- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:185.24-187.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯批判了原子论者与柏拉图关于施动与受动唯有通过物体割裂与分离才能发生的观点,指出这一假说无法解释质变(如乳的凝固)、生长与生成(327a14–24)。随后他疏解了亚里士多德对生成、施动与受动的实质及其成立方式所作的总结(327a25–28)。
" Ὅλως δὲ τὸ τοῦτον γίνεσθαι τὸν τρόπον μόνον σχιζομένων τῶν σωμάτων ἄτοπον." Δείξας ὅτι εἰ καὶ διαιρουμένων τῶν σωμάτων ἐγίνετο τὸ ποιεῖν καὶ τὸ πάσχειν,1 ὥσπερ δοκεῖ λέγειν ὁ Πλάτων, διὰ τῶν ἁφῶν λέγων γίνεσθαι διῃρημένων τῶν σωμάτων καὶ ἁπτομένων, εἴ γε πάντῃ διαιρετὸν ὂν τὸ σῶμα ἐν τῷ πάσχειν διαιρεθήσεται καὶ οὐκ ἀνάγκη καὶ πρὸ τοῦ πάθους ἐνεργείᾳ διῃρῆσθαι, νῦν δείκνυσιν ὅτι ὅλως τὸ οὕτως ὑποτίθεσθαι σχιζομένων τῶν σωμάτων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν ἄλογον. ἀναιρεῖ γάρ, φησίν, οὗτος ὁ λόγος ἀλλοίωσιν. πρῶτον μὲν γὰρ ὅτι μένοντος συνεχοῦς τοῦ σώματος καὶ μηδαμῶς διαίρεσιν ὑπομένοντος γίνεται κατὰ ποιότητα μεταβολή, ὡς ἐπὶ τῆς πήξεως τοῦ γάλακτος καὶ τοῦ ὕδατος. οὔτε γὰρ διαιρεθὲν τὸ ὕδωρ ἢ τὸ γάλα ἐπάγη, οὔτε κατὰ τὰς Δημοκρίτου δόξας τροπὴν πεπονθὸς ἢ διαθιγήν, τοῦτο δέ ἐστι μετάταξιν ἢ μετάθεσιν τῶν μορίων, ἀλλ’ οὐδὲ τῷ ἐκκριθῆναί τινὰς ἀτόμους, λέγω δὴ τὰς ὑγρότητος ἐμποιητικάς, καὶ ἐναπομεῖναι τὰς σκληράς. πρὶν γὰρ παγῇ τὸ ὕδωρ, ὅλον ἐστὶν ὁμοιομερές, μὴ ἔχον ἐν ἑαυτῷ μόρια σκληρὰ καὶ ἀδιαίρετα, ἀλλ’ ὅλον κατὰ πᾶν μόριον ὑγρόν ἐστιν· ὁμοίως δὲ καὶ ὅταν παγῇ, κατὰ πᾶν πεπηγός ἐστιν. ἔτι δέ, φησίν, οὐδ’ αὔξησιν οἷόν τε εἶναι καὶ φθίσιν. οὐ μόνον ἀλλοίωσιν, φησίν, ἀναιροῦσιν οἱ ταῦτα λέγοντες, ἀλλὰ καὶ αὔξησιν καὶ φθίσιν. εἰ γὰρ ἀληθὲς τὸ ἅπαν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι καὶ τοῦ φθίνοντος ἔλαττον, ἀδύνατον τοῦτο ἐπὶ τῆς τούτων ὑποθέσεως σωθῆναι. εἰ γὰρ προστιθεμένων τινῶν ἐν τοῖς πόροις ἢ ἐν τοῖς κενοῖς ἢ ἐν ταῖς ἁφαῖς γίνεται ἡ αὔξησις, δῆλον ὅτι οὐ κατὰ πᾶν ηὔξηται τὸ αὐξόμενον, ὥσπερ οὐδὲ εἰ ἐν δεξαμενῇ προστεθείη κατά τι μέρος ὕδωρ, πλεῖον μὲν γεγενῆσθαι λέγεται, ηὐξῆσθαι δὲ οὔ.
“一般而言,唯有以这种方式、即通过物体被劈开而发生,是荒谬的。” 在指出了即使施动与受动是如柏拉图所似乎说的那样通过物体被分割而发生的(柏拉图说当物体被分开且相接触时,是通过接触而发生),然而只要物体是处处可分的,它在受作用时就会被分割,并不必然在受作用之前就已经在现实中被分开之后,他现在指出,一般地假定施动与受动是由于物体被劈开而发生的,是完全没有道理的。他说,因为这一论点取消了质变。首先,因为当物体保持连续且绝未遭受分割时,在性质上却发生了变化,正如在牛奶和水的凝结中所见到的那样。因为水或牛奶并不是由于被分割而凝结的,也不是按照德谟克利特的观点遭受了转向或互切(即各部分的重新排列或位置互换),甚至也不是由于某些原子(我是指那些产生湿润的原子)被排泌析出而坚硬的原子残留下来。因为在水凝结之前,它整个都是同质的,其内部并没有坚硬且不可分的部分,而是就每一部分而言整个都是湿润的;同样,当它凝结之后,也是就每一部分而言都凝结了。此外,他说,生长与衰减也是不可能存在的。他说,持这些观点的人不仅取消了质变,而且也取消了生长与衰减。因为如果生长之物的每一部分都变大、衰减之物的每一部分都变小是真的,那么在他们的假说下这一事实绝不可能得到保全。因为如果生长是通过在通道中、在虚空中或在接触面处添加某些东西而发生的,显然生长之物并不是就每一部分而言都生长了,正如在一个蓄水池的某一部分加入水,水被说成变多了,但并不是生长了。
"Καὶ μὴ πᾶν μεταβεβληκὸς ἢ μιχθέντος τινὸς ἢ καθ’ αὑτὸ μεταβάλλοντος.2" Μιχθέντος μὲν ὡς ἐπὶ τῆς τροφῆς (τῆς γὰρ τροφῆς ἐμμιχθείσης καὶ μεταβληθείσης μεῖζον τὸ ὅλον γίνεται), καθ’ αὑτὸ δὲ μεταβάλλοντος ὡς ὅταν μεταβάλλῃ τὸ ὕδωρ εἰς ἀέρα· κἀνταῦθα γὰρ πᾶν μόριον τοῦ ὕδατος μεῖζον γέγονε, τοῦτο δὲ οὐκ ἔστιν αὔξησις ἀλλὰ γένεσις. τοῦτο δὲ εἶπε δεικνὺς ὅτι οὐδὲ γένεσιν σῴζειν δύνανται. εἰ γὰρ ἐξ ὕδατος ἀήρ, γίνεται δὲ τῶν ἐν αὐτῷ τοῦ ἀέρος ἀτόμων ἐκκρινομένων, οὐκ ἔδει μείζονα ὄγκον γίνεσθαι ἀέρος· νῦν δὲ γίνεται. ἢ τοίνυν ἀληθῶν οὐσῶν τῶν ὑποθέσεων οὔτε ἀλλοίωσις οὔτε γένεσις σωθήσεται, ἢ εἰ ἔστι καὶ ἀλλοίωσις καὶ γένεσις, ψευδεῖς αἱ ὑποθέσεις.
“并且除非整个事物发生了变化,要么是通过混入了某种东西,要么是自身发生了变化。” 通过混入了某种东西,正如在养料的情形中(因为养料混入并转化之后,整体变得更大了);自身发生了变化,正如当水变成空气时;因为在那里也是水的每一部分都变大了,但这不是生长而是生成。他说这句话是为了表明他们甚至连生成也不能保全。因为如果空气是从水生成的,并且是通过水中包含的空气原子被排泌析出而生成的,那么空气就不应该产生更大的体积;但现实中却产生了。因此,要么当这些假说为真时,质变与生成都不能被保全;要么如果质变与生成都存在,这些假说便是假的。
"Ὅτι μὲν οὖν ἔστι τὸ γεννᾶν καὶ τὸ ποιεῖν." Γεννᾶν καὶ ποιεῖν εἰ μὲν ἐπὶ οὐσίας ληφθείη, τὸ αὐτό ἐστι τῷ μεταβάλλειν τὴν δυνάμει οὐσίαν εἰς ἐνεργείᾳ οὐσίαν· εἰ δὲ τὸ μὲν ἐπὶ οὐσίας ἔσται τὸ γεννᾶν, τὸ δὲ ποιεῖν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς, τὸ δυνάμει ποιὸν μεταβαλλούσης εἰς ἐνέργειαν3 * * * " Καὶ τὸ γίνεσθαί τε καὶ πάσχειν." Τὸ ἀντίστροφον εἶπεν. εἰπὼν τὰ ποιητικὰ εἶπε καὶ τὰ παθητικά. γίνεσθαι οὖν ἐστι τὸ ἄγεσθαι ἐκ δυνάμει οὐσίας εἰς ἐνεργείᾳ οὐσίαν, πάσχειν δὲ τὸ ἀλλοιοῦσθαι κατὰ ποιότητα.
“因此,产生与施动是存在的。” 产生与施动如果就实体而言被理解,就等同于将潜在的实体转化为现实的实体;但如果产生是就实体而言,而施动是就性质上的变化而言,转化潜在的性质为现实…… “以及生成与受动[也是存在的]。”他说了相对应的一面。在说了能动的方面之后,他也说了受动的方面。因此,生成就是从潜在的实体被引向现实的实体,而受动则是就性质而言遭受质变。
"Καὶ τίνα τρόπον ἐνδέχεται." Ὅτι τῆς ὕλης τρεπομένης καθ’ ὅλην αὑτὴν καὶ μεταβαλλούσης.
“以及以何种方式是可能的。” 即通过质料就其自身整体发生变转和变化。
"Καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ." Φασὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν συγκρίσει γίνεσθαι καὶ διακρίσει, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων· δέδεικται δὲ ὅτι οὐκ ἐνδέχεται.
“以及某些人声称、但实际上并不可能的又是何种方式。” 因为他们说生成与消灭是通过结合与分离发生的,而施动与受动是通过通道发生的;但已经表明这是不可能的。
- 1.271Δείξας ὅτι εἰ καὶ διαιρουμένων τῶν σωμάτων ἐγίνετο τὸ ποιεῖν καὶ τὸ πάσχειν
句首的不定过去时分词 Δείξας 作状语修饰主动词 νῦν δείκνυσιν(“现在他指出”)。在分词引导的宾语从句 ὅτι... 内部,嵌套了让步条件句 εἰ καὶ...(“即使是通过物体的分割而发生”),紧接着又引入了条件句 εἴ γε πάντῃ διαιρετὸν ὂν...(“只要物体是处处可分的”),整体构成了先总结前述论证、再引出主句新论点的复杂句式结构。
- 1.272Καὶ μὴ πᾶν μεταβεβληκὸς ἢ μιχθέντος τινὸς ἢ καθ’ αὑτὸ μεταβάλλοντος
在引文(lemma)中,Καὶ μὴ πᾶν μεταβεβληκός 承接亚里士多德前文(327a23 关于生长的定义)中的限制条件,意为“除非整个事物发生了变化”。其后并列的两个分句 ἢ μιχθέντος τινὸς ἢ καθ’ αὑτὸ μεταβάλλοντος(“要么是通过混入了某种东西,要么是自身发生了变化”)采用属格独立结构,说明了整体发生变化的两种不同方式。斐洛庞诺斯在注文中将前者归为营养吸收(生长),将后者归为元素转化(由水生成空气)。
- 1.273τὸ δυνάμει ποιὸν μεταβαλλούσης εἰς ἐνέργειαν * * *
希腊文底本在句末用星号标示了文本脱落(lacuna)。在句法上,阴性单数属格分词 μεταβαλλούσης 在语义上照应前面的 τῆς κατὰ ποιότητα μεταβολῆς(“性质上的变化”),在表达“[该变化]转化潜在的性质为现实……”之处文意中断。
