← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§180.3-182.7

设定虚空与孔道的徒劳性及物体的可分性

针对亚里士多德《论生成与毁灭》326b15–326b26,菲洛波庞斯驳斥了将虚空或微小孔道设定为施加作用与承受作用之原则的主张,揭示其武断与徒劳,并指出既然物体处处皆可分割,便无须预先设定现实存在的孔道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.261

" Ἀλλὰ μὴν εἰ κενὰ μὲν ταῦτα, ἀνάγκη δὲ σώματα ἐν αὐτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν." Εἴ τις, φησί, μὴ λέγοι πόρους δι’ ὧν τὸ ποιεῖν καὶ τὸ πάσχειν ἢ τὸ ὁρᾶν γίνεται, κενὰ δὲ ταῦτα λέγοι εἶναι πλήρη σωμάτων, τὰ αὐτὰ συμβήσεται ἅπερ καὶ ἐπὶ τῶν πόρων συνέβαινεν. τί οὖν διαφέρουσι τῶν πόρων; ὅτι οἱ μὲν πόροι οὐδέποτε κενοὶ σώματος πεφύκασιν εἶναι, τὸ μέντοι κενὸν καὶ πλῆρες 〈καὶ οὐ πλῆρες〉, ᾗ πέφυκέ ποτε καθ’ αὑτὸ ὑφίστασθαι. εἰ δέ τις εἴποι εἶναι ἐν τοῖς σώμασι τοῖς ἐν τοῖς κενοῖς πόρους τινὰς μεταξὺ ἢ κενὰ ἕτερα εἶναι, πάλιν περὶ ἐκείνων τὰ αὐτὰ ἀπορήσομεν, πότερον ὄντων ἐν αὐτοῖς ἑτέρων σωμάτων διιᾶσιν αὐτὰ αἱ ὄψεις ἢ οὔ, καὶ πάλιν τὰ αὐτὰ συναχθήσεται. εἰ δέ τις εἴποι μικρὰ εἶναι τὰ μεταξὺ κενὰ ὡς μὴ δύνασθαι σῶμά τι δέξασθαι, πρῶτον μὲν οὐδὲ αἱ ὄψεις διελεύσονται δι’ ἐκείνων σώματά γε οὖσαι (ὥστε μάτην ἔσονται), ἔπειτα, φησίν, εἴ γε ὅλως πέφυκε τὸ κενὸν ὑφίστασθαι καθ’ αὑτό, ἄλογον καὶ ἀποκληρωτικὸν μικρὸν μὲν κενὸν ὑποτίθεσθαι, μέγα δὲ μή. τί γάρ ἐστιν ἄλλο τὸ κενόν, φησίν, ἢ τόπος ἐστερημένος σώματος; εἶτα ἀκόλουθον ὂν ἐπαγαγεῖν1 ‘ὥστε παντὶ κενῷ ἴσον ἔσται σῶμα’, αὐτὸς ἀντιστρέψας εἶπεν ὥστε παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν· οὕτω γὰρ ὃ βούλεται κατεσκεύασεν. εἰ γὰρ παντὶ σώματι ἴσον ἔσται κενόν, ἔστι δὲ μέγα σῶμα, ἔστιν ἄρα καὶ κενὸν μέγα. τοῦτο δὲ ἴσως ἐποίησεν διὰ τὸ ἀντιστρέφειν τό τε κενὸν πρὸς τὸ σῶμα τό τε σῶμα πρὸς τὸ κενόν. καὶ παντὶ σώματι ἴσον ἔσται κενόν, ἀλλ’ οὐ κεχωρισμένον ὅπερ ἐκεῖνοι ὑπετίθεντο, ἀλλ’ ἔχον ἐν ἑαυτῷ τὸ σῶμα. οὐ παντὶ δὲ κενῷ ἀνάγκη ἴσον εἶναι σῶμα· τί γὰρ εἴ τις ὑπόθοιτο εἶναι μὲν κενόν, καὶ τοῦτο τόπον εἶναι ἐστερημένον σώματος, μὴ μέντοι δέχεσθαί ποτε σῶμα; οὗτος μὲν οὖν οὐκ ἀναγκαῖος ὁ λόγος, τῷ δὲ ἀποκληρωτικὸν εἶναι τὸν λόγον,2 ἐλέγχοιτο ἂν μᾶλλον· τίς γὰρ ἡ ἀποκλήρωσις μικροῦ ὄντος κενοῦ μὴ καὶ μέγα εἶναι;

“然而,即使这些是虚空,但若其中必然含有物体,同样的结果将再次发生。” 他说,如果有人不说发生施加作用、承受作用或视觉所经由的是孔道,而说这些是充满物体的虚空,那么在孔道的情形中发生的结果,同样也会在此发生。那么,它们与孔道有何区别呢?区别在于孔道按本性绝非没有物体的虚空,而虚空既然按本性有时能够自身独立存在,就既可以是充实的,也可以是〈不充实的〉。如果有人说,在虚空中的物体内部存在某些居间的孔道或存在其他虚空,我们关于那些又将提出同样的疑难:在它们内部存在其他物体的情况下,视线是穿过它们还是不穿过?而且同样的结果将再次被推导出来。但如果有人说,居间的虚空微小得以至于无法容纳任何物体,首先,既然视线无论如何都是物体,甚至连视线也不会穿过它们(从而它们的存在将是徒劳的);其次,他说,如果虚空完全按本性能够自身独立存在,那么假定微小的虚空却不假定巨大的虚空,就是不合理的且武断的。因为他说,虚空除了被剥夺了物体的场所之外还能是什么?接着,虽然接续推论应当是“从而对每一个虚空都将有一个与之相等的物体”,但他自己将其换位,说对每一个物体都将有一个在体积上与之相等的虚空;因为他以这种方式确立了他想要的主张。因为如果对每一个物体都将有一个相等的虚空,而存在巨大的物体,那么也就存在巨大的虚空。他之所以这样做,或许是因为虚空可与物体换位,物体也可与虚空换位。而且对每一个物体都将有一个相等的虚空,但并不是像他们所假定的那样是分离的虚空,而是在自身之中包含着物体的虚空。然而,并非必然对每一个虚空都有一个与之相等的物体;因为如果有人假定存在虚空,并且这是被剥夺了物体的场所,然而却绝不接纳物体,那又会怎样呢?因此,这个论证并非必然的;但由于该论断是武断的,它倒是更容易受到驳斥:因为在微小虚空存在的情况下却不存在巨大虚空,这有什么武断的理由呢?

§1.262

"Ὅλως δὲ τὸ πόρους ποιεῖν περίεργον." Ἐπαναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἐκτίθεται. εἰ οὖν, φησί, μὴ δυνατὸν ἔξωθεν ἁπτόμενον ποιεῖν, οὐδὲ διὰ τῶν πόρων ποιήσει· μόνον γὰρ εἰσελεύσεται [τε] πάσχον, δράσει δὲ οὐδὲν εἰς τὰ παρακείμενα τοῖς πόροις σώματα, εἴ γε μὴ δυνατὸν τῷ ἅπτεσθαι ποιεῖν. εἰ δὲ εἰσελθὸν καὶ ἁψάμενον ἐποίησεν, κἂν μὴ πόροι ὦσι, τῇ ἁφῇ ποιήσειεν ἄν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλὰ χρεία τῶν πόρων πρὸς τὸ καὶ τὸ βάθος παθεῖν’, ἴστω μηδὲν πρὸς τὴν νῦν ὑπόθεσιν λέγων.3 οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ μηδαμῇ μηδαμῶς διὰ πόρων εἴσεισι τὸ ποιοῦν. εἴσεισι γοῦν καὶ διὰ στόματος καὶ διὰ γαστρὸς καὶ διὰ τῶν λοιπῶν φυσικῶν ὄντων πόρων, ἀλλ’ οὐχὶ πρὸς τὸ ποιεῖν οἱ πόροι συμβάλλονται ἐνταῦθα, ἀλλὰ πρὸς τὸ πλησιάσαι τὸ ποιοῦν τῷ πάσχοντι· αὐτὸ τὸ ποιεῖν γίνεται διὰ τῆς ἁφῆς. οὕτως κἄν τις λέγοι δεῖσθαι πόρων πρὸς τὸ παθεῖν τὸ βάθος, οὐ τοὺς πόρους αἰτίους φήσειεν εἶναι τοῦ ποιεῖν τὸ ποιοῦν, ἀλλὰ μόνον αἰτίους τοῦ θιγγάνειν ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον.

“总的来说,设定孔道是多余的。” 他重申这一论证,并作了更精确的阐述。他说,如果从外部接触无法施加作用,那么通过孔道也不会施加作用;因为[施加作用者]将仅仅进入,而如果不可能通过接触施加作用,它对于邻近孔道的物体将不会产生任何影响。但如果进入并接触之后施加了作用,那么即使没有孔道,它也可以通过接触施加作用。如果有人说“但是为了深处也能承受作用,需要孔道”,那么应当知道,他所说的与当前的假说毫不相干。因为所探讨的问题并不是施加作用者是否完全不通过孔道进入。它无论如何会通过嘴、通过胃以及通过其余自然存在的孔道进入,但在这里孔道并不是对施加作用有所助益,而是对施加作用者靠近承受作用者有所助益;施加作用本身是通过接触发生的。同样地,即使有人说为了深处承受作用而需要孔道,他也不会说孔道是施加作用者施加作用的原因,而只会说是施加作用者与承受作用者彼此接触的原因。

§1.263

"Τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων." Τουτέστι ποιεῖν καὶ πάσχειν.

“对于那些彼此之间具有这种本性的事物。” 也就是施加作用与承受作用。

§1.264

"Ὅτι μὲν οὖν οὕτως λέγειν τοὺς πόρους ὥς τινες ὑπολαμβάνουσιν, ἢ ψεῦδος ἢ μάταιον, φανερὸν ἐκ τούτων ἐστίν." Οὕτως ἀντὶ τοῦ ἀφωρισμένους τινὰς καὶ ἐνεργείᾳ εἶναι πόρους ἐν τῷ σώματι, καὶ οἱονεὶ κεκεντημένα αὐτὰ εἶναι. οὐχ ἁπλῶς δὲ τὸ εἶναι πόρους ἀναιρεῖ (εἰσὶ γάρ, ὥσπερ εἴπομεν, ἔντερα φλέβες ἀρτηρίαι καὶ τὰ λοιπά), ἀλλ’, ὡς εἶπον, τὸ κεκεντῆσθαι τὸ λοιπὸν σῶμα καὶ εἶναι πόρους ἀφανεῖς διὰ σμικρότητα δι’ ὅλου τοῦ σώματος. ψεῦδος μὲν οὖν φησι τὴν τοιαύτην ὑπόθεσιν διὰ τὸ μὴ ὂν ὑποτίθεσθαι, μάταιον δὲ ὅτι εἰ καὶ ὑποθώμεθα εἶναι, οὐδὲν αὐτοῖς πρὸς τὸ ποιεῖν καὶ πάσχειν συντελέσουσιν, ὥσπερ ἐδείξαμεν.

“因此,像某些人所认为的那样谈论孔道,要么是虚假的要么是徒劳的,这从这些论证中是显而易见的。” “这样”是指在物体中存在某些确定的且现实的孔道,并且它们〔物体〕宛如被刺穿了孔洞。他并非一概取消孔道的存在(因为正如我们所说,存在肠、静脉、动脉及其他),而是如我所说,取消物体的其余部分被刺穿孔洞,以及由于微小而在整个物体中贯穿着不可见的孔道。因此他说,这样的假说是虚假的,因为假定了不存在的事物;而说是徒劳的,是因为即使我们假定它们存在,正如我们所表明的,它们对施加作用和承受作用也毫无助益。

§1.265

"Διαιρετῶν δὲ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν γελοῖον· ᾗ γὰρ διαιρετά, δύναται χωρίζεσθαι." Εἰ καὶ πόρων ἔδει πρὸς τὸ ποιεῖν καὶ πάσχειν, γελοῖον ἦν, φησί, τὸ ἀφωρισμένους καὶ ἐνεργείᾳ ὑπάρχοντας ὑποτίθεσθαι πόρους. διαιρετῶν γὰρ ὄντων πάντῃ τῶν σωμάτων δύναται τὸ ποιοῦν τότε ποιεῖν ἑαυτῷ πόρον καὶ διαιρεῖν τὸ σῶμα, ὅταν ἅψηται καὶ ποιεῖν μέλλῃ. ὥστε οὐ χρεία ἀφωρισμένων τινῶν πόρων.

“由于物体处处都是可分的,设定孔道是可笑的;因为只要它们是可分的,就能够被分离开。” 他说,即使施加作用和承受作用需要孔道,假定确定的且现实存在的孔道也是可笑的。因为既然物体处处都是可分的,施加作用者在接触并准备施加作用时,便能够为自己制造孔道并分割物体。因此,不需要任何确定的孔道。

语法注3 条
  1. 1.261ἀκόλουθον ὂν ἐπαγαγεῖν

    这是基于非人称结构 ἀκόλουθόν ἐστι(“接续推论……是理所当然的”)的宾格绝对结构,相对于后文的主句 αὐτὸς ἀντιστρέψας εἶπεν 具有让步或情状意义(“虽然接续推论……本是顺理成章的”)。不定式 ἐπαγαγεῖν 作 ἀκόλουθον ὄν 的补足语。

  2. 1.261τῷ δὲ ἀποκληρωτικὸν εἶναι τὸν λόγον

    带冠词的不定式短语(τῷ ... εἶναι τὸν λόγον)作原因或方式与格,为后文的主节动词潜在希求式 ἐλέγχοιτο ἂν μᾶλλον(“倒不如说更容易受到驳斥”)提供得以成立的根据或方面。

  3. 1.262ἴστω μηδὲν πρὸς τὴν νῦν ὑπόθεσιν λέγων

    间接引语结构,表示知晓的动词 ἴστω(οἶδα 的第三人称单数命令式)支配补充分词 λέγων,而非 ὅτι 从句,意为“应当知道自己所说的毫不相干……”。否定词 μηδέν 修饰分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:180.3-182.7