← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§184.9-185.23

整体的受动性与接触分离作为作用条件

斐洛波诺斯注解了亚里士多德《论生成与毁灭》326b31–327a6,阐明处于潜能的受动体是在整体上而非局部受作用,矿脉等不均匀部分被转义称为“通道”,接触与分离是施动和受动的必要条件;他还对比了基于不可分量的假说与整体可分性,论证了预设现实分离的多余性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.267

" Πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὔ πάσχειν, ἀλλὰ πάντῃ καθ’ ὅσον ἐστὶ τοιοῦτον." Τουτέστι καθ’ ὃ δυνάμει ἐστί τι, οἷον θερμὸν ἢ ψυχρόν· καθ’ ὅλον γὰρ δυνάμει ὂν καθ’ ὅλον καὶ πάσχειν πέφυκεν. μᾶλλον δέ, φησί, καὶ ἧττόν ἐστι παθητικὸν τὸ μᾶλλον ἢ ἧττον ὂν δυνάμει· τὸ γὰρ μᾶλλον δυνάμει θερμὸν μᾶλλον θερμαίνεται ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ, τὸ δ’ ἧττον οὐχ οὕτως.

“它并非生来在这方面受作用而在那方面不受作用,而是在它是如此之物的范围内,处处受作用。” 也就是说,在它潜在地是某种东西(例如热或冷)的范围内[受作用];因为作为一个整体潜在地存在之物,生来也就是作为一个整体受作用的。但他又说,在更大或更小程度上处于潜在之物,其受动性也相应地更强或更弱;因为潜在地更热之物,被现实上热之物加热得更多,而潜在程度较少之物则不是如此。

§1.268

"Καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον." Ταύτῃ, τῷ τινὰ τῶν μορίων μᾶλλον εἶναι παθητικὰ τῶν λοιπῶν, ἵνα τὰ εὐπαθέστερά τις τῶν μορίων καταχρώμενος καλοίη πόρους.1 ὅτι δέ ἐστιν ἐν τοῖς σώμασιν ἄλλα ἄλλων εὐπαθέστερα μόρια, δεικνύουσιν αἱ ἐν τοῖς μετάλλοις διατείνουσαι φλέβες, εὐπαθέστεραι πολλάκις οὖσαι τῶν λοιπῶν, ἴσως δὲ καὶ δυσπαθέστεραι ἁπλῶς, ὅτι ἐστὶν ἀνωμαλία ἐν τοῖς τούτων μορίοις τοῦ ἧττον πάσχειν ἢ μᾶλλον.

“正是在这方面,人们毋宁可以说有通道。” 正是在这方面,即在于某些部分比起其余部分更易受作用,以便人们可以借用“通道”一词来称呼那些更易受作用的部分。而在物体中存在比其他部分更易受作用的部分,这由矿井中延伸的矿脉所表明,它们往往比其余部分更易受作用,或者也许根本上更难受作用,因为在它们的部分中存在受作用更少或更多的这种不均匀性。

§1.269

"Συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές. ὁμοίως δὲ καὶ μὴ θιγγάνοντα μήτε αὐτῶν μήτ’ ἄλλων, ἃ ποιεῖν πέφυκε καὶ πάσχειν." Οὔτε, φησί, τοῦ συνεχοῦς τὰ μόρια ποιεῖν πέφυκεν εἰς ἄλληλα οὔτε τὰ πάντῃ διῃρημένα καὶ ἀπέχοντα, ἀλλὰ δεῖ τὰ ποιοῦντα καὶ τὰ πάσχοντα διῃρῆσθαι μὲν ἀλλήλων, ἅπτεσθαι δὲ ἢ ἀμέσως ἢ διά τινων μέσων, τῶν μέσων τοιούτων ὄντων ὥστε πεφυκέναι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ἐνεργείᾳ ποιεῖν δὲ εἰς τὸ δυνάμει τοιοῦτον. σαφῶς δὲ τίθησι τὰ παραδείγματα.

“因此,每一个天生一体且为一的事物都是不受作用的;同样,那些生来能施动与受动的事物,若既不接触自身也不接触其他事物,也是如此。” 他说,连续体的各部分生来既不能相互施动,完全分离开来并保持距离的事物也不能如此,而是施动者与受动者必须彼此分离,但要么直接接触,要么通过某些中介接触,而这些中介是生来既能施动又能受动的,受现实之物的作用,又对潜在如此之物施动。他清晰地给出了这些例证。

§1.270

"Τὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας ἐν ἀρχῇ τοῦτο λεκτέον.2" Ἐπειδὴ εἶπεν ὅτι τὸ δυνάμει τοιοῦτον “πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὔ πάσχειν, ἀλλὰ πάντῃ καθ’ ὅσον ἐστὶ τοιοῦτον”, νῦν βούλεται εἰπεῖν ποίᾳ ὑποθέσει ἀκολουθεῖ τὸ μὴ εἶναι πάντῃ παθητικὸν τὸ σῶμα, ἀλλὰ τῇ μὲν τῇ δὲ οὔ. εἰ γὰρ μὴ πάντῃ, φησί, διαιρετὸν τὸ σῶμα, ἀλλ’ ἔστιν ἄτομά τινα μεγέθη ἢ στερεὰ ἢ ἐπίπεδα, οὐκ ἂν εἴη πάντῃ παθητικὸν οὐδὲν τῶν σωμάτων, τῶν συνθέτων δηλονότι, ἀλλ’ οὐδὲ συνεχές· οὐ γὰρ δὴ καὶ κατὰ τὰ ἄτομα μόρια πείσεται ἀπαθῆ τε ὄντα καὶ ἀδιαίρετα. διὰ τοῦτο δὲ οὐδὲ συνεχές, ἐπειδὴ μηδὲ συμφύεσθαι τὰ ἀδιαίρετα δύναται (οὕτω γὰρ ἂν καὶ διαιρετὰ ἂν ἦν), ἀλλὰ μόνον παράκεινται ἀλλήλοις. ταύτῃ μὲν οὖν τῇ ὑποθέσει ἀκολουθήσει τὸ μὴ πάντῃ παθητικὰ εἶναι τὰ σώματα. εἰ δὲ ψευδὴς αὕτη ἡ ὑπόθεσις, ἀληθὴς δὲ τὸ πάντῃ διαιρετὰ εἶναι τὰ σώματα, οὐδὲν διαφέρει, φησί, τὸ ἐνεργείᾳ ποιεῖν διῃρημένα εἶναι τὰ σώματα ἁπτόμενα δὲ ἀλλήλων, ὥσπερ ἔλεγε Πλάτων (ἅπτεσθαι γὰρ ἀλλήλων τὰ ἐπίπεδα καὶ διὰ τῶν ἁφῶν γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν), ἢ ἐνεργείᾳ μὲν μὴ διῃρῆσθαι δυνάμει δέ·3 τὸ γὰρ δυνάμενον διαιρεθῆναι διαιρεθήσεται παρόντος τοῦ διαιροῦντος. ὥστε μάταιον καὶ περιττὸν πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ προϋποτίθεσθαι ἐνεργείᾳ διῃρῆσθαι τὰ σώματα, ἅπτεσθαι δὲ μόνον ἀλλήλων κατὰ τὰς διαιρέσεις.

“至于认为物体在这方面受作用而在那方面不受作用,这必须在开端作出界定之后予以说明。” 既然他曾说,潜在如此之物“并非生来在这方面受作用而在那方面不受作用,而是在它是如此之物的范围内,处处受作用”,现在他便想要说明,物体并非处处可受动、而是在这方面受动在那方面不受动,是从何种假说推导出来的。他说,因为如果物体不是处处可分割的,而是存在某些不可分的量度(无论是立体的还是平面的),那么任何物体——显然是指复合的物体——都不可能是处处可受动的,甚至也不可能是连续的;因为按照不可分的部分,物体显然不会受作用,既然它们既不受动又不可分割。而正因如此,它也不是连续的,因为不可分之物甚至不能融合为一体(因为那样一来它们也就成为可分割的了),而只是彼此相邻并置。因此,从这一假说就会得出物体并非处处可受动。但如果这一假说是假的,而物体处处可分割是真的,他说,那么认为物体在现实上是分开的但彼此接触(正如柏拉图所说,因为他说平面彼此接触,施动与受动正是通过接触而发生的),或者认为它们在现实上未分开而在潜能上分开,这并没有任何区别;因为能够被分割之物,在分割者在场时就会被分割。因此,为了施动和受动而预先假定物体在现实上已分开、且仅在分割面处相互接触,是徒劳且多余的。

语法注3 条
  1. 1.268Ταύτῃ, τῷ τινὰ τῶν μορίων μᾶλλον εἶναι παθητικὰ τῶν λοιπῶν, ἵνα τὰ εὐπαθέστερά τις τῶν μορίων καταχρώμενος καλοίη πόρους.

    Ταύτῃ(阴性单数与格)所指的内容由作同位语的带冠词不定式短语 τῷ ... εἶναι(中性单数与格)具体说明。随后的 ἵνα 目的从句使用无 ἄν 希求式 καλοίη,承接引文中的潜能表达 ἄν τις λέγοι,解释了将“通道”一词转义(καταχρώμενος)用于称呼易受动部位的修辞性用法。

  2. 1.270διορίσαντας ἐν ἀρχῇ τοῦτο λεκτέον.

    非人称动形词 λεκτέον(应当说明)的逻辑主语未用常规的与格,而是由宾格分词 διορίσαντας(阳性复数宾格)表示。这是由于受到相当于 δεῖ [ἡμᾶς] διορίσαντας λέγειν 这类带宾格主语的不定式结构的影响,使非人称主体在形式上保留了宾格。

  3. 1.270οὐδὲν διαφέρει, φησί, τὸ ἐνεργείᾳ ποιεῖν διῃρημένα εἶναι τὰ σώματα ἁπτόμενα δὲ ἀλλήλων ... ἢ ἐνεργείᾳ μὲν μὴ διῃρῆσθαι δυνάμει δέ

    非人称主动词 οὐδὲν διαφέρει(毫无区别)支配由比较连词 ἢ 连接的两个对立项:带冠词不定式短语 τὸ ... ποιεῖν 与不定式短语 ἢ [τὸ] ... μὴ διῃρῆσθαι。这里的 ποιεῖν 取“设定、假定”之意,统辖宾格不定式补足语 διῃρημένα εἶναι τὰ σώματα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:184.9-185.23