们并非在全部的性质上都发生了彻底转化,而是承受了这些性质的统一,在这一方面它们得以留存并被保存下来。

语法注3 条
  1. 1.304φαίνεται γὰρ καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν θάτερον δὲ εἶδος

    引用亚里士多德原文(328b9–10)。καί... καί... 构成并列结构,表示“既……又……”。后半句的 ὡς 表情态或外观,引导 θάτερον μὲν δεκτικὸν θάτερον δὲ εἶδος,省略了分词 ὄν,构成主格的表述结构。

  2. 1.308τὸ ὁμώνυμον ἀντὶ τοῦ ‘συνώνυμον’ θείς

    对用词的辨析。针对引文中亚里士多德使用的 ὁμώνυμον(同名者),斐洛庞诺斯指出这是用来代替 συνώνυμον(同义者,即兼具同一名称与定义的两者,在此指均可混合)。ἀντί 支配属格表示“代替”。

  3. 1.309τῷ δὲ μὴ καθ’ ὅλας αὑτὰς μεταβεβληκέναι τὰς ποιότητας, ἀλλ’ ἕνωσιν ὑπομεῖναι τούτων, ταύτῃ ὑπομένει καὶ σῴζεται

    表示原因或方式的带冠词与格不定词短语(τῷ... μεταβεβληκέναι... ὑπομεῖναι)与主句中的副词 ταύτῃ(“在这方面/因此”)相呼应,修饰主动词 ὑπομένει καὶ σῴζεται。该分句对应前面的 μέν 分句,解释了混合物如何在潜能上得以存续的依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:201.22-203.16