← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§189.4-190.21

混合与生成、消灭、生长及质变的区分

斐洛庞奴斯注记了亚里士多德提出的关于混合的诸问题及其论证顺序,并阐释了亚里士多德如何通过四个否定性事例(火与木材、火焰中的木材之间、身体与营养、蜡与形状)将混合与生成、消滅、生长及质变严格区分开来,分别对应于疑难中的各个假说(一者消灭、两者皆消灭、两者皆保全)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.278

" Καὶ τί τὸ μικτὸν καὶ τίσιν ὑπάρχει τῶν ὄντων." Μήποτε ἐκ παραλλήλου ταῦτα εἴρηκε. μικτὸν γάρ ἐστι τὸ δυνάμενον τὴν μίξιν καταδέξασθαι, τοιαῦτα δέ ἐστι καὶ οἷς ὑπάρχει ἡ μίξις. τὸ δὲ καὶ πῶς ἀντὶ τοῦ τίνα τρόπον μίγνυται τὰ μιγνύμενα. ἔσχατον δὲ τίθησι τὸ τῶν προβλημάτων πρῶτον, τὸ εἰ ἔστιν ὅλως ἡ μίξις, ἀλλ’ ἐν τῇ κατασκευῇ πρῶτον αὐτὸ ἀποδείκνυσιν.

“以及被混合之物是什么,它属于存在者中的哪些。” 或许他是把这些并列地(作为等同之物)来说的。因为被混合之物就是能够接受混合之物,而混合所属于之物也是这样的一类。而“以及如何”是指被混合之物以何种方式被混合。他把诸问题中最先的一项即混合究竟是否存在放在了最后,但在论证建构中他首先证明了这一点。

§1.279

"Οὗτος μὲν οὖν ὁ λόγος ἔοικε ζητεῖν διορίσαι τίνι διαφέρει μίξις γενέσεως καὶ φθορᾶς." Ὁ λόγος, φησίν, ὁ διαπορῶν εἴτε σῳζομένων γίνεται ἡ μίξις εἴτε φθειρομένων, ἔοικε ζητεῖν γενέσεώς τε καὶ φθορᾶς πρὸς μίξιν τίς ἡ διαφορά· φθειρομένων γὰρ ἢ ἀμφοτέρων ἢ θατέρου φθορὰ ἂν εἴη δηλονότι καὶ γένεσις, ἀλλ’ οὐ μίξις. τίς οὖν ἡ διαφορὰ μίξεως πρὸς φθορὰν καὶ γένεσιν; σῳζομένων γὰρ πάλιν οὐχ οἷόν τε εἶναι μίξιν διὰ τὰ εἰρημένα. εἰ οὖν ἔστιν ὅλως, φησί, μίξις, πάντως που διοίσει γενέσεως καὶ φθορᾶς.

“那么,这条论述似乎旨在界定混合在何种方面不同于生成与消灭。” 他说,探讨混合是在[成分]得以保全时产生还是在消灭时产生的这条论述,似乎旨在探讨生成与消灭相对于混合的区别是什么。因为如果两者都消灭或其中一者消灭,那显然会是消灭和生成,而不是混合。那么,混合相对于消灭和生成的区别是什么呢?因为根据前述理由,如果两者都得以保全,同样也不可能是混合。因此他说,如果混合究竟存在,它就无论如何会有别于生成与消灭。

§1.280

"Ὥστε τούτων ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιτ’ ἄν." Τούτων φησὶ “τίνι διαφέρει μίξις γενέσεως καὶ φθορᾶς”· εἰ γὰρ τοῦτο εὑρεθείη, λελυμέναι ἂν εἶεν αἱ ἀπορίαι.

“因此,如果这些事情明晰了,被提出的疑难就能够化解。” 他说“这些事情”是指“混合在何种方面不同于生成与消灭”;因为如果这一点被发现了,疑难便已得到化解。

§1.281

"Ἀλλὰ μὴν οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν." Εἰπὼν δεῖν διαφέρειν γένεσιν καὶ φθορὰν μίξεως, τοῦτο αὐτὸ βούλεται δεῖξαι, ἅμα καὶ τὰ παραδείγματα τῶν ἀνωτέρω εἰρημένων τιθείς, ὅτι οὔτε ἀμφοτέρων φθειρομένων ἡ μίξις οὔτε θατέρου οὔτε σῳζομένων ἀμφοτέρων. ἀσαφῆ δὲ τὴν πρὸς τὰ ἄνω συνέχειαν ὁ “ἀλλά” σύνδεσμος ἐποίησε.1 δεῖ οὖν οὕτως εἰπεῖν· οὔτε γὰρ τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν’· οὐ γὰρ μίγνυται τῷ πυρὶ τὰ ξύλα, ἀλλὰ φθορὰ μέν ἐστι τῶν ξύλων γένεσις δὲ τοῦ πυρός. τοῦτο δὲ παράδειγμα ἂν εἴη τοῦ ἑνὸς σῳζομένου τοῦ δὲ ἑτέρου φθειρομένου.

“但我们确实也不说质料与火相混合。” 在说明了生成与消灭必须不同于混合之后,他正意在表明这一点,同时还列举了上述论述的诸事例,即混合既不是在两者皆消灭时,也不是在其中一者消灭时,也不是在两者皆保全时。然而连词“但”使得与前文的承接变得不明确了。因此应当这样来读:“因为我们不说质料与火相混合”;因为木材并不与火相混合,而是木材的消灭与火的生成。而这正是一者得以保全而另一者消灭的事例。

§1.282

"Οὔτε αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί." Τοῦτο παράδειγμα ἀμφοτέρων φθειρομένων. οὐδὲ γὰρ τὰ μόρια τῆς ὕλης τοῦ πυρὸς ἀλλήλοις μίγνυσθαι ἂν ἐν τῷ πυρὶ λέγοιτο, διὰ τὸ ἀποτελεῖσθαι ἐξ αὐτῶν μίαν φλόγα· ὡς γὰρ εἶπον, τῶν μὲν ξύλων ἐστὶ φθορὰ τοῦ δὲ πυρὸς γένεσις, μίξις δὲ οὐδαμῶς. μόρια δὲ τῆς ὕλης τοῦ πυρός φησι τὰ πλείονα ξύλα. τὰ οὖν ξύλα, ἐξ ὧν τὸ πῦρ γίνεται, οὐ μίγνυται ἀλλήλοις ἐν τῇ φλογί, ἀλλὰ φθείρονται. τὸ δὲ οὔτε τῷ πυρὶ ὥσπερ οὐδὲ τῷ πυρὶ ἀκουστέον.2 εἶπε γὰρ ἤδη ὅτι “οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν”, ὥστε περιττὸν τὸ πάλιν τὸ αὐτὸ λέγειν, εἰ μή, ὡς εἶπον, ἐξακούεται ὅτι οὐ μίγνυνται ἀλλήλοις τὰ ξύλα ὥσπερ οὐδὲ τῷ πυρί.

“既不是它自身与它自己的各个部分,也不是与火[相混合]。” 这是两者皆消灭的事例。因为火的质料的各个部分也不会被说成是在火中相互混合,这是由于从它们之中产生了一团火焰;因为正如我所说的,这是木材的消灭与火的生成,绝不是混合。他所谓火的质料的各个部分,是指多块木材。因此,生成火的那些木材在火焰中并没有相互混合,而是消灭了。而“也不是与火”应当理解为“正如也不是与火[相混合]一样”。因为他已经说过“我们不说质料与火相混合”,因此若不像我所说的那样被理解为木材之间没有相互混合正如同它们与火没有混合一样,那么重复说同样的话就是多余的了。

§1.283

"Τὸν αὐτὸν δὲ τρόπον οὐδὲ τῷ σώματι τὴν τροφήν." Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ τὸ μὲν φθείρεσθαι τὸ δὲ σῴζεσθαι. ἴσως δὲ διακρῖναι θέλων καὶ τῆς αὐξήσεως τὴν μίξιν, ὥσπερ καὶ τῆς γενέσεως, ἐχρήσατο καὶ τούτῳ τῷ παραδείγματι.

“以相同的方式,营养物也不与身体[相混合]。” 这也同样是一者消灭而另一者保全的事例。但或许因为他想要将混合不仅从生成中区别开来、而且也从生长中区别开来,所以他也采用了这个事例。

§1.284

"Οὐδὲ τὸ σχῆμα τῷ κηρῷ." Τοῦτο τοῦ σῴζεσθαι ἀμφότερα παράδειγμα. σῴζεται γὰρ καὶ ὁ κηρὸς καὶ τὸ σχῆμα, ἀλλ’ οὐκ ἄν τις εἴποι μίγνυσθαι τῷ κηρῷ τὸ σχῆμα· ἔστι γὰρ τὸ μὲν ὑποκείμενον τὸ δὲ εἶδος, οὐκ ἔστι δὲ τῶν μιγνυμένων τὸ μὲν εἶδος τὸ δὲ ὑποκείμενον. καθάπαξ οὖν οὐδὲν τῶν ἐν ὑποκειμένῳ μίγνυσθαι λέγεται, οὔτε αἱ ἕξεις οὔτε τὰ πάθη, εἴτε ψυχικὰ εἶεν εἴτε σωματικά. εἴη δ’ ἂν διὰ τούτων ἀλλοιώσεως διακρίνας τὴν μίξιν.

“形状也不与蜡[相混合]。” 这是两者皆保全的事例。因为蜡和形状都得以保全,但没有人会说形状与蜡相混合;因为一者是底层,另一者是形式,而在被混合之物中绝非一者是形式而另一者是底层。因此,底层中的任何东西,无论是素养状态还是受动性质,无论属于心灵还是属于肉体,都完全不被说成是相混合的。而通过这些,他便已将混合与质变区别开来。

语法注2 条
  1. 1.281ἀσαφῆ δὲ τὴν πρὸς τὰ ἄνω συνέχειαν ὁ “ἀλλά” σύνδεσμος ἐποίησε

    斐洛庞奴斯在此指出亚里士多德原文中的连词 ἀλλὰ μήν(“但确实”)模糊了与前文(327b9)的句法承接。此处实际是在通过反面事例展开理由说明(相当于 γάρ 的功能),但转折连词掩盖了这一因果承接关系,因此斐洛庞奴斯提示读者应按 οὔτε γάρ... 来理解。

  2. 1.282τὸ δὲ οὔτε τῷ πυρὶ ὥσπερ οὐδὲ τῷ πυρὶ ἀκουστέον

    对引文(lemma)中 οὔτε τῷ πυρί 的句法释读。鉴于前文(327b10)已经断言“质料不与火相混合”,若将此处的 οὔτε... οὔτε 仅仅视为单纯的同位否定并列,则会导致同义反复。斐洛庞奴斯指出后一个 οὔτε 应当作为比况性否定(相当于 ὥσπερ οὐδέ,“正如不与火相混合一样”)来理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:189.4-190.21