← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§187.16-189.3

混合的概念与成分保全的疑难

对亚里士多德《论生成与消灭》第一卷第十章开头(327a30)的注解。介绍了继接触以及施动与受动之后第三项课题即混合的引入,澄清了混合与融即的属种概念关系,阐述了关于成分保全与消灭对混合构成的疑难,并通过潜在与受抑制的现实活动对其加以化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.277

" Λοιπὸν δεῖ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου." Τρία ἔφησε δεῖν προληφθῆναί τε καὶ διαρθρωθῆναι τοῦ περὶ τῆς τῶν στοιχείων εἰς ἄλληλα μεταβολῆς καὶ ἁπλῶς τοῦ περὶ γενέσεως καὶ φθορᾶς λόγου, τί τέ ἐστιν ἁφὴ καὶ τί ποιεῖν καὶ πάσχειν καὶ ἔτι τί ἐστι μίξις. εἰπὼν οὖν περὶ ἁφῆς καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, ἀκολούθως ἐπὶ τὸ τρίτον τῶν προτεθέντων μεταβέβηκεν, ἐπὶ τὸν περὶ μίξεως λόγον. μίξιν δέ φησιν ἐνταῦθα τὴν ἰδικωτέραν λεγομένην ἐπὶ τῆς κράσεως· καθολικωτέρα γὰρ ἡ μίξις καὶ κράσεως καὶ παραθέσεως καὶ τῶν λοιπῶν, λέγεται μέντοι ἰδικώτερον μίξις καὶ ἡ κρᾶσις, περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον. δεῖ δέ, φησί, πέντε τινὰ ζητῆσαι εἰς τὸν περὶ μίξεως λόγον, ἅπερ σαφῶς ἀπαριθμεῖται· τί τε γάρ ἐστι, φησίν, ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, καὶ πρὸς τούτοις, φησίν, εἰ ὅλως ἐστὶ μίξις, ὅπερ ἐστὶ καὶ πρῶτον τῶν προβλημάτων. ἀπορήσειε γὰρ ἄν τις μήποτε οὐδ’ ὅλως ἐστὶ μίξις. ἀνάγκη γάρ, φησί, τὰ μιγνύμενα, ἐπειδὴ τοὐλάχιστόν ἐστι δύο, ἢ ἀμφότερα σῴζεσθαι ἐν τῇ μίξει ἢ ἀμφότερα φθείρεσθαι ἢ τὸ μὲν σῴζεσθαι τὸ δὲ φθείρεσθαι· καὶ οὐκ ἔστι 〈τι〉 παρὰ ταῦτα. ἐὰν οὖν δειχθῇ ὅτι κατ’ οὐδεμίαν τῶν ὑποθέσεων δύναται σῴζεσθαι ἡ μίξις, μήποτε οὐδ’ ὅλως ἐστίν. εἰ μὲν γὰρ ἀμφότερα σῴζοιντο, οὐκ ἂν εἴη μίξις. τί γὰρ διαφέρει τῶν πρότερον; οὕτω γὰρ ἂν οὐδὲν μᾶλλον πρὶν μιχθῇ μεμιγμένα ἂν ἦν ἢ μετὰ τὸ μιχθῆναι. εἰ δ’ ἀμφότερα φθείρονται, οὐδ’ ἂν ὅλως μιγνύοιτο· τὰ γὰρ μιγνύμενα δεῖ εἶναι, ἵνα καὶ μιγνύηται, τὰ δὲ ἐφθαρμένα οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν σῴζεται τὸ δὲ φθείρεται, οὐδ’ οὕτως ἂν εἴη μίξις· δεῖ μὲν γάρ, ὥσπερ εἶπον, εἶναι τὰ μιγνύμενα, ἐνταῦθα δὲ τὸ μὲν ἔστι τὸ δὲ οὐκ ἔστι. καὶ ἄλλως ὁμοίως ἔχειν δεῖ τὰ μιγνύμενα, ἐνταῦθα δὲ οὐχ ὁμοίως ἔχουσι τοῦ ἑτέρου φθαρέντος. αἱ μὲν οὖν ἀπορίαι, αἳ ἀναιροῦσι τὴν μίξιν αὗται καὶ τοιαῦταί εἰσιν. ἐπιλύεται δὲ τὰς ἀπορίας διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. ὄντων γάρ, φησί, τῶν μὲν δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἴη ἂν τὰ μιγνύμενα δυνάμει μὲν τὰ αὐτὰ ἐν τῇ μίξει, ἐνεργείᾳ δὲ οὔ. ἔστι γὰρ ἐν τῷ κεκραμένῳ οἴνῳ δυνάμει καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος, δυνάμει δὲ οὐ κατὰ τὸ πρότερον, τὸ κατὰ τὴν ἐπιτηδειότητα λέγω, ὡς ἔστι τὸ ὕδωρ δυνάμει ἀήρ, ἀλλ’ οὐδὲ ἁπλῶς κατὰ τὸ δεύτερον, τὸ κατὰ τὴν ἕξιν μόνην λέγω, ὥσπερ ἔχει ὁ καθεύδων γεωμέτρης. ἀλλ’ ὃν τρόπον ὁ μεθύων γεωμέτρης καὶ ἐπιχειρῶν γεωμετρεῖν ἐνεργεῖ μὲν κατὰ τὴν ἕξιν, οὐκ εἰλικρινῶς δέ, οὕτως καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἔχει ἐν τῷ κράματι·1 ἑκάτερος γὰρ ἐν τῇ μίξει κεκολασμένως ἐνεργεῖ. οὕτω μὲν οὖν δυνάμει ἀμφότερα σῴζεται, ἐνεργείᾳ δὲ οὐδέτερον οἷον ἦν ἐξ ἀρχῆς· κεκόλασται γὰρ ἡ αὐτῶν εἰλικρινὴς ἐνέργεια, καὶ οὐκ ἔστιν οἵαπερ ἦν πρὶν μιχθῆναι. οὕτως οὖν ἐκφευξόμεθα πάσας τὰς ἀπορίας. οὔτε γὰρ ἀμφοτέρων ἁπλῶς σῳζομένων ἐστὶν ἡ μίξις οὔτε φθειρομένων ἀμφοτέρων οὔτε τοῦ μὲν φθειρομένου τοῦ δὲ σῳζομένου, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτά ἐστιν ἡ μίξις· σῳζομένων γὰρ ἀμφοτέρων δυνάμει, ὡς εἴρηται, ἐνεργείᾳ δὲ οὐδετέρου.2 δέδεικται τοίνυν ὅτι ἔστι τι ἡ μίξις, τῶν ἀποριῶν λυθεισῶν αἵτινες τὰ ἐναργῆ ἀναιρεῖν ἐδόκουν. ὅτι μὲν γὰρ μίξις ἐστίν, ἡ ἐνάργεια ὁμολογεῖ, αἱ μέντοι φερόμεναι ἀπορίαι ἀμφιβάλλειν ἠνάγκαζον πρὸς τὰ ἐναργῆ. λελυμένων οὖν τούτων, ἔχομεν ὅτι ἐστί τι ἡ μίξις. Κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου. εἴωθε γὰρ ἀεὶ τὰς τῶν παλαιῶν δόξας τιθέναι πρότερον καὶ διελέγχειν, ἐδόκει δέ, φησί, παρά τισι μὴ εἶναι ἡ μίξις, οἳ καὶ ταῦτα διηπόρουν. ἢ καὶ κατὰ τὸν αὐτὸν τρόπον εἶπε προαποροῦντας, ὡς αὐτὸς ἀλλαχοῦ εἴρηκε, περὶ ὧν εὐπορεῖν δεῖ, ἤγουν ζητοῦντα καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι καὶ τὰ λοιπά.

“剩下的是应当按照相同的方法途径来考察混合。” 他说过,为了关于元素相互转化的论述,以及一般地关于生成与消灭的论述,有三件事必须预先掌握并加以辨析:即什么是接触,什么是施动与受动,以及还有什么是混合。因此,在论述了接触以及施动与受动之后,他顺理成章地转入了所提出的第三项内容,即关于混合的论述。他在这里所谓的“混合”,是指就融即而言在更特指的意义上所说的那种;因为混合不仅相对于融即、而且相对于并置及其他事物而言是更属类的概念,然而融即在更特指的意义上也确实被称为混合,而他在这里所论述的正关于此。他说,对于关于混合的论述必须探求五件事,他清楚地列举了这些:他说,混合是什么,被混合之物是什么,它属于存在者中的哪些以及如何属于,此外还有,是否存在混合这一回事,而这正是诸问题中的第一项。因为有人或许会产生疑问,混合究竟是否根本不存在。他说,因为被混合之物既然至少有两个,就必然要么在混合中两者都得以保全,要么两者都消灭,要么一者保全而另一者消灭;除这些之外别无其他。因此,如果在任何一种假说下都表明混合不可能得以保全,那么混合或许根本就不存在。因为如果两者都得以保全,就不会有混合;因为与之前相比有何不同呢?因为这样一来,它们在混合之后便绝不比混合之前更算得上被混合了。而如果两者都消灭,就根本不会被混合;因为被混合之物必须存在以便确实被混合,但消灭之物并不存在。又如果一者保全而另一者消灭,即使这样也不会有混合;因为正如我所说的,被混合之物必须存在,而在此处一者存在另一者却不存在。此外,被混合之物必须处于相似的状态,而在此处当其中一者已经消灭时它们并不处于相似的状态。取消混合的那些疑难正是这些,且就是这样的。然而,他通过潜在与现实化解了这些疑难。他说,因为事物有些是潜在的,有些是现实的,所以在混合中被混合之物在潜在上是相同的,但在现实上却不是。因为在融即的酒中,水和酒都潜在地存在着,但这种潜在既不是按照第一种方式(我是指按照适应性,正如水潜在是空气那样),也不是单纯按照第二种方式(我是指仅按照素养状态本身,正如沉睡的几何学家那样)。而是如同一个喝醉的几何学家试图研究几何时,他虽然按照素养状态在活动,却不是纯粹地在活动,水和酒在融即物中也是如此;因为它们各自在混合中都是以受到抑制的方式在现实地活动。因此,以这种方式两者在潜在中都得以保全,但在现实中两者都不像最初那样了;因为它们纯粹的现实活动受到了抑制,不再像混合之前那样了。因此,以这种方式我们就能摆脱所有的疑难。因为混合既不是两者的简单保全,也不是两者的消灭,也不是一者消灭而另一者保全,混合乃是除这些之外的另一种情况;因为如前所述,两者在潜在中得以保全,但在现实中两者都不保留。因此,既然那些看似否定了显明事实的疑难已经化解,混合是某种存在便得到了表明。因为显明的事实承认混合存在,然而被提出的疑难却迫使人们对显明的事实产生怀疑。因此,随着这些疑难被化解,我们便确知混合是某种存在。“按照相同的方法途径”。因为他总是习惯于先提出古人的见解并加以检验,他说,在某些人那里似乎认为混合并不存在,这些人确实提出了这些疑难。或者他说“按照相同的方式”,也是指预先提出疑难(正如他自己在别处说过的那样),就那些必须找到出路的事项进行探讨,即探求它是否存在、它是什么以及其余各项。

语法注2 条
  1. 1.277ἀλλ’ ὃν τρόπον ὁ μεθύων γεωμέτρης καὶ ἐπιχειρῶν γεωμετρεῖν ἐνεργεῖ μὲν κατὰ τὴν ἕξιν, οὐκ εἰλικρινῶς δέ, οὕτως καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἔχει ἐν τῷ κράματι

    由关系副词 ὃν τρόπον 与相关副词 οὕτως 构成的比较对应结构。注解者借用喝醉的几何学家(虽具有素养状态 ἕξις 却只能不完全地活动)的比喻,解释了水与酒在融即物中纯粹的现实活动受到抑制而继续存在的机理。

  2. 1.277σῳζομένων γὰρ ἀμφοτέρων δυνάμει, ὡς εἴρηται, ἐνεργείᾳ δὲ οὐδετέρου

    由因果连词 γάρ 引出的属格独立结构,用以说明前文“混合乃是除这些之外的另一种情况”的理由与实质内容。后半句 ἐνεργείᾳ δὲ οὐδετέρου 中省略了分词 σῳζομένου,需根据前半句的 σῳζομένων ... δυνάμει 加以补充理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:187.16-189.3