- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:182.8-183.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了亚里士多德关于施加与承受作用是基于潜能与现实的原初原理以及直接或间接的接触(而非孔道)而发生的论证,探讨了将矿物中易受作用的纹理比喻性地称为孔道的可能,并回应了有关身体发散、出汗及变稀疏的疑难。
" Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ πάσχειν, λέγωμεν λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην." Ἐλέγξας τὰς ὑποθέσεις δι’ ὧν οἱ πρότεροι τὸ ποιεῖν καὶ πάσχειν ὑπετίθεντο, βούλεται τὴν ἀληθῆ λοιπὸν ἐκθέσθαι δόξαν, πῶς γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. δεῖ δέ, φησί, τὴν πολλάκις ἡμῖν ἀρχὴν εἰρημένην καὶ νῦν προϋποθέσθαι, λέγει δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τῷ γὰρ ὄντι, ὡς ἐν τῇ Φυσικῇ αὐτὸς εἴρηκεν, ‘αὕτη ὀφθεῖσ’ ἂν ἡ φύσις πάσας ἡμῖν ἔλυσε τὰς ἐν τοῖς φυσικοῖς ἀπορίας’.1 ἐπεὶ οὖν ἐστι, φησί, τὸ μὲν δυνάμει τοιοῦτον τὸ δὲ ἐνεργείᾳ,2 οἷον θερμὸν μὲν δυνάμει τὸ ὕδωρ ἐνεργείᾳ δὲ τὸ πῦρ, ἐπειδὴ τὸ φυσικῶς ποιοῦν ἐξομοιοῦν ἑαυτῷ βούλεται τὸ πάσχον, ὅταν τὸ ποιητικὸν τὸ ἐνεργείᾳ ὂν προσπελάσῃ καὶ ἅπτηται τοῦ δυνάμει ὄντος, τουτέστι τοῦ παθητικοῦ, μεταβάλλει τὸ ἐν αὐτῷ δυνάμει εἰς τὸ ἐνεργείᾳ. ἀνάγκη οὖν πᾶσα ἅπτεσθαι τὸ ποιητικὸν τοῦ παθητικοῦ ἢ ἀμέσως ἢ διὰ μέσου τινός, ὅταν τὸ μέσον τοιοῦτον ᾖ ὡς δύνασθαι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ποιοῦντος δρᾶν δὲ καὶ αὐτὸ εἰς τὸ πάσχον, οἷόν ἐστιν ὁ ἀήρ· οὐ γὰρ ἀμέσως ὑπὸ τοῦ πυρὸς ἐν τοῖς βαλανείοις θερμαινόμεθα, ἀλλὰ θερμαίνει μὲν τὸ πῦρ τὸν ἀέρα, ἡμᾶς δὲ ὁ ἀήρ. οὐ χρεία οὖν πόρων πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλὰ μόνον τοῦ θιγεῖν ἀλλήλων ταῦτα, εἰ μή τις, φησί, πόρους εἴποι τὰ εὐπαθέστερα μόρια τῶν σωμάτων, ὥσπερ ἐπὶ τῶν μετάλλων συμβαίνει. εἰσὶ γὰρ φλέβες τινὲς ἐν τοῖς μετάλλοις διήκουσαι δι’ ὅλου, οἷον ἐν τοῖς μαρμάροις, εἰ λευκὸν εἴη, μέλαιναί τινες ἢ ἕτεραι τῷ χρώματι, δηλονότι διὰ τὸ ἑτέρας τινὸς εἶναι κράσεως καὶ ἢ εὐπαθέστερα εἶναι τὰ μόρια ταῦτα ἢ δυσπαθέστερα. οὕτως οὖν, φησίν, οὐδὲν θαυμαστὸν καὶ ἐν τοῖς πάσχουσιν εἶναί τινα τοιαῦτα μόρια δι’ ὅλου διήκοντα εὐπαθέστερα, καὶ ταῦτα μᾶλλον πάσχειν ἁπτομένου τοῦ ποιοῦντος. εἴ τις οὖν, φησί, τούτους ἀξιοῖ καλεῖν πόρους, καλείτω. Ἀποροῦσι δέ τινες ἐπὶ τούτοις, τί οὖν οὐκ εἰσὶν οὐδαμῇ οὐδαμῶς ἐν τῷ σώματι πόροι ἀφωρισμένοι. πόθεν οὖν αἱ καθ’ ἡμέραν διαφορήσεις τῶν σωμάτων ἀδήλως γίνονται; πόθεν οἱ ἱδρῶτες διᾶσι; πῶς δέ φαμεν ἀλείμματά τινα ἀραιωτικὰ εἶναι ἢ πυκνωτικὰ τῶν σωμάτων; φασὶν οὖν πρὸς τοῦτο ἀπολογούμενοι, ὅτι τὸ μὲν μανότερα ἢ πυκνότερα γίνεσθαι τὰ σώματα διά τινων ἀλειμμάτων, οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι,3 ὡς ὁ ἱμὰς ἢ τὸ ἔριον, τῷ διαστέλλεσθαι καὶ κενάς τινας χώρας μεταξὺ ποιεῖν, ἀλλ’ ὥσπερ τὸ ὕδωρ μανούμενον ποιεῖ τὸν ἀέρα οὐ τῷ εἰς μικρὰ κατακερματίζεσθαι καὶ διαλαμβάνειν μεταξὺ κενά, ἀλλὰ τῷ εἰς λεπτομερεστέραν οὐσίαν μεταβάλλειν, οὕτω καὶ τὰ σώματα ἀραιοῦται ὁμαλῶς ὅλα δι’ ὅλων λεπτομερέστερα γινόμενα.
“存在的事物以何种方式具有产生、施加作用和承受作用,让我们以屡次谈及的原初原理为出发点来阐明。” 在驳斥了前人据以假定施加作用和承受作用的诸假说之后,他最终意欲阐明施加作用与承受作用是如何发生的这一真实观点。他说,必须把我们屡次谈及的原初原理在现在也预先假定下来,他所指的是潜能与现实。因为事实上正如他自己在《物理学》中所言,“如果看清了这一本性,它本会为我们解决自然事物中的所有疑难”。他说,因此,既然一者在潜能上是如此的,另一者在现实上是如此的——例如水在潜能上是热的,火在现实上是热的——由于自然地施加作用者意欲使承受作用者同化于自身,所以当在现实中存在的作用者靠近并接触在潜能中存在者(亦即承受作用者)时,它便将其中的潜能转变为现实。因此,作用者完全必然直接地或通过某种居间媒介接触承受作用者,只要该媒介是既能施加作用又能承受作用的,即承受施加作用者的作用,且自身也作用于承受作用者,就像空气那样;因为在浴室中我们并不是直接被火加热,而是火加热空气,而空气加热我们。因此,施加作用和承受作用并不需要孔道,而只需要这些事物彼此触碰,除非,他说,有人把物体中更容易承受作用的部分称为孔道,正如在矿物的情形中所发生的那样。因为在矿物中存在着贯穿整体的某些矿脉,例如在大理石中,如果是白色的大理石,就有某些黑色的或颜色不同的纹理,这显然是因为它们属于某种不同的混合,且这些部分要么更容易承受作用,要么更不易承受作用。因此他说,在承受作用的事物内部同样存在贯穿整体的、更容易承受作用的这类部分,并在施加作用者接触时更多地承受作用,这毫无奇怪之处。他说,如果有人认为适宜将这些称为孔道,那就让他这样称呼吧。然而某些人对此提出疑难:既然如此,为何在物体中绝没有任何确定的孔道呢?那么身体每日不知不觉的发散是从何处发生的呢?汗水是从何处穿透出来的呢?我们又如何说某些涂剂能使身体变得稀疏或致密呢?于是他们针对这一点辩护说,关于身体由于某些涂剂而变得更稀疏或更致密,绝不可认为它是像皮带或羊毛那样,通过张开并在其中制造某些虚空的间距而变稀疏的,而是如同水变稀疏而生成空气那样——不是通过碎裂成微小碎片并在中间夹杂虚空,而是通过转变为组成部分更精细的实体——,身体同样也是整体上完全均匀地转变为组成部分更精细的事物而变稀疏的。
- 1.266αὕτη ὀφθεῖσ’ ἂν ἡ φύσις πάσας ἡμῖν ἔλυσε τὰς ἐν τοῖς φυσικοῖς ἀπορίας
此句为带有小词 ἄν 的直陈式不定过去时(ἔλυσε)构成的与过去事实相反的虚拟条件句归结从句。前置的分词短语 αὕτη ὀφθεῖσα 充当条件从句(相当于 εἰ ὤφθη),表示未实现的过去条件:“如果这一本性被看清了”。
- 1.266ἐπεὶ οὖν ἐστι, φησί, τὸ μὲν δυνάμει τοιοῦτον τὸ δὲ ἐνεργείᾳ
该长句的骨干由一系列层叠的原因和时间从属从句(ἐπεὶ οὖν... ἐπειδὴ... ὅταν...)构成,最终落实到主句主动词 μεταβάλλει(“[作用者]转变”)。其主语承接自 ὅταν 从句中的 τὸ ποιητικὸν τὸ ἐνεργείᾳ ὄν。
- 1.266τὸ μὲν μανότερα ἢ πυκνότερα γίνεσθαι τὰ σώματα διά τινων ἀλειμμάτων, οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι
句首带冠词的不定式短语 τὸ μὲν... γίνεσθαι τὰ σώματα 作为关涉对格(accusative of respect)或话题化成分置于从句之前,引出后文的 οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι,构成“关于物体变得……,不应当这样认为……”的句式结构。
