- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:190.22-192.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论述了不可分离的性质(如白与知识、蜂蜜中的甜与黄)不能发生混合,进而阐明亚里士多德通过潜在与现实的区分解开混合疑难(混合成分在潜在上得以保全,但在现实上并不存在)。他还指明被混合之物具有能够由自身独立自存和重新分离的特征,成分以受到抑制的形式内在存在,并由此批判了阿那克萨戈拉“万物同在”的学说。
" Ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν τε καὶ τὴν ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδ’ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν." Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ ἀμφότερα σῴζεσθαι. οὐδὲ γὰρ ἐπειδὴ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐστι ζῴῳ τό τε λευκὸν καὶ ἡ ἐπιστήμη μίγνυσθαι ἂν λέγοιντο·1 σῴζονται γὰρ ἄμφω ἀπαθῆ ὑπ’ ἀλλήλων. προσέθηκε δὲ καὶ τοῦτο τὸ παράδειγμα εἰς τὸ δεῖξαι ὅτι οὐκ ἂν μιγνύοιντο ταῦτα, κἂν ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ᾖ τὰ μήτε ποιοῦντα μήτε πάσχοντα εἰς ἄλληλα μήτε χωριστὰ ὄντα. λάβοις δ’ ἂν κυριώτερον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ, ἐν ᾧ δύο πάθη, τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι ὄντα. ταῦτα οὖν οὐκ ἂν μίγνυσθαι λέγοιτο, σῳζόμενα τε ἄμφω καὶ μὴ χωριστὰ ὄντα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα· δεῖ γὰρ τὰ μιγνύμενα τοιαῦτα εἶναι. οὐδὲν οὖν τῶν μὴ πεφυκότων καθ’ αὑτὰ ὑφίστασθαι μίγνυσθαι ἂν λέγοιτο, καὶ διὰ τοῦτο οὔτε ἡ ποιότης τῷ ὑποκειμένῳ μίγνυται (οὐ γὰρ χωριστὴ ἡ ποιότης), οὔτε τῇ ὕλῃ τὸ εἶδος· οὐδέτερον γὰρ χωριστόν. ἔχεις δὲ ἐντεῦθεν ἕν τι χαρακτηριστικὸν ἰδίωμα τῶν μικτῶν, ἤτοι οἷς ὑπάρχει ἡ μίξις, τὸ δεῖν αὐτὰ δύνασθαι ὑποστῆναι καθ’ αὑτά· ἐφεξῆς δὲ τελείως τὰ χαρακτηριστικὰ αὐτῶν ἐκθήσεται.
“然而,白与知识确实不可能被混合,任何其他不可分离之物也是如此。” 这也是两者都得以保全的例证。因为并非由于白与知识在同一动物之中,它们就会被说成是混合的;因为两者都得以保全,不受彼此的作用。他增加这个例证也是为了表明,这些既不相互作用或受动、又不可分离的事物,即便在同一个基底之中,也不会混合。人们还可以在同一个基底中举出更恰当的[例子],其中有两个受动性质,即存在于蜂蜜中的甜与黄。那么,这些便不会被说成是被混合的,因为两者都得以保全,并且既不可分离,也不能由自身独立自存;因为被混合之物必须是这样的。因此,凡在本性上不能由自身独立自存之物,都不能被说成是被混合的;正因如此,性质既不与基底混合(因为性质是不可分离的),形式也不与质料混合(因为两者都不是可分离的)。由此,你得到了被混合之物、亦即混合所属于之物的一个特征性固有属性,即它们必须能够由自身独立自存;接下来他将完备地阐述它们的特征。
"Ἐπεὶ δ’ ἐστὶ τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ τῶν ὄντων." Ἐντεῦθεν ἡ τῶν ἀποριῶν ἐπίλυσις. ἐπεὶ οὖν, φησίν, ἐστὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, δυνατὸν καὶ εἶναί πως καὶ μὴ εἶναι τὰ μιχθέντα· τὸ γὰρ ἀποτελεσθὲν δυνάμει μέν ἐστιν ἑκάτερον ἐξ ὧν μέμικται, ἐνεργείᾳ δὲ οὐδέτερον. ὥστε λέλυνται αἱ ἀπορίαι, πῇ μὲν σῳζομένων τῶν μιχθέντων πῇ δὲ οὔ· τοῦτο γὰρ καὶ ἐβούλοντο αἱ ἀπορίαι, καὶ σῴζεσθαι αὐτὰ καὶ μὴ σῴζεσθαι.
“然而,既然存在者中有的是潜在的,有的是现实的。” 从这里开始是对诸疑难的解决。他说,既然有潜在者和现实者,被混合之物便可能以某种方式存在,又以某种方式不存在;因为生成之物潜在地是构成它的每一成分,但在现实上哪一个都不是。从而诸疑难得以化解,被混合之物在某种程度上得以保全,在某种程度上则没有;因为诸疑难所要求的正是这一点:它们既得以保全,又未得以保全。
"Φαίνεται δὲ τὰ μιγνύμενα πρότερόν τε ἐκ κεχωρισμένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι πάλιν." Τούτοις, φησίν, ὑπάρχει ἡ μίξις, ἅτινα αὐτά τε καθ’ ἑαυτὰ προϋφέστηκε καὶ μετὰ τὴν μίξιν πάλιν χωρίζεσθαι πέφυκεν, οὐ τοῦτο δὲ ὅτι ἐνεργείᾳ ὑπάρχοντα ἐν τῷ πράγματι τὰ μιχθέντα, οὕτω πάλιν χωρίζεσθαι δύναται (οὐκ ἂν γὰρ οὐδὲ μεμιγμένα ἦν, εἰ ἦν ἐνεργείᾳ ἔτι καὶ ἄνευ μεταβολῆς τινος), ἀλλ’ ἢ τοῦτό φησιν ὅτι πέφυκε τὰ κεκραμένα, διὰ τὸ μὴ τὸ τέλειον εἶδος ἀπολέσαι ἀλλὰ μόνον τὸ εἰλικρινές, διά τινων διακριτικῶν τε καὶ ἀλλοιωτικῶν ὀργάνων ὁλόκληρον πάλιν τὸ οἰκεῖον εἶδος ἀπολαβεῖν. φασὶ γοῦν διὰ τῶν καλουμένων ἐν τῇ συνηθείᾳ στρατιωτῶν ποταμοῦ διηθούμενον τὸν κεκραμένον οἶνον διακρίνειν τοῦ ὕδατος τὸν οἶνον· ἀνιμᾶσθαι γὰρ μόνον τὸ ὕδωρ, καὶ μάλιστα ὅταν ᾖ παχύτερος ὁ οἶνος. ἢ τοίνυν τοῦτό φησι τὸ δυνάμενα χωρίζεσθαι πάλιν, ἢ εἴ τῳ τοῦτο ἀδύνατον εἶναι δοκεῖ, μὴ ἂν τὰ κεκραμένα ἀκριβῶς δύνασθαι χωρισθῆναι πάλιν, τὸ δυνάμενα χωρίζεσθαι ἀκουσόμεθα2 τὰ πεφυκότα ὅσον ἐφ’ ἑαυτοῖς3 δυνάμενα πάλιν καθ’ ἑαυτὰ ὑποστῆναι, εἴ γέ τις ἦν διακριτικὴ αὐτῶν δύναμις. τοῦτο μὲν οὖν, ὥσπερ ἤδη εἴπομεν, ἕν τί ἐστι χαρακτηριστικὸν ἰδίωμα τῶν ἐν οἷς ὑπάρχει ἡ μίξις, ἅτινα, φησίν, ἐν τῇ μίξει οὔτε διαμένουσιν ἐνεργείᾳ οὕτως ὥσπερ τὸ σῶμα καὶ ἡ λευκότης ἡ ἐν αὐτῷ, οὔτε μὴν φθείρεται οὔτε θάτερον οὔτε ἀμφότερα. ταύτῃ τε καὶ τῆς γενέσεως καὶ ἀλλοιώσεως διαφέρει ἡ μίξις. οὐδὲ γάρ ἐστι χωριστὸν τῆς ὕλης τὸ εἶδος, οὐδ’ οὕτως ἐστὶ δυνάμει ἐν τῷ κράματι τὰ ἐξ ὧν, ὡς λέγεται δυνάμει τὸ ὕδωρ ἀὴρ εἶναι. ἐπὶ μὲν γὰρ τῆς γενέσεως ἡ ὕλη τοῦ ἀέρος δυνάμει μὲν ἀήρ ἐστιν ἐνεργείᾳ δὲ ὕδωρ, ἐν δὲ τῷ κράματι δυνάμει ἐνυπάρχει τὰ ἐξ ὧν, οὐχ ἡ ὕλη αὐτῶν, ἀλλ’ αὐτὰ τὰ εἴδη κεκολασμένα, καὶ διὰ τοῦτο δυνάμει, διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδὲ τοιαῦτα οἷα ἦν πρὸ τῆς κράσεως. ταῦτα εἰπὼν ἐπιπλήττει τοῖς περὶ Ἀναξαγόραν, λέγουσιν εἶναί ποτε ‘ὁμοῦ πάντα χρήματα’· εἰ γὰρ μὴ ἔστιν ἅπαν παντὶ μικτόν (πάθος γὰρ πάθει οὐ μίγνυται), πῶς ἦν ὁμοῦ πάντα χρήματα;
“然而,被混合之物显明是先前由彼此分离之物聚集而成,并且能够再次分离的。” 他说,混合所属于的是这样一些事物:它们本身先前由自身独立自存,并且在本性上适于在混合之后再次分离;这并不是说,被混合之物在事物中现实地存在着,从而能够这样再次被分离(因为如果它们仍现实地存在且未发生任何变化,它们甚至根本就不曾被混合),而是说他或者是指:调配之物由于并未丧失完全的形式,而仅仅丧失了其纯粹的形式,因而在本性上适于通过某些分离性与质变性的工具再次完整地重新获得其本有的形式。至少人们说,通过通俗用法中所谓“河中战士”的东西过滤被调配的酒时,能将酒与水分离;因为只有水被吸取上来,尤其是在酒更浓稠的时候。那么,他所谓“能够再次分离”,或者是指这一点;或者如果有人认为这是不可能的,即被调配之物不能严格地再次被分离,我们将把“能够分离”理解为:就其自身而言,如果存在某种能够将它们分离的力量,它们在本性上能够再次由自身独立自存。因此,正如我们已经说过的,这是混合所属于之物的一个特征性固有属性;他说,在混合之中,它们既不像身体以及存在于其中的白那样现实地持续存在,也确实并非其中一者或两者皆消灭。在这方面,混合也不同于生成与质变。因为形式既不是可脱离质料而分离的,构成物在混合物中潜在地存在的方式,也不像水被说成潜在地是空气那样。因为在生成中,空气的质料潜在地是空气而在现实上是水;但在混合物中,构成物本身潜在地内在存在,而不是它们的质料,乃是受到抑制的形式本身,并且正因如此是潜在的,因为它们既不是纯粹的,也不是调配之前的状态。说完这些之后,他斥责了阿那克萨戈拉的学徒,他们说曾经“一切事物都在一起”;因为如果并非任何事物都能与任何事物相混合(因为受动性质并不与受动性质混合),一切事物又怎能在一起呢?
"Διὸ ταῦτα μὲν ἀφείσθω." Τὰ περὶ τῶν ἀποριῶν δηλονότι.
“因此,这些就暂且放下吧。” 显而易见,是指关于诸疑难的那些事。
- 1.285οὐδὲ γὰρ ἐπειδὴ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐστι ζῴῳ τό τε λευκὸν καὶ ἡ ἐπιστήμη μίγνυσθαι ἂν λέγοιντο
句首的否定词 οὐδέ 修饰主句动词短语 μίγνυσθαι ἂν λέγοιντο。在由 ἐπειδή 引导的原因从句之后,主句直接承接带有 ἄν 的潜能希求法('并非因为……它们就会被说成是混合的')。
- 1.287ἀλλ’ ἢ τοῦτό φησιν ὅτι ... ἢ τοίνυν τοῦτό φησι τὸ δυνάμενα χωρίζεσθαι πάλιν, ἢ εἴ τῳ τοῦτο ἀδύνατον εἶναι δοκεῖ ... ἀκουσόμεθα
这是一个析取句式结构(ἤ ... ἢ τοίνυν ... ἢ ...),用于解释亚里士多德“能够再次分离”的表述。斐洛波诺斯首先提出了字面上的物理分离(借助'河中战士'过滤葡萄酒),随后引入第二种可能:如果有人认为这种物理分离是不可能的(εἴ τῳ τοῦτο ἀδύνατον εἶναι δοκεῖ),则应理解为事物就自身而言所具有的潜能/本性适宜性(ὅσον ἐφ’ ἑαυτοῖς)。
- 1.287ὅσον ἐφ’ ἑαυτοῖς
这是一个充当状语的惯用表达,意为'就其自身而言'或'就取决于它们自身的范围而言'。它限定了 τὰ πεφυκότα δυνάμενα,将混合物成分内在保有的自存潜能与外部是否存在分离能力(εἴ γέ τις ἦν διακριτικὴ αὐτῶν δύναμις)形成对比。
