- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:198.4-199.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《论生成与消灭》328a23–328a31,指出混合的发生要求参与物必须是共享质料的流体,双方的能力必须相称均等而不能出现一方压倒另一方的情况(如一滴酒落入万桶水中),且能动者之间必须在质料上具有相互对立性,从而排除了天体与地上物的混合。
" Τῶν δὲ ποιητικῶν καὶ παθητικῶν ὅσα διαιρετά, πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν." Εἰπὼν τί τέ ἐστι μίξις καὶ τίνων, ὅτι ὁμοΰλων, ἐπεὶ οὐ πάντα τὰ ὁμόυλα μίγνυται (οὐδὲ γὰρ λίθος ξύλῳ μικτός), διὰ τοῦτο προσδιορίζεται ποῖα τῶν ὁμοΰλων ἐστὶ τὰ μιγνύμενα, ὅτι τὰ εὐδιαίρετα. εὐδιαίρετα δὲ λέγει τὰ εὐόριστα, εὐόριστα δὲ τὰ ὑγρά· ὥστε ὅσα τῶν ὁμοΰλων ἐστὶν ὑγρά, ταῦτα μίγνυται. πῶς δὲ τὰ ὑγρὰ μίγνυται ἐπάγει, ὅτι οὐχ ὡς ἔτυχεν ὄντα· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν ὑγρὸν ἐγγινόμενον ποιεῖ μίξιν. οὐδὲ γὰρ εἰ σταγὼν οἴνου, φησί, μυρίοις χοεῦσιν ὕδατος ἐμβληθῇ, μεμιγμένον ποιεῖ τὸ ὅλον· τῷ γὰρ ὑπερβάλλειν τὴν τοῦ ὕδατος δύναμιν πάσχει μόνον ἡ σταγὼν τοῦ οἴνου ὑπ’ αὐτοῦ, οὐκέτι δὲ ἰσχύει καὶ ἀντιδρᾶσαι εἰς αὐτό, ἀλλὰ παθοῦσα μόνον ἡ τοῦ οἴνου σταγὼν μεταβάλλει τὸ εἶδος, καὶ γίνεται φθορὰ καὶ γένεσις, οὐ μίξις. εἰ γὰρ καὶ πεφύκασί τινα ποιεῖν εἰς ἄλληλα, ἀλλ’ οὐχ ὡς ἔτυχεν ἔχοντα, ἀλλ’ ἔχοντα καὶ ποσόν τι σύμμετρον· δεῖται γὰρ τὰ εἴδη καὶ ποσοῦ τινος, ἵνα συστῇ, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπεν. ἐν οὖν τῇ σταγόνι εἰ καὶ ἔστι τὸ τοῦ οἴνου εἶδος, ἀλλ’ οὐκ ἔστι δυνάμει δραστήριος εἰς μυρίους χοᾶς ὕδατος. καὶ ἐξ ἀρχῆς μὲν δῆλον ὅτι μίξις τις γίνεται ἐν τῷ πλησιάζοντι μορίῳ, ὅταν δὲ ἐπὶ πολὺ διαχυθῇ ἡ σταγὼν καὶ ἀεὶ τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον ἡ ποιότης ἀμβλύνηται,1 τέλος καὶ παντελῶς μεταβάλλει. δεῖ οὖν τὰ μιγνύμενα, φησίν, ἰσάζειν πως ταῖς δυνάμεσι. καὶ καλῶς εἶπε πως· οὐ γὰρ πάντως ἴσα δεῖ εἶναι, ἀλλὰ μὴ πολὺ τὸ ἕτερον ὑπερβάλλειν. ἰσαζουσῶν οὖν πως τῶν δυνάμεων κρατεῖ κατά τι ἑκάτερον ἑκατέρου, οὐ μὴν πάντῃ φθείρει, ἀλλὰ τὰς ὑπερβολὰς κολάζει μόνον· καὶ οὕτως τὸ ὅλον γίνεται κοινόν τι ἀμφοῖν τῶν μιγέντων, οὐ μέντοι θάτερον αὐτῶν, ὥσπερ ἐπὶ τῆς ἐμβληθείσης σταγόνος. τὸ μὲν οὖν γενόμενον κοινὸν ἀμφοῖν,2 σῴζεται μέντοι δυνάμει ἑκάτερον ἐν τῷ μίγματι τὸν εἰρημένον τρόπον.
“在主动与受动的事物中,凡是可分的,多数与少数、巨大与微小结合在一起时,并不产生混合。” 在说明了混合是什么以及存在于何物之间(即存在于具有相同质料之物之间)之后,既然并非所有具有相同质料的事物都能混合(因为石头也不能与木头相混合),正因如此,他进一步规定了在同质料之物中哪些是可混合的,即那些容易分割之物。他所说的容易分割之物,是指容易界定之物,而容易界定之物就是流体;因此,同质料之物中凡是流体的,这些都能混合。接着他指明了流体是如何混合的,即并非在任何随意状态下都能混合;因为并不是任何随意之物进入任何随意流体中都能产生混合。他说,即使将一滴葡萄酒投入一万桶水中,也不会使整体成为混合物;因为由于水的能力占据压倒性优势,葡萄酒的一滴仅仅受其作用,而不再有力量反作用于水,仅仅遭受作用的葡萄酒一滴改变了其形式,产生的是消灭与生成,而非混合。因为即便某些事物本性上能相互作用,但并不是在任意状态下都能如此,而必须具有某种相称的分量;因为形式也需要某种分量才能维系自身,正如他自己在《自然哲学》中所言。因此,虽然葡萄酒的形式存在于那一滴之中,但〔那一滴〕在能力上并不能对一万桶水施加作用。起初,显然在相邻接的部分会产生某种混合,但当这一滴液体广泛散开,并且由于混入的对方体量更大而使其性质不断变钝时,最终它会彻底转化。因此他说,相混合的事物在能力上必须以某种方式保持均等。他说“以某种方式”是极为恰当的;因为它们不必在一切方面都绝对相等,而是其中一方不可过度压倒另一方。因此,当能力在某种程度上保持均等时,每一方都在某一方面胜过另一方,却绝不会彻底毁灭对方,而仅仅是抑制其过度之处;这样,整体就成为被混合之两者所共有之物,绝不是成为两者中的任何单独一方,如同那投入水中的一滴那样。因此,生成之物对两者而言是共有的,然而每一方都以所说的方式潜在地保存在混合物之中。
"Φανερὸν οὖν ἐκ τούτων, ὅτι ταῦτά ἐστι μικτὰ ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων.3" Δῆλον, φησίν, ἐκ τῶν εἰρημένων τίνα ἐστὶ τὰ μικτά, ὅτι ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει. τοῦτο δὲ εἶπε διὰ τὰ οὐράνια· ποιεῖ γὰρ καὶ ταῦτα εἰς τὰ τῇδε, ἀλλ’ οὐκ ἔχει ἐναντίωσιν, διότι μηδὲ κοινὴν ὕλην ἔχει. ὅσα οὖν τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει, ὑγρὰ ὄντα καὶ ἐξισάζοντά πως ταῖς δυνάμεσι, ταῦτά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα.
“因此从这些可以看出,在能动者中凡具有对立性的事物都是可混合的。” 他说,从上述讨论中可以清楚看出哪些事物是可混合的,即在能动与受动的事物中凡具有对立性的那些事物。他之所以这样说,是由于天体;因为天体也作用于此世之物,但由于根本不具有共同质料,因而不具有对立性。因此,在能动与受动的事物中,凡是具有对立性、作为流体并且在能力上以某种方式均等的事物,正是作用与受动之物。
- 1.297ἀεὶ τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον ἡ ποιότης ἀμβλύνηται
带冠词不定式的与格结构 τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον 对从句动词 ἀμβλύνηται 表示原因(“由于混入之物体量更大”)。其中 τὸ ἐμμιγνύμενον 是不定式 εἶναι 的主语,πλεῖον 是其表语补足语。
- 1.297τὸ μὲν οὖν γενόμενον κοινὸν ἀμφοῖν
该句以实体化分词 τὸ γενόμενον 为主语,以 κοινὸν ἀμφοῖν 为表语补足语,省略了系动词 ἐστί。它通过小词 μέν... μέντοι 与后半句 σῴζεται μέντοι δυνάμει ἑκάτερον 构成对照(“生成之物虽对两者共有,但每一方仍潜在地得以保全”)。
- 1.298ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων
属格 τῶν ποιούντων 是依附于关系代词 ὅσα 的部分属格(意为“在主动者中凡具有对立性的那些事物”),而非修饰 ἐναντίωσιν(“主动者的对立”)。
