← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§194.16-195.4

大麦与小麦的例子与感觉混合的方式

菲洛波庞对328a1–328a2进行注解,确认了基于原子论分解的“任何部分与任何部分相并置”这一第二种混合假设,并根据文本用词论证了大麦与小麦相混合的例子所指的是第一种相对于感觉的混合而非紧邻的第二种方式,进而审视了该例子的适用性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.290

" Ἀλλ’ ἔστιν ὥστε ὁτιοῦν παρ’ ὁτιοῦν εἶναι μόριον τῶν μιχθέντων." Ἡ δευτέρα ὑπόθεσις. δῆλον δὲ ὅτι τῷ ἀναλύεσθαι τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα,1 τουτέστιν ἀτόμους, καὶ ἑκάστην ἑκάστῃ παρακεῖσθαι· ἄλλως γὰρ ἀδύνατον.

“还是以这样一种方式,即被混合之物的任何部分都与任何部分相并置?” 这是第二种假设。显而易见,[这是]通过被混合之物分解为更根本的元素(即原子),且每一个与每一个相并置[而实现的];因为除此以外是不可能的。

§1.291

"Λέγεται μὲν οὖν ἐκείνως, οἷον κριθὰς μεμῖχθαι πυροῖς καὶ τὰ ἑξῆς." Παράδειγμα τοῦ πρώτου τρόπου τίθησι, τοῦ πρὸς τὴν αἴσθησιν εἶναι τὴν μίξιν λέγοντος. δοκεῖ δὲ ὡς πρὸς τὸν δεύτερον τρόπον ταῦτα λέγειν, διὰ τὸ εἰπεῖν ὅταν ἡτισοῦν παρ’ ὁντινοῦν τεθῇ· τῇ γὰρ αὐτῇ λέξει ἐχρήσατο, ἢ καὶ ἐπὶ τοῦ δευτέρου τρόπου. οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὸν πρῶτον ταῦτα λέγει. καὶ δῆλον ἐξ ὧν φησι τὸ λέγεται μὲν οὖν ἐκείνως, δηλονότι ὡς τὸ πρότερον, οὐχ ὡς τὸ προσεχές.2 εἶπε δὲ τὸ ἡτισοῦν παρ’ ὁντινοῦν, κριθὴ δηλονότι πρὸς πυρόν, ἵνα ἑκάστην κριθὴν πυρῷ τινι ἑνὶ παρακεῖσθαι λάβωμεν, μὴ μέντοι κατὰ σωρείαν πολλὰς ἅμα κριθὰς πολλοῖς ἅμα πυροῖς. ἁρμόσει δὲ μᾶλλον τὸ ὑπόδειγμα τῷ δευτέρῳ τρόπῳ· ἐπὶ γὰρ τῶν διὰ λεπτομέρειαν ἀφανῶν (ὡς ἐπὶ τῶν ξηρίων, τῆς μίξεως τῶν ἀλεύρων τῶν ἐκ κριθῆς καὶ πυρῶν, καὶ ἄλλων τινῶν) οὐ πάντως ὁτιοῦν παρ’ ὁτιοῦν τῶν μιχθέντων κεῖται, ἀλλ’ ἐνδέχεται καί τινα ψήγματα παρακεῖσθαι ὁμοειδῆ, οἷον κρίθινα ἢ ἄλλου εἴδους.

“于是,这正是按那种方式所说的,正如大麦与小麦相混合,等等。” 他举出了第一种方式的例子,即断言混合是相对于感觉的那种方式。然而,由于他说“当任何一个与任何一个并置时”,他看起来似乎是就第二种方式而言说这些的;因为他使用了正如在第二种方式中同样的话语。其实不然,他是就第一种方式而言说这些的。这从他所说的“于是,正是按那种方式所说”中显而易见,这显然是指先前的那种方式,而不是紧接着的那种方式。他说“任何一个与任何一个”,显然是指大麦相对于小麦,以便让我们理解为每一粒大麦与某一粒小麦相并置,而绝不是以堆积的方式许多大麦同时与许多小麦[相并置]。但这个例子毋宁更适合于第二种方式;因为在因颗粒微细而不可见的事物中(如在干燥散药、大麦粉和小麦粉的混合以及其他某些事物中),未必被混合之物的任何部分都与任何部分相并置,而是也有可能并置着某些同类的碎屑,例如大麦的或另一种类的碎屑。

语法注2 条
  1. 1.290τῷ ἀναλύεσθαι τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα

    带冠词不定词的与格,表示手段或方式。承接前文“这是第二种假设”的界定,说明该假设通过何种机制得以成立。

  2. 1.291λέγεται μὲν οὖν ἐκείνως, δηλονότι ὡς τὸ πρότερον, οὐχ ὡς τὸ προσεχές

    关于指示副词 ἐκείνως(“按那种方式”)之指代对象的判断。菲洛波诺斯认为远指词指代的是此前讨论的第一种方式(τὸ πρότερον,即相对于感觉的混合),而非紧接在上文中的第二种方式(τὸ προσεχές)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:194.16-195.4