- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:183.13-184.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯基于物体不能相互穿透的原则,驳斥了汗水和发散无需孔道即可发生的主张,阐明孔道实为物体在各处的临时分离与愈合,并在结尾处界定了生成(实体变化)与施加作用(性质变化)的区别。
τοῦτο μὲν οὖν σαφές. τοὺς δὲ ἱδρῶτας καὶ τὰς διαφορήσεις οὐκ ἀνάγκη, φασί, διὰ πόρων γίνεσθαι. τὴν γὰρ περιττὴν καὶ ἄχρηστον ὑγρότητα τῇ ἐκκριτικῇ δυνάμει ἀποκρίνει ἡ φύσις, οὐ διά τινων πόρων, ἀλλὰ κατὰ συνέχειαν τέγγουσα ἄλλο ἐξ ἄλλου μόριον, καὶ οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνουσα τὸ ὑγρόν. ὥσπερ γάρ, φασί, τέγγεται τὸ λίνον, οὐκ ἐν τοῖς κενοῖς μόνον παρακειμένης τῆς τοῦ ὕδατος οὐσίας, ἀλλὰ καὶ αὐτῆς τῆς τοῦ λίνου οὐσίας διανθείσης, οὐ διά τινων πόρων (συνέβαινε γὰρ ὅλον εἶναι πόρον), οὕτω δεῖ νομίζειν καὶ ἐπὶ τοῦ σώματος γίνεσθαι, ἐκ τοῦ βάθους κατὰ συνέχειαν ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνειν τὸ ὑγρόν.1 οὗτος δὲ ὁ λόγος πιθανὸς μέν ἐστιν, ἀληθὴς δὲ οὐδαμῶς. εἰ μὲν γὰρ ποιότης μόνον ἐκ τοῦ βάθους ἀπεκρίνετο, εἶχεν ἂν λόγον τὸ λεγόμενον· εἰ δὲ μὴ μόνον ποιότης ἀλλὰ καὶ οὐσία τις, οἷον οἱ ἱδρῶτες ἢ οἱ ἀτμοί, δυοῖν ἀνάγκη θάτερον, ἢ σῶμα διὰ σώματος χωρεῖν ἢ διά τινων πόρων ἀποκρίνεσθαι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λίνου ἐροῦμεν· εἰ γὰρ δίεισι τὸ ὕδωρ εἰς τὴν τοῦ λίνου οὐσίαν μὴ διά τινων πόρων, σῶμα διὰ σώματος ἐχώρησεν. ἢ οὖν οὐδὲ ὅλως ἡ οὐσία αὐτὴ τοῦ λίνου διαίνεται, ἀλλὰ μόνον τοῦ ὑγροῦ παράθεσίς ἐστιν, ἢ εἰ διαίνεται, δεῖ νομίζειν πάσχειν τι τὴν οὐσίαν τῇ παραθέσει τοῦ ὑγροῦ καὶ μεταβάλλειν κατὰ ποιότητα, οὐ τῆς οὐσίας αὐτῆς τοῦ ὕδατος εἰσιούσης· ἀδύνατον γάρ. μήποτε δὲ2 περὶ τὰς λεπτὰς ἶνας περιχεῖται πάντῃ τὸ ὑγρὸν οὐκ εἰς τὸ βάθος τῆς οὐσίας χωροῦν, καὶ διὰ τὴν λεπτομερεστάτην παράθεσιν δοκεῖ διὰ τῆς οὐσίας κεχωρηκέναι, ὥσπερ καὶ ἐπὶ τῶν λεπτομερεστάτων ξηρίων λανθάνει σχεδὸν τῶν διαφόρων εἰδῶν ἡ παράθεσις. ἀλλ’ οὐδ’ ἐπειδὴ διὰ πόρων αἱ διαφορήσεις γίνονται, ἀνάγκη ἀφωρισμένους εἶναί τινας ἐν τοῖς σώμασι πόρους, ἀλλ’, ὡς εἶπεν ὁ Ἀριστοτέλης, “διαιρετῶν ὄντων πάντῃ τῶν σωμάτων” δεῖ νομίζειν ἐν ταῖς διαφορήσεσι διαιρεῖσθαι τὰ σώματα καὶ πάλιν μετὰ τὴν διαφόρησιν συμφύεσθαι. οὐκ ἀνάγκη δὲ ἅμα ἐκ παντὸς μορίου διαφόρησιν γίνεσθαι, ἵνα οὕτως ὅλον διαιρεῖσθαι νομίσωμεν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου. Τίνα δὲ τρόπον τοῖς οὖσιν ὑπάρχει τὸ γεννᾶν καὶ ποιεῖν.3 γεννᾶν μὲν ἐπὶ τῆς κατ’ οὐσίαν μεταβολῆς, ποιεῖν δὲ ἐπὶ τῆς κατὰ ποιότητα.
那么,这一点是清楚的。但他们说,汗水和发散并不必然通过孔道发生。因为自然是通过排泄机能排出多余且无用的湿气的,不是通过某些孔道,而是连续地浸湿一个接一个的部分,并以此种方式将液体排泄到表面。他们说,因为正如亚麻被浸润,不是由于水的实体仅仅并置在虚空之中,而是由于亚麻本身的实体被濡湿,不是通过某些孔道(否则整体就会是孔道了),在身体的情形中也应当认为是以同样方式发生的:一个接一个的部分从深处连续地被濡湿,以此种方式将液体排泄到表面。然而,这种说法虽然诱人,却绝非真实。因为如果仅仅是性质从深处被排泄出来,所说的尚有道理;但如果不仅是性质,而且某种实体——例如汗水或蒸气——也被排泄出来,二者必居其一:要么物体穿过物体,要么通过某些孔道被排泄出来。我们在亚麻的情形中也要说同样的话:因为如果水穿透进入亚麻的实体中不是通过某些孔道,那么物体就穿过了物体。因此,要么亚麻本身的实体根本没有被濡湿,而仅仅是液体的并置;要么如果被濡湿,就必须认为其实体因液体的并置而承受了某种作用,并在性质上发生改变,而不是水本身的实体进入其中;因为那是不可能的。或者不如说,液体在细微的纤维周围到处流淌,并没有进入实体的深处,由于其极其细微的并置,才显得像是穿透了实体,正如在极其细腻的粉末的情形中,不同种类的并置几乎不被察觉那样。然而,也不能因为发散是通过孔道发生的,就必然在物体中存在某些确定的孔道;而是如同亚里斯多德所言,“物体在任何地方都是可分的”,必须认为在发散时物体被分开,而在发散之后又重新愈合。并不必然从每一个部分同时发生发散,以至于我们会认为整体被分开了,而是在不同时间从不同部分发散。至于产生与施加作用以何种方式属于存在的事物:产生是指依实体的变化,而施加作用是指依性质的变化。
- 1.266ἐκ τοῦ βάθους κατὰ συνέχειαν ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνειν τὸ ὑγρόν
在由 δεῖ νομίζειν 引出的不定式结构中,不定式 ἀποκρίνειν 的逻辑主语是 ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον(被濡湿的一个接一个的部分)。虽然亦可根据前文的 ἡ φύσις ... ἀποκρίνουσα 将主语补为“自然”或“身体”,但此处将中性单数宾格 μόριον 及其分词 διαινόμενον 视为主格功能的不定式逻辑主语最为自然直接。
- 1.266μήποτε δὲ
μήποτε 在此并非表示恐惧或直接疑问,而是引导一个试探性的审慎推测(“或者不如说……”),与现在时直陈式 περιχεῖται 连用。
- 1.266Τίνα δὲ τρόπον τοῖς οὖσιν ὑπάρχει τὸ γεννᾶν καὶ ποιεῖν.
这是注解者对本段开头引文(326b29)的呼应,作为省略的标题式提问,并在紧接着的分句(γεννᾶν μὲν... ποιεῖν δέ...)中通过省略支配动词(如 λέγεται 或 ὑπάρχει)的对应句式予以作答。
