← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§192.19-194.15

基于微小并置的两种错误混合说的驳斥

在亚里士多德推进至混合的定义之际(327b31),斐洛庞奴斯剖析了两种错误的混合学说(因微小并置而在感觉上显出的混合,以及德谟克利特式的分解为原子的并置),并阐明亚里士多德如何依据“连续体的无限可分性”与“混合与结合之区别”这两条公理对它们逐一进行驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.289

" Τὸ συνεχὲς δὲ τούτοις ἀπόρημα διαιρετέον." Τὸ διαιρετέον ἀντὶ τοῦ διοριστέον, ἢ οἱονεὶ καὶ αὐτὸ κατὰ διαίρεσιν ἀπορητέον.1 ζητεῖ γὰρ λοιπὸν ἐφεξῆς τί ποτέ ἐστιν ἡ μίξις, καὶ προάγει κατὰ διαίρεσιν τὸν λόγον. ὑποτίθεται γὰρ δύο τρόπους μίξεως, ἕνα μὲν ὡς πρὸς τὴν αἴσθησιν εἰς μικρὰ κατακερματιζομένων τῶν μιγνυμένων καὶ παρακειμένων ἀλλήλοις τῶν μορίων ὥστε διὰ τὴν σμικρότητα τῶν μορίων συναίσθησιν μὴ εἶναι τῆς παραθέσεως, ἀλλὰ δοκεῖν μίξιν καὶ κρᾶσιν εἶναι, ὥσπερ εἴ τις σεμίδαλιν λεπτὴν ἐκ πυρῶν μίξει ἀλεύρῳ κριθῆς· παραθέσεως γὰρ ἐν τούτοις οὔσης, διὰ τὸ τῆς σμικρότητος τῶν μορίων μὴ ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν δόξει κρᾶσίς τις εἶναι καὶ ὁμοιομερὲς εἶναι τὸ πᾶν. οὕτως ἔχει καὶ ἐπὶ τῶν ξηρίων, οἷον τοῦ ἐξαείδου. ἕνα μὲν οὖν μίξεως τρόπον τοῦτον ὑποτίθεται, καθ’ ὃν σῴζεται μὲν τὰ εἴδη τῶν μιγνυμένων, ἀνεπαίσθητα δὲ γίνεται τῇ σμικρότητι τῆς παραθέσεως· δεύτερον δὲ οὐκέτι σῳζομένου τοῦ εἴδους τῶν μιγνυμένων, ἀλλ’ ἀναλυομένων αὐτῶν εἰς τὰ ἐξ ὧν σύγκεινται, καὶ οὕτως τῶν στοιχείων αὐτῶν παρακειμένων ἀλλήλοις, ὅπερ ἔλεγον οἱ τὰ ἄτομα ὑποτιθέμενοι· ἀναλυομένου γὰρ τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος εἰς τὰς ἀτόμους ἐξ ὧν σύγκειται, εἶτα ἐκείνων ἀλλήλαις συντιθεμένων ὡς ἑκάστην πυρὸς ἄτομον παρακεῖσθαι ἀτόμῳ ὕδατος, οὕτω τὴν κρᾶσιν γίνεσθαι, ὥσπερ ἂν εἰ οἱ λίθοι, ἐξ ὧν τὸ θέατρον εἰ τύχοι καὶ ἡ οἰκία σύγκειται, ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοῦ θεάτρου ἕκαστος παρ’ ἕκαστον παρακέοιτο.2 Τούτων τῶν ὑποτεθέντων τῆς μίξεως τρόπων ἑκάτερον ἐλέγξας, οὕτως αὐτὸς τὸν ἀληθῆ ὑποτίθεται. κέχρηται δὲ πρὸς τὸν ἔλεγχον δύο ἀξιώμασιν, ἑνὶ μὲν ὅτι ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἑτέρῳ δὲ ὅτι [τὸ] πᾶν σῶμα ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἁπλῶς πᾶν τὸ συνεχές, ὧν τὸ μὲν ὅτι τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν ἔχει προαποδεδειγμένον ἐν τῇ Φυσικῇ, τὸ δὲ ὅτι ἡ μίξις ἕτερον τῆς συνθέσεως ὡς ἀξίωμα κοινὸν καὶ πᾶσιν ὁμολογούμενον ἔλαβεν. οὐδεὶς γὰρ λέγει ἐπὶ τοῦ κράματος ὅτι σύγκειται ὁ οἶνος καὶ τὸ ὕδωρ, ἀλλ’ ὅτι μέμικται καὶ κέκραται, οὐδ’ ὅτι ἡ οἰκία κρᾶσίς ἐστι λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν, ἀλλ’ ὅτι σύνθεσις, ὡς ἅτε δὴ εἰδότων ἡμῶν ἑτέραν οὖσαν τῆς συνθέσεως τὴν μίξιν καὶ τὴν κρᾶσιν. ἑκατέρῳ οὖν τῶν ἀξιωμάτων ἑκατέραν τῶν ὑποθέσεων ἀναιρεῖ, διὰ μὲν τοῦ λέγοντος ἐπ’ ἄπειρον εἶναι πᾶν τὸ συνεχὲς διαιρετὸν ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡ μίξις τοιαύτη3 οἵαν ἔλεγον οἱ τῇ εἰς τὰ στοιχειωδέστερα ἀναλύσει, τουτέστι τὰ ἄτομα, καὶ τῇ τούτων οὑτινοσοῦν παρ’ ὁτιοῦν παραθέσει τὴν μίξιν γίνεσθαι λέγοντες, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. εἰ γάρ ἐστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κεῖσθαι· ἀεὶ γὰρ τὰ παρακείμενα ἀλλήλοις μόρια διαιρετὰ ὄντα οὐκ ἔχει ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κείμενον. διαιρεθέντος γὰρ τοῦ μορίου εἰς τρία τὸ μεταξὺ τμῆμα εἰλικρινῶς ἐστι μὴ ἔχον ἑαυτῷ ἑτεροφυὲς παρακείμενον. ὥστε εἰ μὲν ἦν εἰς ἄτομα ἡ διαίρεσις, ἀναστοιχειουμένων τῶν μιγνυμένων δυνατὸν ἦν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι· ἐπειδὴ δὲ πᾶν τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἀδύνατον ἄρα ἐστὶν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι. καὶ ἄλλως εἰ δέδεικται ὅτι δεῖ τὴν μίξιν μὴ φθειρομένων γίνεσθαι τῶν μιγνυμένων, ἀδύνατον ἄρα τῇ εἰς τὰ ἄτομα ἀναλύσει τὴν μίξιν γίνεσθαι· οὕτω γὰρ ἂν φθείροιτο καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μιγνύμενα· οὐ γάρ ἐστιν ἑκάστη σφαιρικὴ ἄτομος πῦρ, ἀλλ’ ἡ τούτων σωρεία. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὕδατος. ὥστε εἰ ἀναλύοιτο τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, φθείροιτο ἄν· δεῖ δὲ τὴν μίξιν ὄντων τινῶν εἶναι, οὐ φθειρομένων. Οὕτω μὲν οὖν διὰ τοῦ ἑνὸς τῶν ἀξιωμάτων τὴν μίαν τῶν ὑποθέσεων ἀνεῖλεν, ὁμοίως δὲ καὶ τὴν ἑτέραν διὰ τοῦ ἑτέρου ἀναιρεῖ ἀξιώματος. εἰ γὰρ ἕτερον συνθέσεως μίξις, οὐκ ἂν εἴη πρὸς τὴν αἴσθησιν ἡ μίξις. εἰ γὰρ κατὰ μικρὰ εἴη παρακείμενα, ὥστε μὴ ὑποπίπτειν τῇ αἰσθήσει τὴν παράθεσιν διὰ τὴν σμικρότητα, σύνθεσις ἂν εἴη καὶ παράθεσις, οὐ μίξις. οὐδὲ γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν σμικρότητα τὰ παρακείμενα μίξις ἂν εἴη, ἀλλὰ διὰ τὸ παρακεῖσθαι καὶ μὴ κεκρᾶσθαι, κἂν μὴ τῇ αἰσθήσει φαίνηται, οὐκ ἂν εἴη μίξις. ἄλλως τε εἰ πρὸς τὴν αἴσθησιν ἡ μίξις, τὸ αὐτὸ ἄλλῳ μὲν ἂν εἴη μεμιγμένον, τῷ μὴ ὀξὺ ὁρῶντι, ἄλλῳ δέ, οἷον τῷ Λυγκεῖ, οὐ μεμιγμένον, ὃς διὰ τὴν τῶν ὄψεων ὀξύτητα καὶ κατὰ γῆς ὁρᾶν λέγεται. οὕτω δ’ ἂν ἐν σχέσει τὸ εἶναι ἔχοι ἂν ἡ μίξις, οὐ φύσει, ὅπερ ἄλογον· τὰ γὰρ μεμιγμένα, κἂν μηδεὶς ᾖ ὁ κρίνων, μεμιγμένα δηλονότι ἐστίν.

“与这些相连续的疑难必须予以区分。” “必须予以区分”是代替“必须予以界定”,或者仿佛这个疑难本身也必须按照区分来进行探讨。因为他接下来探求混合究竟是什么,并按照区分推进论述。因为他设定了两种混合方式:其一是相对于感觉的混合,即当被混合之物被碎裂成细小部分且各部分彼此并置,以致由于各部分的微小而不能对并置产生共同感觉,反而看起来像是混合与调配,正如有人将小麦制成的精细面粉与大麦粉相混一样;因为在这些事物中尽管存在并置,但由于感觉无法把握各部分的微小,便会显得是某种调配且全体显得是同质部分的。在干燥散药(例如六味药散)的情形中也是如此。因此,这是他所设定的混合方式之一,按照这种方式,被混合之物的形式得以保全,却因并置的微小而变得不为人所感知;第二种方式则是被混合之物的形式不再得以保全,而是分解为构成它们的成分,且它们的这些元素本身就这样彼此并置,这正是那些设定原子的人所主张的;因为火与水分解为构成它们的原子,然后那些原子彼此组合,以致每一个火的原子都与水的原子并置,调配便以此方式产生,正如构成譬如剧场和房屋的石块(当房屋和剧场被拆散时),每一块都与另一块相互并置一样。 在驳斥了所设定的这些混合方式中的每一种之后,他自己才确立真正的方式。他运用了两个公理进行驳斥:其一是混合不同于结合;其二是任何物体都是无限可分的,简言之任何连续体都是如此;其中关于连续体无限可分这一点,他已在《物理学》中预先证明了,而关于混合不同于结合这一点,他是作为一个共同且被所有人认可的公理来采纳的。因为在调配物的情形中,没有人会说酒与水是结合在一起的,而是说它们被混合且调配了;也没有人会说房屋是石块、木料以及其余材料的调配物,而是说它是结合物,正如我们确实知晓混合与调配不同于结合一样。因此,他用这两个公理中的每一个废除了两个假设中的每一个:通过那条断言任何连续体都是无限可分的公理,他废除了混合是像那些主张通过分解为更根本的元素(即原子)并通过其中任何部分与任何部分的并置而产生混合的人——即德谟克利特派——所说的那样〔这一说法〕。因为如果物体是无限可分的,那么任何部分与任何部分并置便是不可能的;因为彼此并置的部分既然永远是可分的,就不具有任何部分与任何部分并置的情形。因为当一个部分被分为三份时,中间的部分是纯粹的,自身旁边并没有相并置的异质部分。因此,如果划分是划分成原子,当被混合之物分解为元素时,任何部分与任何部分相并置原本是可能的;然而既然任何连续体都是无限可分的,那么任何部分与任何部分相并置便是绝不可能的。此外,如果已经证明混合必须在被混合之物未遭消灭的情况下产生,那么通过分解为原子而产生混合便是绝不可能的;因为以此方式,被混合的火与水都将被消灭;因为每一个球形原子并不是火,它们的堆积才是火。水的情形亦同样如此。因此,如果被混合之物分解为更根本的元素,它们就会被消灭;但混合必须是某些存在之物的混合,而不是被消灭之物的混合。 因此,他正是通过公理之一废除了假设之一,同样他也通过另一公理废除了另一假设。因为如果混合不同于结合,混合便不可能相对于感觉而存在。因为即便它们是细小地并置着,以致并置因其微小而不落入感觉之中,这也将是结合与并置,而非混合。因为并非由于因微小而看不见并置之物它就是混合,而是由于它们仅仅是并置而未被调配,即便未向感觉显现,它也不是混合。更何况,如果混合是相对于感觉的,那么同一事物对于视力不敏锐的人来说将是被混合的,但对于另一个人(例如吕纽克斯)来说则不是被混合的,据说吕纽克斯因目力敏锐甚至能看透地下。这样一来,混合的存在就将建立在关系之中,而非出于本性,这是荒谬的;因为被混合之物即使没有任何人在作判定,显然也依然是被混合的。

语法注3 条
  1. 1.289Τὸ διαιρετέον ἀντὶ τοῦ διοριστέον, ἢ οἱονεὶ καὶ αὐτὸ κατὰ διαίρεσιν ἀπορητέον.

    此处对动形词 διαιρετέον(“须予以区分”)给出了两种解释。第一种将其等同于 διοριστέον(“须予以界定/确立”);第二种则按字面取义,指“应当通过划分(διαίρεσις)这一逻辑方法来进行设疑与探讨(κατὰ διαίρεσιν ἀπορητέον)”。随后的说明 ζητεῖ γὰρ λοιπὸν ἐφεξῆς ... καὶ προάγει κατὰ διαίρεσιν τὸν λόγον(按区分推进论述)支持了第二种取法。

  2. 1.289ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοῦ θεάτρου ἕκαστος παρ’ ἕκαστον παρακέοιτο

    句子的骨干结构为 ὥσπερ ἂν εἰ οἱ λίθοι ... ἕκαστος παρ’ ἕκαστον παρακέοιτο(正如诸石材……每一块都与另一块相互并置一样),中间插入了属格独立结构 ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοῦ θεάτρου(当房屋和剧场被拆散时)。单数主格 ἕκαστος 作为部分同位语修饰复数主语 οἱ λίθοι,并统领单数希求法谓语动词 παρακέοιτο。

  3. 1.289ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡ μίξις τοιαύτη

    ὅτι 引导的名词性从句作为动词 ἀναιρεῖ(“废除/驳斥”)的宾语,在晚期注疏希腊语中表示“驳斥……这一命题”(相当于 ἀναιρεῖ τὸ λέγειν ὅτι)。其后接的各分词短语直至 οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον 详细展开了所驳斥的德谟克利特派观点的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:192.19-194.15