- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:195.5-196.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德在 328a3 中的假言三段论:如果物体是无限可分的且混合不同于单纯的结合并置,那么混合物必须处处都是同质部分,并由此驳斥了原子论者的混合学说。
" Εἰ δ’ ἐστὶ πᾶν σῶμα διαιρετόν, εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν, ὁμοιομερὲς ὁτιοῦν ἂν δέοι μέρος γίνεσθαι παρ’ ὁτιοῦν.1" Ἐντεῦθεν ἀνασκευάζει τοὺς εἰρημένους δύο τῆς μίξεως τρόπους. κέχρηται δ’ ὑποθετικῷ συλλογισμῷ τοιούτῳ· εἰ ἔστι πᾶν σῶμα σώματι μικτόν, καὶ εἰ ἔστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀκολουθήσει τὸ ὁμοιομερὲς ὁτιοῦν τοῦ μιγνυμένου γίνεσθαι μέρος. τὸ γὰρ ‘ὁτιοῦν ἂν δέοι ὁμοιομερὲς γίνεσθαι παρ’ ὁτιοῦν’ ἴσον ἐστὶ τῷ ‘πᾶν μέρος παντὶ ὁμοιομερὲς ὀφείλει ἔσεσθαι’. καὶ τὸ μὲν συνημμένον τοιοῦτον, οὗ τὸ ἡγούμενον, καθάπερ εἶπον, δύο ἐστὶν ἀξιώματα, τό τε ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετὸν καὶ τὸ ἕτερον εἶναι τῆς συνθέσεως τὴν μίξιν. δυνάμει γὰρ ἐμπεριέχεται ἐν τῷ ‘εἴπερ ἐστὶ σῶμα σώματι μικτὸν ‘ἕτερον δηλονότι τῆς συνθέσεως ἡ μίξις’· ἐν γὰρ τῇ συνθέσει ἤτοι παραθέσει οὐχ ὁτιοῦν ᾧτινιοῦν παράκειται, διαιρετοῦ ὄντος ἐπ’ ἄπειρον τοῦ σώματος. καὶ εἰ ὁμοιομερὲς ἀνάγκη εἶναι πᾶν μόριον τοῦ μιγνυμένου, οὐκ ἂν οὔτε κατὰ μικρὰ σύνθεσις εἴη ἡ μίξις, οὔτε ὁτιοῦν ᾧτινιοῦν παράκειται κατὰ τὴν εἰς τὰ ἄτομα ἀνάλυσιν· οὔτε γὰρ ὅμοιαι αἱ παρακείμεναι ἄτομοι, καὶ κεῖται ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν. πόθεν δέ; ὅτι2 τῷ ἡγουμένῳ ἕπεται τὸ ἑπόμενον, ὅτι εἰ ἕτερον τῆς συνθέσεως ἡ μίξις,3 ἡ δὲ σύνθεσις ἀνομοιομερῆ ἔχει τὰ μόρια, οὐκ ἂν ἡ μίξις ἔχοι ἀνομοιομερῆ. ὁμοιομερῆ ἄρα. ἀλλ’ οὐχ οὕτως ὁμοιομερῆ ὡς ἂν εἴποιεν οἱ τὰ ἄτομα λέγοντες. ἐπεὶ γὰρ τὰ σύνθετα ἐκ τῶν ἀτόμων μίγνυσθαι ἔλεγον (οὐ γὰρ αὐτὰς τὰς ἀτόμους), μίγνυσθαι δὲ αὐτὰ τῇ εἰς τὰ ἄτομα ἀναλύσει καὶ παραθέσει οὑτινοσοῦν ἀτόμου παρ’ ὁτιοῦν, εἶπον ἂν ὁμοιομερὲς τὸ ὅλον, μέρη λέγοντες οὐ τὰς ἀτόμους (στοιχεῖα γὰρ αὗται), ἀλλὰ τὰ συγκείμενα ἐξ αὐτῶν τοῦ ὅλου μόρια, ἐν οἷς πᾶσιν ὁμοία ἡ παράθεσις ὁρᾶται. ὅτι οὖν οὐχ οὕτως ὁμοιομερὲς τὸ μιγνύμενον, ἐκ τοῦ προειλῆφθαι ὅτι πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετὸν δῆλον, ἀλλ’ ὅτι ἀεὶ καὶ ἐπ’ ἄπειρον γινομένης τῆς διαιρέσεως πάντα τὰ μόρια ὁμοιομερῆ εὑρίσκεται. τὸ μὲν οὖν συνημμένον, ὥσπερ εἶπον, τοιοῦτον. ἡ δὲ πρόσληψις αὐτῷ γίνεται δυνάμει μὲν ἡ αὐτὴ τῷ ἡγουμένῳ τῷ ἐν τῷ συνημμένῳ, τῇ λέξει δὲ διάφορος. ἀντὶ γὰρ τοῦ προσλαβεῖν ‘ἀλλὰ μήν ἐστι πᾶν σῶμα διαιρετὸν καὶ ἄλλο μίξεως σύνθεσις’, προσλαμβάνει ἴσον δυνάμενον τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαιρεθῆναι, οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, ὧν τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαιρεθῆναι ἴσον ἐστὶ τῷ ἐπεὶ δὲ πᾶν σῶμα διαιρετόν, τὸ δὲ οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, τὸ παραληφθὲν ἐν τῷ ἡγουμένῳ ὅπερ δυνάμει περιεῖχε, τῷ εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν. τούτοις οὖν προσληφθεῖσιν ἀκόλουθον συμπέρασμα τὸ ὁμοιομερὲς εἶναι πάντῃ ἑαυτῷ τὸ μιγνύμενον, ὅπερ αὐτὸ μὲν οὐ τέθεικε δι’ ἄλλων δὲ αὐτὸ κατασκευάζει. δῆλον γάρ, φησίν, ὡς οὔτε κατὰ μικρὰ σῳζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι· σύνθεσις γάρ ἐστι καὶ οὐ κρᾶσις οὐδὲ μίξις, οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. ταῦτα δὲ δεικτικά ἐστι τοῦ ὁμοιομερὲς εἶναι τὸ μιγνύμενον· τῇ γὰρ ἀναιρέσει τοῦ ἀνομοιομερὲς τὸ ὁμοιομερὲς εἶναι εἰσάγεται. ἂν δὲ ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐδὲν συμβήσεται τούτων· οὐ γὰρ ὁμοιομερὲς τὸ ὅλον. οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον, ὅπερ εἵπετο τῷ ἀξιώματι τῷ λέγοντι ἕτερον εἶναι σύνθεσιν μίξεως.4 εἰ δὲ μὴ ἔστι τὸ ὅλον ὁμοιομερές, φαινομένη ἐστὶ καὶ οὐκ οὖσα κρᾶσις, καὶ διὰ τοῦτο τῷ Λυγκεῖ εἴη ἂν οὐ μεμιγμένον.
“如果每一个物体都是可分的,假若物体确实也可以与物体相混合,那么无论任何部分与任何部分相并置,都必定会成为同质部分。” 由此,他驳斥了前述的两种混合方式。他使用了如下的假言三段论:如果每一个物体都可以与物体相混合,并且物体是可以无限分割的,那么结论必然是被混合之物的任何部分都成为同质部分。因为“无论任何部分与任何部分相并置,都必定会成为同质部分”等同于“每一个部分对于每一个部分都必定是同质的”。而该假言命题就是如此,如我所言,它的前件是两个公理,即物体是可以无限分割的,以及混合不同于结合。因为在“假若物体确实也可以与物体相混合”之中,显然潜在地包含着“混合不同于结合”;因为在结合(即并置)中,绝不是任何部分都与任何部分相并置,因为物体是可以无限分割的。而且,如果被混合之物的每一个微小部分都必须是同质部分,那么混合既不可能是微观尺度上的结合,也不可能是通过分解为原子而使任何部分与任何部分相并置;因为相互并置的原子并不是相同的,而且已经设定物体是可以无限分割的。然而凭什么呢?因为后件是跟随前件而来的,既然如果混合不同于结合,而结合具有异质的微小部分,那么混合就不会具有异质的部分。因此它是同质部分。但并不像主张原子的人所说的那样是同质部分。因为既然他们曾主张由原子构成的复合物相互混合(因为并不是原子本身相混合),并且它们是通过分解为原子以及任何原子与任何事物的并置而相混合,他们就会说整体是同质部分,他们所说的部分不是原子(因为这些是元素),而是由它们构成的整体的部分,在所有这些部分中都可以观察到类似的并置。因此,被混合之物不是按这种方式成为同质部分,这从预先假定“每一个物体都是无限可分的”中是显而易见的,而是说,即使分割不断地、无限地进行,所有的微小部分都被发现是同质部分。因此,正如我所说的,假言命题就是如此。而他的小前提在效力上与假言命题中的前件相同,但在言辞上有所不同。因为他并没有附加“然而,每一个物体都是可分的,且结合不同于混合”,而是附加了具有同等效力的“然而,既然不可能分割为最小者,结合与混合也不是同一的”;其中“然而,既然不可能分割为最小者”等同于“然而,既然每一个物体都是可分的”,而“结合与混合也不是同一的”,〔即〕前件中所采纳的、〔前件〕所潜在包含的内容,〔等同〕于“假若物体确实也可以与物体相混合”。因此,在附加了这些之后,结论顺理成章地得出:被混合之物在各方面都与自身是同质的;对于这一结论,他并未提出它本身,而是通过其他论证来确立它。因为他说,显然不应当说被混合之物是在微观尺度上被保存着的同时被混合的;因为那是结合,而不是交融,也不是混合,而且部分也不会与整体具有相同的比例。这些论点证明了被混合之物是同质部分;因为通过否定其为异质部分,便确立了其为同质部分。但如果混合是微观尺度上的结合,这些结论就都不会成立;因为整体并不是同质部分。部分也不会与整体具有相同的比例,而这原本是跟随着主张结合不同于混合的那一公理而来的。如果整体不是同质部分,它就是表象上的交融而非真实的交融,因此对于林叩斯来说,它将是没有被混合的。
- 1.292ὁτιοῦν ἂν δέοι μέρος γίνεσθαι παρ’ ὁτιοῦν
引文中的介词短语 παρ’ ὁτιοῦν 作状语修饰,意为“无论与任何部分相并置 / 无论取何部分”。斐洛波诺斯随即将其转述为 πᾶν μέρος παντὶ ὁμοιομερὲς ὀφείλει ἔσεσθαι(“每一个部分对于每一个部分都必定是同质的”),将其理解为无论局部并置如何,整体都必须完全均质。
- 1.292ὅτι οὖν οὐχ οὕτως ὁμοιομερὲς τὸ μιγνύμενον, ἐκ τοῦ προειλῆφθαι ὅτι πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετὸν δῆλον, ἀλλ’ ὅτι
οὐχ οὕτως ... ἀλλ’ ὅτι ... 的对比结构。主句述语(δῆλον [ἐστι])位于前半部分,后半部分的 ἀλλ’ ὅτι... 则与前半段“并非以这种方式成为同质部分”相对照,作为由 δῆλον 统摄的并列从句,表示“而是[显而易见,即使无限分割,所有部分都被发现是同质的]”。
- 1.292πόθεν δέ; ὅτι τῷ ἡγουμένῳ ἕπεται τὸ ἑπόμενον, ὅτι εἰ ἕτερον τῆς συνθέσεως ἡ μίξις
设问句结构。在 πόθεν δέ;(“然而凭什么呢?”)之后接续的两个 ὅτι 构成了嵌套的解释结构:第一个 ὅτι 引导出“后件跟随前件而来是因为……”,而第二个 ὅτι 则引出充当其论据的条件句(εἰ ἕτερον...)。
- 1.292ὅπερ εἵπετο τῷ ἀξιώματι τῷ λέγοντι ἕτερον εἶναι σύνθεσιν μίξεως
中性关系代词 ὅπερ 的先行词是紧接在前的整个命题内容,即“部分具有与整体相同的比例”(τὸ ἔχειν τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον),指代从结合不同于混合这一公理中所逻辑推导出的结论。
