- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:18.23-20.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了亚里士多德对恩培多克勒既反驳现象又自相矛盾的批判:恩培多克勒一方面否定元素的相互转变,另一方面又承认在友爱统领下形成无特性的球体、在争斗下重新产生元素,这实质上把元素的种差视为可分离的,且证明球体是无差异的基底,从而必然推导出元素间的相互转变(315a3–315a18)。
" Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐναντία λέγειν καὶ πρὸς τὰ φαινόμενα καὶ πρὸς αὑτὸν αὐτός." Εἰπὼν τί μὲν ἕπεται τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις, ὅτι τὸ μὴ διακρίνειν γένεσιν ἀλλοιώσεως, τί δὲ τοῖς πολλά, ὅτι ἕπεται μὲν τῇ ὑποθέσει αὐτῶν τὸ εἰδέναι διαφορὰν γενέσεως καὶ ἀλλοιώσεως, εἰ καὶ αὐτοὶ τοῦτο οὐκ ἐπέστησαν οὐδὲ διέκριναν γένεσιν καὶ ἀλλοίωσιν, ἰδίᾳ μὲν Ἀναξαγόρᾳ ἐνεκάλεσεν, ὅτι καὶ τὴν οἰκείαν φωνὴν ἠγνόησε τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν ὀνομάσας, ἰδίᾳ δὲ πάλιν νῦν Ἐμπεδοκλέους ἐπιλαμβάνεται ὡς καὶ τοῖς φαινομένοις καὶ ἑαυτῷ τἀναντία λέγοντος. πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῆ οὖσαν, πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἀμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὲν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ δὲ ἄλλα ἐκ τούτων, πάλιν δέ φησι τῆς φιλίας κρατούσης τὰ πάντα ἓν γίνεσθαι καὶ τὸν σφαῖρον ἀποτελεῖν ἄποιον ὑπάρχοντα, ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σῴζεσθαι ἐν αὐτῷ ἰδιότητα ἀποβάλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος· ὡς δῆλον ὅτι ἀφαιρετὰς ὑποτίθεται τὰς εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων. ἔτι δὲ καὶ ἐξ ὧν φησιν αὐτὰς γίνεσθαι, εἰσάγει ὅτι καὶ χωρίζονται.1 λέγει δὲ αὐτὰς γίνεσθαι, ἐπειδὰν τοῦ σφαίρου γενομένου καὶ πάντων εἰς αὐτὸν συνελθόντων τὸ νεῖκος κρατήσῃ πάλιν. τότε γάρ, φησίν, ἐκ τοῦ σφαίρου ἑνὸς ὄντος καὶ ἀδιαφόρου σώματος γίνεται τὰ τέσσαρα στοιχεῖα, διαφορῶν τινων δηλονότι καὶ παθῶν προσγενομένων τῷ ἑνὶ ἄλλων ἐν ἄλλῳ μέρει αὐτοῦ, αἷστισιν ἀλλήλων διορίζονται τὰ ἐξ ἐκείνου γενόμενα στοιχεῖα. ὥστε εἰ γεγόνασι, καὶ ἀφαιρεθεῖεν ἄν, καὶ μάλιστα τοῦ νείκους καὶ τῆς φιλίας ἔτι μαχομένων. ὥστε καὶ γένοιτ’ ἂν ἐξ ἀλλήλων. εἰ γὰρ μὴ διακεκριμένον μηδὲ ἀφωρισμένον ἐν τῷ σφαίρῳ τὸ τοῦ πυρὸς σῶμα ὕστερον τὰς διαφορὰς προσλαβὸν γέγονε πῦρ, καὶ αἱ διαφοραὶ αἱ τοῦ πυρός, ὡς ἐν τῷδε τῷ μέρει τοῦ σφαίρου γενόμεναι τὸ πῦρ ἐποίησαν, οὕτω καὶ ἐν ὁτῳοῦν ἄλλῳ μέρει αὐτοῦ ἠδύναντο γενέσθαι, ἐν ᾧ φέρε αἱ τοῦ ὕδατος νῦν καὶ τῆς γῆς καὶ τοῦ ἀέρος διαφοραὶ γεγόνασι, πρόδηλον ὅτι καὶ εἰς ἄλληλα πεφύκασι μεταβάλλειν. τοῦτο γάρ ἐστι τὸ δύνασθαι τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, τὸ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ἀνὰ μέρος ποτὲ μὲν τὰς τούτου ποτὲ δὲ τὰς ἄλλου τινὸς εἰδοποιοὺς διαφορὰς δύνασθαι γίνεσθαι. οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὡς αὐτὸ τὸ σῶμα τοῦ πυρὸς τὸ συνελθὸν ἐν τῇ τοῦ σφαίρου γενέσει, αὐτὸ ὕστερον τὰς διαφορὰς τοῦ πυρὸς ἐδέξατο καὶ γέγονε πῦρ. ἀποκληρωτικὸν γὰρ τοῦτο·2 ἦν γὰρ ὁ σφαῖρος ἀδιάφορον σῶμα καὶ ὁμοειδὲς αὐτὸ ἑαυτῷ, καὶ κοινὸν πάντων ὑποκείμενον. εἰ γάρ τις εἴποι μὴ δύνασθαι ἐν ὁτῳοῦν τοῦ σφαίρου μέρει τὰς ἑκάστου στοιχείου εἰδοποιοὺς διαφορὰς ἐγγίνεσθαι, δῆλον ὅτι οὐκ ἀδιάφορον ποιεῖ τὸ τοῦ σφαίρου σῶμα οὐδὲ ἕν, ἀλλ’ ἄλλας ἐν ἄλλῳ μέρει αὐτοῦ ἀποτίθεται ἰδιότητας, δι’ ἃς ἐν τῷδε μὲν πῦρ καὶ οὐδὲν τῶν λοιπῶν, ἐν ἄλλῳ δὲ ἄλλο τι συνίσταται. εἰ οὖν ἀδιάφορον παντελῶς τὸ τοῦ σφαίρου σῶμα ὑποτίθεται, καὶ ἀνὰ μέρος ποτὲ μὲν ἐπικρατεῖν τὸ νεῖκος καὶ ποιεῖν τὰ στοιχεῖα, ποτὲ δὲ τὴν φιλίαν καὶ ποιεῖν τὸν σφαῖρον, ἀνάγκη πᾶσα κατὰ ταύτας τὰς ὑποθέσεις πάντα τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα.
“因此,恩培多克勒所说的事情,似乎既与现象相悖,又与他自身相悖。” 在说明了假定一种元素的人会得出什么结论(即不区分生成与性质变化),以及假定多种元素的人会得出什么结论(即从他们的假定中必然得出知晓生成与性质变化的区别,哪怕他们自己并未注意到这一点,也未区分生成与性质变化)之后,[亚里士多德]一方面单独指责阿那克萨戈拉,因为他把生成与毁灭称为性质变化,连他自己的言辞都没有理解;另一方面如今又单独抓住恩培多克勒,指出他既与现象相悖、又与自身相悖地立论。因为一方面,他就现象而言说出了相反的话,取消了显而易见的性质变化;另一方面,就他自身而言,他声称元素是不可变的,它们自身并非彼此产生,而其他事物则由它们产生,但他又反过来主张,当友爱居于支配地位时,万物合而为一,生成了无性质的球体,以至于在其中无论是火的特有属性还是其他任何元素的特有属性都不复保全,每种元素都抛弃了其固有的形相;由此显而易见,他是把元素的种差假定为可分离的。此外,根据他声称种差得以产生的前提,他也引入了它们会被分离这一点。他声称,当球体生成且万物汇聚于其中之后,争斗再次居于支配地位时,它们便产生出来。因为他说,那时从球体这一单一且无差异的物体中产生了四种元素,显然是在这一整体的不同部分各有某些不同的种差和情状被附加于一之上,由球体产生的各种元素便通过这些种差彼此区分开来。因此,既然它们产生了出来,它们也就能被剥离,特别是在争斗与友爱仍在交战之时。从而〔元素〕也就能彼此产生。因为如果在球体中未被区分也未被界定的火之物体,是在后来接受了种差才成为火的,而火的种差既然在球体的这一个部分中产生而构成了火,同样也能够在它的任何其他部分中产生——比方说在如今水、土、气的种差所在的部分中产生——那么极其显而易见的是,〔元素〕本性上就能彼此转变。因为元素能够彼此转变,指的正是这一点:在同一个底层基质中,可以轮流地在此时产生这种元素的种差,在彼时产生某种其他元素的种差。因为根本不能说,恰恰是在球体生成中汇聚起来的火之物体本身,后来接受了火的种差而成为了火。因为这是任意而无根据的;因为球体本是无差异的物体,并且自身与自身同相,是万物共同的底层基质。因为如果有人说并非在球体的任何部分中都可能产生每种元素的种差,显而易见他就不再将球体的物体视为无差异的或一,而是在其不同部分预设了不同的特有属性,正是由于这些属性,在这一部分构成了火而没有构成其余任何东西,而在另一部分则构成了别的东西。因此,如果球体的物体被假定为全然无差异的,并且轮流地有时争斗居于优势而构成元素,有时友爱居于优势而构成球体,那么根据这些假定,一切元素彼此转变就具有完全的必然性。
"Οὐ γὰρ δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν." Ὅτε, φησίν, ἓν ἦν τὸ πᾶν, τουτέστιν ὁ σφαῖρος, οὔτε πῦρ ἦν ἐν αὐτῷ οὔτε τῶν ἄλλων οὐδὲν καθ’ ἕξιν,3 ἐπεὶ οὐκέτ’ ἂν ἦν ἕν· ἀλλὰ δῆλον ὅτι ἕκαστον τῶν στοιχείων ἐξέστη τοῦ εἶναι ὅπερ ἦν, καὶ μίαν οὐσίαν πάντα ἀπετέλεσε τὴν τοῦ σφαίρου.
“因为当火、土、水存在时,万物断然不是一。” 他说,当万物是一(即球体)时,其中既不存在处于实现状态的火,也不存在处于实现状态的其他任何东西,因为否则它就不再是一了;相反,显然每种元素都离开了它原有的存在,万物共同生成了一个实体,即球体的实体。
- 1.24ἔτι δὲ καὶ ἐξ ὧν φησιν αὐτὰς γίνεσθαι, εἰσάγει ὅτι καὶ χωρίζονται
代词 αὐτάς 为阴性宾格复数,指代前文的“元素的构成种差”(τὰς εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων)。介词短语 ἐξ ὧν 意为“从他声称它们得以产生的事由中”,之后的 ὅτι 引出作 εἰσάγει(引入)之宾语的从句(即“它们也会被分离”)。
- 1.24ἀποκληρωτικὸν γὰρ τοῦτο
形容词 ἀποκληρωτικός 指缺乏合理必然性或论据的、仅仅凭抽签般的“任意的/武断的”设定。它作为主语 τοῦτο 的表语,反驳了前述“在球体生成中聚拢的那个火之物体本身后来又重新接受了火之种差”这一缺乏依据的假定。
- 1.25καθ’ ἕξιν
短语 καθ’ ἕξιν 在此作为哲学专业表述,意为“处于具有/实现状态中”,表明火及其他元素在球体中并不是以保持其实际特有属性的方式实际存在的,而是消融为了无差异的统一实体。
