← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§200.18-201.21

易受界定之湿体与锡青铜的混合

注疏亚里士多德《论生成与消灭》328a35–328b6,论述了在可分割且可受动之物中,最适于混合的是容易界定的湿性事物(且须为非黏稠者),并考察了一方具有压倒性受动倾向时的锡与青铜之例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.300

" Διὸ τὰ εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά." Ἅπερ πρότερον εἶπε “διαιρετά” νῦν φησιν εὐόριστα, ὅθεν δῆλον ὅτι καὶ ἀνωτέρω “διαιρετὰ” τὰ εὐόριστα ἔλεγεν. τῶν οὖν διαιρετῶν τὰ εὐόριστα (ταῦτα δέ ἐστι τὰ ὑγρά· ὁ γὰρ λίθος διαιρετὸς μέν, οὐκ εὐόριστος δέ), ταῦτά ἐστι μικτά, διότι διαιρεῖται ῥᾳδίως, τὰ δὲ διαιρούμενα μᾶλλον μίγνυσθαι ἐλέγομεν.

“因此,在可分割且可受动之物中,容易界定之物是可混合的。” 他此前称作“可分割的”东西,现在称为“容易界定的”,由此可见,他在前面用“可分割的”所指的也就是“容易界定的”。因此,在可分割之物中,那些容易界定之物(这些也就是潮湿之物;因为石头虽然可分割,却不是容易界定的),这些是可混合的,因为它们容易分割,而我们曾说过被分割之物混合得更为充分。

§1.301

"Τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι.1" Οὗτός ἐστι, φησίν, ὁ τοῦ εὐορίστου λόγος, τὸ εὐδιαίρετον εἶναι. εὐόριστον γάρ ἐστι τὸ ῥᾳδίως τῷ περιέχοντι ὁριζόμενον, τοιοῦτον δὲ τὸ εὐδιαίρετον, οἷον τὸ ὑγρόν· τὸ γὰρ σκληρὸν οὐκ εὐόριστον.

“因为作为容易界定者之所是正是此点。” 他说,这就是容易界定者的定义:容易被分割。因为容易界定者就是容易被包围之物所界定者,而这样者就是容易被分割者,比如潮湿之物;因为坚硬之物不是容易界定的。

§1.302

"Εὐόριστον γὰρ μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἄν μὴ γλίσχρον ᾖ." Ἕτερον προσδιορισμὸν προσέθηκεν, ὅτι οὐ πᾶν ὑγρὸν μικτόν, ἀλλὰ τὸ μὴ γλίσχρον. γλίσχρον δὲ ἔλαιον ἰξὸς ὑγρὰ πίττα καὶ ὅσα τοιαῦτα· διὰ γὰρ τὴν γλισχρότητα ταῦτα καὶ τὴν εὐτονίαν δυσδιαίρετά ἐστι καὶ δυσδιαχώριστα, καὶ περιολισθαίνει αὐτοῖς τὰ ἐπιχεόμενα καὶ οὐκ ἐν τῷ βάθει χωρεῖ, διὸ οὐδὲ μίγνυται. ἧττον γάρ ἐστιν εὐόριστα τῶν μὴ γλίσχρων, διόπερ καὶ συνιόντα μίγνυται μὲν οὐδαμῶς, μόνον δὲ τὸν ὄγκον πλείονα ἐποίησεν.

“因为在可分割之物中,潮湿之物最容易界定,只要它不是黏稠的。” 他加上了另一条附加规定:并非所有潮湿之物都是可混合的,而是非黏稠者才是。黏稠之物有油、捕鸟胶、液态沥青以及所有诸如此类之物;因为由于黏稠与韧性,这些东西难以分割且难以分离,倒在它们上面的东西会从它们周围滑落而不会进入深度之中,因此它们也不混合。因为它们比非黏稠之物更不易界定,所以结合在一起时绝不混合,而仅仅是使体积变大而已。

§1.303

"Ὅταν δὲ ᾖ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἢ ἠρέμα.2" Ὅταν, φησί, τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου παθητικὸν ᾖ μόνον, μηκέτι δὲ καὶ θάτερον ὑπὸ τοῦ ἑτέρου, ἢ τὸ μὲν σφόδρα καὶ ῥᾳδίως πάσχει, τὸ δὲ μὴ ῥᾳδίως καὶ ἠρέμα, ἐπὶ τούτων φησὶν ἐν τῇ μίξει μηκέτι τὰ συναμφότερα μείζω τὸν ὄγκον ποιεῖν θατέρου, ἢ εἰ καὶ γένοιτό τις προσθήκη, ὀλίγη, ὡς τοῦ πλείονος ἀναλισκομένου,3 ὅπερ συμβαίνειν φησὶ περὶ τὸν κασσίτερον καὶ τὸν χαλκόν· ἀέριος γὰρ ὢν ὁ κασσίτερος καὶ πλήρης ἀέρος καὶ ἐπιτήδειος εἰς τὴν τούτου μεταβολήν, πᾶς ἐξατμίζεταί τε καὶ ἐξαεροῦται θερμαινόμενος ὑπὸ τοῦ πυρὸς ἐν τῇ πρὸς τὸν χαλκὸν μίξει, καὶ μόνον χρώννυσι τὸν χαλκόν, οὐ μέντοι καὶ τῷ ποσῷ τι προστίθησι. μήποτε δὲ οὐδ’ ὅλως ἐστὶ μίξις τοῦ καττιτέρου πρὸς τὸν χαλκόν, ἀλλὰ παράθεσις καὶ κόλλησις· οὐδὲ γὰρ ὑγρῷ ὄντι τῷ χαλκῷ μίγνυται οὐδὲ δι’ ὅλης αὐτοῦ χωρεῖ τῆς οὐσίας, ἀλλὰ μόνον τὴν ἐπιφάνειαν χρώννυσιν. ἔοικεν οὖν μᾶλλον εἴδει τινὶ ὁ καττίτερος ἐν ὑποκειμένῳ τῷ χαλκῷ, ὡς καὶ αὐτὸς προϊὼν λέξει.

“但当其中一者只是单独受动或极其[受动],而另一者则完全[不受动]或微弱[受动]时。” 他说,当一者仅仅受另一者的作用,而另一者不再受这一者的作用时,或者一者极其容易地受动,而另一者则不易且微弱地受动时,在这些事物上,他说在混合中两者结合在一起不再使体积大于其中一者,或者即使发生某种增加也是微小的,仿佛大部分被消耗掉了一样;他说这正是发生在锡和青铜上的情况。因为锡是空气性的,充满了空气并且适于转化为空气,在同青铜混合时受火加热,完全蒸发并转化为空气,仅仅给青铜染色,却完全没有在数量上有所增加。不过,也许〔这〕根本就不是锡同青铜的混合,而是并置与黏结;因为即使在青铜处于液态时它也不与之混合,不贯穿它的整个实体,而仅仅给表面着色。因此,正如他本人在后文将要指出的那样,锡倒更像是在作为基底的青铜之中的某种形式。

语法注3 条
  1. 1.301τὸ εὐορίστῳ εἶναι

    带与格的 τὸ εἶναι 结构,表示事物的本质或定义(即“作为……之所是”)。注疏者随即用“ὁ τοῦ εὐορίστου λόγος”(容易界定者的定义)对其进行了转述解释。

  2. 1.303τὸ δὲ πάμπαν ἢ ἠρέμα

    对照从句中谓词的省略。与前一从句中的 παθητικόν 相对照,πάμπαν 之后应补充表示否定的词(如 ἀπαθές,不受动),而 ἠρέμα 之后则补充 παθητικόν(“而另一者则完全[不受动]或微弱[受动]”)。

  3. 1.303ὡς τοῦ πλείονος ἀναλισκομένου

    带有连词 ὡς 的独立属格(genitive absolute),作状语表示说话者的主观判断、比拟或视同的理由(“仿佛大部分被消耗掉了一样”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:200.18-201.21