← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§196.20-198.3

分割论的否定与真正混合的条件

注解亚里士多德328a15–328a22,完结了通过分割实现混合的否定论证,并基于主动、受动及共享质料阐明了真正混合的本质与条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.293

" Οὔτε τῇ διαιρέσει." Κατὰ κοινοῦ τὸ ‘οὐ μεμιγμένον’. ἐπὶ τὸν ἕτερον δὲ τρόπον μεταβέβηκεν, τὸν ὁτιοῦν λέγοντα παρ’ ὁτιοῦν εἶναι τὴν μίξιν, ὃν καὶ αὐτὸν συμβαίνει γίνεσθαι τῇ κατὰ μικρὰ συνθέσει. δεδομένου γὰρ τοῦ ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν κεῖσθαι· ἀδύνατον γὰρ εἰς ἄτομα διαιρεθῆναι τὸ συνεχές. ὥστε συμβήσεται καὶ τοῦτον τῇ κατὰ μικρὰ παραθέσει γίνεσθαι, ὅπερ ἄτοπον πρὸς τῷ, ὡς ἤδη εἶπον, καὶ τῇ ἀναστοιχειώσει μὴ σῴζειν τὴν τῶν μιγνυμένων φύσιν, ὅπερ ἔδει.1

“也不是通过分割。” “没有被混合”应当共同理解。他进而转向了另一种方式,即主张混合是任何部分与任何部分相并置的那种方式,而这种方式本身也是通过微观尺度上的结合而产生的。因为既然假定了物体是可以无限分割的,任何部分与任何部分相并置就是不可能的;因为连续体不可能被分割为不可分者。因此,这种方式最终也会通过微观尺度上的并置而产生,正如我已经说过的,这除了由于还原为元素而未能保全被混合之物的本性(而这本是应当保全的)之外,也是荒谬的。

§1.294

"Ἢ οὖν οὐκ ἔστι μίξις, ἢ λεκτέον τοῦτο πῶς ἐνδέχεται γενέσθαι πάλιν." Ἦν ἡ ὅλη τοῦ συλλογισμοῦ ἔφοδος τὸ ‘εἰ ἔστι μίξις, ὁμοιομερῆ δεῖ εἶναι τὰ μόρια τοῦ μιγνυμένου’. δύο οὖν τρόπων ὑποκειμένων μίξεως, ἀνῄρητο ἑκάτερος, τῷ μηδέτερον δύνασθαι σῴζειν ὁμοιομερῆ τῶν μιγνυμένων τὰ μόρια. τούτου οὖν δειχθέντος, φησίν, ἀκολουθήσει τὸ ἢ μηδ’ ὅλως εἶναι μίξιν, ἢ ἕτερόν τινα εἶναι τρόπον μίξεως παρὰ τοὺς εἰρημένους. τὸ δὲ πάλιν προσέθηκεν, ὅτι τὸ αὐτὸ τοῖς ἐπὶ τῶν πρώτων ἐποίησεν· ἀνελὼν γὰρ τὰς προκαταβεβλημένας δόξας, αὐτὸς ἔδειξε πῶς ἕκαστον αὐτῶν γίνεται.

“因此,或者根本没有混合,或者必须重新说明这如何能够产生。” 整个三段论的立论基础是“如果存在混合,被混合之物的各微小部分就必须是同质部分”。因此,既然设定了两种混合方式,而两者都无法保全被混合之物的微小部分为同质部分,每一方式便都被驳倒了。因此他说,在这一点被证明之后,结论必然是:要么根本不存在混合,要么在所说的那些方式之外还存在某种别的混合方式。而他之所以加上“重新”,是因为他做出了与在处理最初论题时相同的事情:因为在驳倒了预先提出的见解之后,他亲自指明了它们各自是如何产生的。

§1.295

"Ἔστι δή, ὡς ἔφαμεν, τῶν ὄντων τὰ μὲν ποιητικὰ τὰ δὲ ὑπὸ τούτων παθητικά." Ἀνελὼν τὰς ψευδεῖς περὶ μίξεως ὑπονοίας, καὶ βουλόμενος λοιπὸν εἰπεῖν τί τέ ἐστιν ἡ μίξις καὶ πῶς γίνεται, ἀναμιμνῄσκει ἡμᾶς τῶν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένων, ὅτι ταῦτα τῶν ποιούντων καὶ ἀντιπάσχει ὅσα τῆς αὐτῆς ὕλης κοινωνεῖ ἀλλήλοις, ταῦτα δὲ τῶν ποιούντων οὐκ ἀντιπάσχει ὅσα μὴ κοινὴν ἔχει ὕλην. ἐπεὶ οὖν τὰ μιγνύμενά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα εἰς ἄλληλα, ποιεῖ δὲ καὶ πάσχει εἰς ἄλληλα τὰ ὁμόυλα, ταῦτα ἂν μιγνύοιτο ἀλλήλοις τὰ τῆς αὐτῆς ὕλης μετέχοντα. ὥστε τοῦτό ἐστι μίξις, ἡ τῶν ὁμοΰλων εἰς ἄλληλα ποίησις.

“那么,如我们所说,在存在者之中,有些具有主动性,有些则承受这些的作用。” 在驳斥了关于混合的错误猜测之后,他接下来希望说明混合究竟是什么以及它是如何产生的,于是他提醒我们想起关于主动与受动所说过的论点:即在主动者之中,彼此共享相同质料的那些也相互遭受反作用,而在主动者之中,没有共同质料的那些则不承受反作用。既然被混合之物是彼此相互作用与受动之物,而具有相同质料之物相互作用与受动,那么分享相同质料的那些物就会彼此相混合。因此,混合就是这个:具有相同质料之物彼此之间的相互作用。

§1.296

"Τούτων μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδὲ ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασιν." Τούτων, φησί, τῶν μὴ ὁμοΰλων καὶ διὰ τοῦτο μηδὲ ἀντιπασχόντων ἐν τῷ ποιεῖν μίξις οὐκ ἔστι. καὶ διὰ τοῦτο, φησίν, οὔτε ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸ σῶμα μίγνυται αὐτῷ· οὐ γάρ ἐστιν ὁμόυλος ἡ ἰατρικὴ τῷ σώματι·2 ἐν ψυχῇ γὰρ αἱ ἐπιστῆμαι. διὰ τοῦτο οὖν ὑγιάζουσα τὸ σῶμα ἡ ἰατρικὴ οὐ μίγνυται αὐτῷ, εἴ γε μίγνυται τὰ ἀντιπάσχοντα ὑπ’ ἀλλήλων, ἀντιπάσχει δὲ τὰ ὁμόυλα. ἔχει δὲ ἡ λέξις δύσκολόν τι. ‘διὸ’ γάρ φησιν ‘οὔτε ἡ ἰατρικὴ μιγνυμένη ποιεῖ ὑγίειαν, οὔτε πάλιν ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασι ποιεῖ ὑγίειαν’. ἢ οὖν οὕτως ἀκουστέον ‘διὸ οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν μιγνυμένη τοῖς σώμασιν, οὔτε ἡ ὑγίεια μίγνυται τοῖς σώμασιν’, ἵνα τὸ μιγνυμένη συλληπτικῷ τρόπῳ εἰρημένον ὑπάρχῃ,3 οὐ μίγνυται δὲ δηλονότι ἡ ὑγίεια εἶδος οὖσα, εἴρηται δὲ ὅτι τὰ εἴδη οὐ μίγνυται τοῖς ὑποκειμένοις· ἢ ὑγίειαν μὲν ποιοῦσαν ληψόμεθα τὸν τῆς ὑγιείας λόγον, γινομένην δὲ τὴν ἐν τῷ σώματι, ὧν οὐδετέρα μίγνυται τῷ σώματι. ἡ μὲν γὰρ ἐν ψυχῇ τὸ εἶναι ἔχει, ἡ δὲ εἶδός ἐστι τοῦ ὑποκειμένου.

“因此,这些东西之间不存在混合;所以,医术不会〔通过混合〕产生健康,健康也不会通过与物体混合[而产生健康]。” 他说,在这些并不具有相同质料、因此在主动时不承受反作用的事物之间,不存在混合。他说,正因如此,医术在对物体发生作用时也不会与物体相混合;因为医术与物体并不具有相同的质料;因为知识存在于灵魂之中。因此,医术在使物体恢复健康时并不与物体混合,假若由彼此承受反作用的事物相混合,而同质料的事物承受反作用。然而这段文句存在某种困难。因为他说“所以,医术不会通过混合而产生健康,健康通过与物体混合也不会产生健康”。因此,或者应当这样理解:“所以,医术不会通过与物体混合而产生健康,健康也不会与物体相混合”,使得“通过混合”一词是以兼涉的方式被说出的;显然,健康之所以不混合是因为它是形式,而已经说过形式不与基底物混合。或者,我们将起作用的健康理解为健康的定义,而将生成的〔健康〕理解为在物体之中的〔健康〕,这两者都不会与物体相混合。因为前者是在灵魂中具有其存在,而后者是基底物的形式。

语法注3 条
  1. 1.293ὅπερ ἄτοπον πρὸς τῷ, ὡς ἤδη εἶπον, καὶ τῇ ἀναστοιχειώσει μὴ σῴζειν τὴν τῶν μιγνυμένων φύσιν, ὅπερ ἔδει

    短语 ὅπερ ἄτοπον 作为指代前述推论(καὶ τοῦτον τῇ κατὰ μικρὰ παραθέσει γίνεσθαι)的名词性述语句,与介词短语 πρὸς τῷ 及带冠词的不定式短语(μὴ σῴζειν)相结合,构成“除了……之外还是荒谬的”这一递进/附加结构。插入的 ὅπερ ἔδει 为宾格关系从句,表示未能实现的义务(“本应当做到的”)。

  2. 1.296ὑγίειαν μὲν ποιοῦσαν ληψόμεθα τὸν τῆς ὑγιείας λόγον, γινομένην δὲ τὴν ἐν τῷ σώματι

    动词 ληψόμεθα 支配双宾格结构:τὸν τῆς ὑγιείας λόγον 作为直接宾语 ὑγίειαν ποιοῦσαν(“起作用的健康”,阴性分词 ποιοῦσαν 修饰 ὑγίειαν)的述语性宾格(“作为健康的定义”);在后半句中,省略的 ληψόμεθα 则以[ὑγίειαν]γινομένην(“生成的[健康]”)为宾语,以 τὴν ἐν τῷ σώματι 为述语性宾格构成对偶对比。

  3. 1.296ἵνα τὸ μιγνυμένη συλληπτικῷ τρόπῳ εἰρημένον ὑπάρχῃ

    与格 συλληπτικῷ τρόπῳ 是方式与格,指修辞及语法上的兼涉/提要法(syllepsis)。菲洛波诺斯借此解释亚里士多德原文“οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδὲ ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασιν”,认为分词 μιγνυμένη 是被两个分句(医术与健康)共同支配并适用的,尽管在二者之中的句法与语义功能各有侧重。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:196.20-198.3