← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§199.9-200.17

微小分割与接触对混合的促进

针对亚里士多德关于“微小之物与微小之物并置时混合得更为充分”的论述,注疏者提出了基于比例以及能力积聚性(以重量和火为例)的诘难,随后通过论证混合依赖于对等的相互反作用与接触,阐明了细分因增加接触面而促进混合的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.299

" Καὶ μικρὰ τοῖς μικροῖς παρατιθέμενα μίγνυται μᾶλλον." Δείξας ὅτι οὔτε κατὰ παράθεσιν ἡ μίξις οὔτε τῇ εἰς μικρὰ διαιρέσει, νῦν φησιν ὅτι εἰ καὶ μὴ ἔστιν ἡ παράθεσις μίξις, συντελεῖ μέντοι εἰς τὴν μίξιν ἡ εἰς μικρὰ διαίρεσις καὶ παράθεσις· εὐκολώτερον γὰρ εἰς μικρὰ διαιρεθέντα μίγνυται τὰ μιγνύμενα. ῥᾷον γάρ, φησί, τὸ μικρὸν ὑπὸ τοῦ μικροῦ πείσεται μᾶλλον ἢ τὸ μέγα ὑπὸ τοῦ μεγάλου, τὸ δὲ πολύ, φησίν, ὑπὸ τοῦ πολλοῦ χρονιώτερον πάσχει. δοκεῖ δὲ τοῦτο ἐκβαίνειν πως τὴν ἀναλογίαν. διὰ τί γὰρ μὴ ὥσπερ ὁ αὐτός ἐστι λόγος τοῦ μορίου1 πρὸς τὸ μόριον, οὕτωσπερ ὁ τοῦ ὅλου πρὸς τὸ ὅλον, οὕτω κατὰ τὸν αὐτὸν λόγον ὁμοίως πείσεται τὸ ὅλον ὑπὸ τοῦ ὅλου, ὥσπερ τὸ μόριον ὑπὸ τοῦ μορίου; εἰ δὲ τοῦτο, οὐδὲν συμβάλλεται ἡ κατὰ μικρὰ διαίρεσις καὶ παράθεσις εἰς τὴν θάττω μίξιν. ἀλλὰ κἂν μὴ διαιρεθῇ, τὸ ὅλον δὲ τῷ ὅλῳ παρακέηται, οὐδὲν ἧττον μιχθήσονται πάσχοντα ὑπ’ ἀλλήλων. καὶ ἄλλως εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι, τοσούτῳ σφοδρότεραι καὶ ὑπερβαίνουσαι τὴν τῶν μερῶν ἀναλογίαν, ὡς δείκνυται σαφῶς ἐπὶ τῶν ῥοπῶν (διαιρούμενα γὰρ τὰ βάρη οὐ σῴζει τὴν τοῦ ὅλου ἀναλογίαν, καὶ τοῦτό ἐστιν ἐπὶ τοῦ χρυσοῦ σαφέστατον, ἀλλ’ ἐνδέοντα βάρει τινὶ τοῦ ὅλου φαίνονται τὰ μόρια· ὁμοίως πάλιν συντιθεμένων τῶν μερῶν βαρύτερον τὸ ὅλον τῆς τῶν μερῶν ἀναλογίας φαίνεται· καὶ τὸ πῦρ δὲ ὅσῳ ἀθροώτερον, θερμότερόν ἐστι, διὸ ἐν καμίνῳ μεγάλῃ ῥιφὲν ξύλον μέγα ἐξάπτεται ἀθρόως, οὐκ ἄν δὲ ἐν ἥττονι φλογὶ μικρότερον ξύλον κατὰ ἀναλογίαν τοῦτο ἄν πάθοι), εἰ τοίνυν αἱ δυνάμεις ὅσῳ εἰσὶν ἀθροώτεραι, τοσούτῳ σφοδρότεραι, ἀκόλουθον τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα.2 φαμὲν δὲ πρὸς ταῦτα, ὅτι τὸ μὲν ἐπὶ τοῦ πυρὸς παράδειγμα καὶ τοῦ ξύλου, εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ,3 διότι γένεσίς ἐστι καὶ φθορά· μόνως οὖν τοῦ πυρὸς ποιοῦντος καὶ μόνως πάσχοντος τοῦ ξύλου εἰκότως ὅσῳ ἀθροωτέρα ἡ ποιητικὴ δύναμις μᾶλλον δρᾷ, ἢ μηδ’ ὅλως ἀντιπάσχουσα ὑπὸ τούτου εἰς ὃ καὶ δρᾷ ἢ ἀμυδρότατα, μᾶλλον δὲ καὶ αὐξομένη· φθορὰ γὰρ καὶ γένεσις τὸ πρᾶγμα. τὸ δὲ ἐπὶ τῶν ῥοπῶν, οὐκ ἐναντίων ἐστὶ σύνοδος ἀλλ’ ὁμοίων, τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ προσελθὸν συμπνεῖ μᾶλλον καὶ ζωοῖ τὸ ὅλον, διότι καὶ ἡ διαίρεσις εἰς φθορὰν μᾶλλον ἐπιτηδειότερον ποιεῖ τὸ διαιρούμενον, ὡς εἴρηται ἀνωτέρω· εἰκότως οὖν καὶ ἡ ἕνωσις ζωοῖ μᾶλλον. ταῦτα μὲν οὕτως. ἐπὶ μέντοι τῶν μιγνυμένων, ἐπειδὴ ἰσοτίμως ἀντιδρῶσιν εἰς ἄλληλα τὰ μιγνύμενα, δρῶσι δὲ εἰς ἄλληλα ἁπτόμενα ἀλλήλων, ἅπτονται δὲ μᾶλλον διαιρεθέντα (ἀθρόα γὰρ ὄντα πολὺ ἔχει τὸ βάθος), εἰκότως ἄρα διαιρεθέντα μᾶλλον μίγνυται, διότι καὶ μᾶλλον ποιεῖ καὶ πάσχει. τοῦτο δὲ διότι καὶ μᾶλλον ἅπτεται· καὶ γὰρ ἐπὶ τοῦ πυρὸς τὸ αὐτὸ ξύλον θᾶττον ἄν ἔπαθε διαιρεθέν, ἐπειδὴ καὶ μᾶλλον ὡμίλει τὰ μόρια αὐτοῦ τῷ πυρί. ὥστε ἐπὶ τῶν μιγνυμένων, ἐπειδὴ δεῖ ἀμφότερα παθεῖν, δεῖ ἀμφότερα διαιρεθῆναι εἰς τὸ θᾶττον παθεῖν· τὸ γὰρ πάσχον διαιρούμενον θᾶττον πάσχει. καλῶς ἄρα εἴρηται, ὅτι διαιρεθέντα τὰ μιγνύμενα καὶ κατὰ μικρὰ παρακείμενα μᾶλλον μίγνυται.

“并且当微小之物与微小之物并置时,混合得更为充分。” 在指明了混合既非依据并置,亦非依据细分之后,他现在指出,即使并置不是混合,细分与并置对于混合确实是有所助益的;因为被混合之物在细分成微小部分时更容易混合。他说,因为微小之物受微小之物的作用,比巨大之物受巨大之物的作用更容易,而多量之物受多量之物的作用则耗时更久。但这似乎在某种程度上脱离了比例。因为,既然部分对部分的比例正如整体对整体的比例相同,为什么不会依据同一比例,整体受整体的作用正如部分受部分的作用那样同样发生呢?若是如此,按微小部分细分与并置对于加速混合就毫无贡献。即使不被细分,而是整体并置于整体旁,它们相互受动而混合也绝不会逊色。此外,如果能力越是积聚就越是强烈,乃至超出各部分的比例,正如在重量的下倾倾势上清晰表明的那样(因为重量在被分割时并不保持整体的比例,这在黄金上最为清楚,各个部分显现出缺乏整体的某种重量;同样地,反之,当各部分组合在一起时,整体显现得比各部分的比例更重;火也是越积聚就越热,因此投进大炉中的大块木头会瞬间被点燃,但在较小的火焰中,依比例较小的木头绝不会以这种方式受动)——既然能力越是积聚就越是强烈,那么顺理成章的推论反倒是未被细分之物更容易混合。对此我们回答说,关于火与木头的例子,更多的火作用更大是合乎情理的,因为这是生成与消灭;因此,由于仅仅是火在主动作用而仅仅是木头在受动,能动能力越是积聚,它受它所作用对象的反向受动要么完全没有,要么极其微弱,甚至反而有所增强,因而它作用更大是合乎情理的;因为这件事情属于消灭与生成。至于下倾倾势(重量)的例子,那并不是对立者的结合,而是同类者的结合;同类者走向同类者,便更能相与呼应并赋予整体以活力,因为分割使被分割之物更易于消灭,正如前文所说;因此,合一更赋予活力也是合乎情理的。这些情况便是如此。然而在相混合的事物上,既然相混合之物在同等地位上相互反作用,并且它们是通过相互接触而彼此作用的,而它们在被细分时接触得更多(因为积聚在一起时具有很大的深度),那么显然它们在细分时混合得更为充分,因为它们也更充分地作用与受动。这又是由于它们接触得更多;事实上在火的例子中,同一根木头若是被劈碎,也会受动得更快,因为它的各个部分与火交往得更多。因此在相混合的事物中,既然两者都必须受动,为了更快受动,两者就都必须被细分;因为受动之物在被分割时受动得更快。由此可见,说相混合之物在细分并以微小部分并置时混合得更为充分,是说得十分正确的。

语法注3 条
  1. 1.299διὰ τί γὰρ μὴ ὥσπερ ὁ αὐτός ἐστι λόγος τοῦ μορίου πρὸς τὸ μόριον, οὕτωσπερ ὁ τοῦ ὅλου πρὸς τὸ ὅλον, οὕτω κατὰ τὸν αὐτὸν λόγον ὁμοίως πείσεται τὸ ὅλον ὑπὸ τοῦ ὅλου, ὥσπερ τὸ μόριον ὑπὸ τοῦ μορίου;

    这是一个由 διὰ τί ... μή 接将来时直陈语气 πείσεται 构成的修辞反问句,带有强烈的肯定意涵(“为什么不会同样受动呢?”)。句式由双重比较结构组成:前半部分的 ὥσπερ... οὕτωσπερ... 确立了比例的均等(部分之比与整体之比相同),而主句 οὕτω κατὰ τὸν αὐτὸν λόγον... ὥσπερ... 则表明整体受整体的作用必然依循同一比例正如部分受部分的作用一样发生。

  2. 1.299καὶ ἄλλως εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι, τοσούτῳ σφοδρότεραι [...] εἰ τοίνυν αἱ δυνάμεις ὅσῳ εἰσὶν ἀθροώτεραι, τοσούτῳ σφοδρότεραι, ἀκόλουθον τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα.

    这是一个长距离的分隔结构(hyperbaton):条件从句(εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι...)被插入的长篇具体例证(重力的倾势与火)所打断,随后通过 εἰ τοίνυν 重新拾起(resumption)条件,最终引出主句的结论 ἀκόλουθον [ἐστι] τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα。其核心句法脉络是:“如果能力越积聚越强大,那么未分割者混合得更多才是顺理成章的”。

  3. 1.299τὸ μὲν ἐπὶ τοῦ πυρὸς παράδειγμα καὶ τοῦ ξύλου, εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ

    τὸ μὲν ... παράδειγμα 作为独立主格(nominativus pendens)用于句首引出话题,随后的从句 εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ 给出实质解答。它与后文的 τὸ δὲ ἐπὶ τῶν ῥοπῶν 通过 μέν ... δέ 形成呼应,系统地依次驳斥前面提出的两个反例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:199.9-200.17