- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:179.1-180.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德反驳视觉孔道说(326b10–13),菲洛波庞注析了视线不可能穿透孔道或接触面,以及透过空气视物时所导致的种种荒谬(居间空间成为虚空、作为物体的视线相互穿透),从而否定了视线发射说。
" Ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν ὡς λέγουσιν;" Εἰπὼν τὸ ‘εἰ μὲν καὶ πεπληρωμένων τῶν πόρων’ οὐκέτι ἀνταπέδωκεν τὸ ‘εἰ δὲ κενῶν ὄντων’, τουτέστιν εἰ ἐξωθοῦντος τοῦ ποιοῦντος τὸ ἐν τοῖς πόροις σῶμα. εἴπομεν δὲ περὶ τούτου ἡμεῖς. αὐτὸς δὲ ἐπανατρέχει εἰς τὸ δεῖξαι, ὅτι οὐδὲ τὸ ὁρᾶν τοῦτον γίνεται τὸν τρόπον ὅνπερ ἔλεγον οὗτοι, διὰ πόρων τινῶν διιουσῶν τῶν ὄψεων. ἀνάγκη γὰρ τὰς ὄψεις ἢ ἐξωθῆσαι τὸ ἐν τοῖς πόροις τῶν διαφανῶν σῶμα καὶ οὕτω διιούσας ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, ἢ μηδὲν ἐξωθούσας διὰ τοῦ σώματος διιέναι ἢ διὰ τῶν ἁφῶν αὐτῶν καὶ τῶν ἐφαρμογῶν τῶν δύο σωμάτων, τοῦ τε ἐν τῷ πόρῳ σώματος καὶ οὗ ἐστιν ὁ πόρος, οἷον τῆς ὑάλου. ὅτι μὲν οὖν διὰ τῶν ἁφῶν ἀδύνατον διιέναι τὰς ὄψεις, σώματα οὔσας κατὰ τὰς ἐκείνων ὑποθέσεις,1 πρόδηλον· τὰ μὲν γὰρ πέρατα ἁπτόμενα ἐφαρμόζει ἀλλήλοις καὶ χώραν οὐδεμίαν μεταξὺ ἐᾷ, αἱ δὲ ὄψεις σώματα οὖσαι διὰ ἀδιαστάτου διιέναι οὐ πεφύκασιν. οὐκ ἄρα διὰ τῶν ἁφῶν δυνατὸν διιέναι τὰς ὄψεις. δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ διὰ τοῦ σώματος χωρεῖν δυνατὸν τοῦ ἐν τῷ πόρῳ· σῶμα γὰρ ἂν διὰ σώματος χωροίη. ἄλλως τε καὶ μάταιον οἱ πόροι. εἰ γὰρ ὅλως χωρεῖν διὰ σώματος πεφύκασιν αἱ ὄψεις, ἐχώρησαν ἂν καὶ διὰ τῆς τῶν διαφανῶν οὐσίας καὶ πόρων οὐκ ἦν χρεία. εἰ δὲ τέμνουσαι καὶ κατὰ μόρια ἢ καὶ παντελῶς ἐξωθοῦσαι αἱ ὄψεις τὸ ἐν τοῖς πόροις σῶμα, οὕτω διιᾶσι καὶ τῶν ὁρατῶν ἀντιλαμβάνονται, πολλὰ καὶ ἄτοπα τῷ λόγῳ τούτῳ ἕψεται. πρῶτον μὲν γὰρ οὐδὲν ἅμα ὁρᾶν ἡμᾶς ἔδει, ἀλλὰ κατὰ μόρια· ἑκάστης γὰρ ὄψεως μορίῳ τινὶ προσβαλλούσης, μὴ συνεχῶν οὐσῶν τῶν ὄψεων, οὐκ ἔδει οὐδὲν συνεχὲς ὁρᾶσθαι. ἔπειτα πῶς ὁρῶμεν διὰ τοῦ ἀέρος; εἰ γὰρ καὶ ἐνταῦθα διά τινων πόρων τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος ταῖς ὄψεσιν, ἐπειδὴ τοῖχόν τινα ὁλόκληρον — καὶ τί λέγω τοῖχον; τὸ τεταρτημόριον ὅλον τοῦ οὐρανοῦ ἅμα ὁρῶμεν, ἀνάγκη πᾶσα2 τὸν μεταξὺ τόπον, τὸν ἀπὸ τῶν ὀφθαλμῶν λέγω μέχρι τοῦ ὁρωμένου, κενὸν εἶναι, ὅπερ ἀδύνατον. καὶ ἐπειδὴ τὸ αὐτὸ ὁρατὸν ἅμα πλείονες ὁρῶμεν, συμβήσεται τὰς ὄψεις πάλιν σώματα οὔσας χωρεῖν δι’ ἀλλήλων, ὅπερ ἀδύνατον. καὶ ἐντεῦθεν οὖν ὅτι οὐ σώματα ἐκ τῶν ὀφθαλμῶν ἔξεισι, δῆλον.
“此外,透视怎么可能像他们所说的那样发生呢?” 在说了“如果孔道即使被填满”之后,他便不再相应补充“但如果是空的”,也就是施加作用者挤出孔道中的物体的情况。不过关于这一点我们已经谈过了。他自己则折返回去表明,视觉也并不是按照这些人所说的、由于视线穿过某些孔道这种方式发生的。因为视线必然要么挤出透明物体孔道中的物体,并以此方式穿过去而领会可见之物;要么在不挤出任何物体的情况下穿过物体;要么穿过这两个物体本身的接触面和贴合处,即孔道中的物体与孔道所属的物体(例如玻璃)之间的贴合处。那么,根据他们的假说,作为物体的视线不可能穿过接触面,这是显而易见的。因为相互接触的边界彼此密合,不在其间留下任何空间,而作为物体的视线按本性是无法穿过无广延之物的。因此,视线不可能穿过接触面。正因如此,它也不可能穿过孔道中的物体;因为这样物体就会穿透物体。此外,孔道也是徒劳的。因为如果视线按本性完全能够穿过物体,它们本也可以穿过透明物体的实体,也就没有必要存在孔道了。但如果视线通过切割并按部分或者彻底挤出孔道中的物体,以此方式穿过并领会可见之物,许多荒谬之处将伴随这一论证而来。首先,我们本不应当一下看到任何事物,而应是一部分一部分地看到;因为每条视线落在一个部分上,由于视线不是连续的,就不应当看到任何连续的事物。其次,我们如何透过空气看物?因为即使在那里,空气通过某些孔道被切割并给视线让位,但既然我们能一下看到整面墙——而且我何必说一面墙呢?——甚至能一下看到整个天空的四分之一,那么居间的空间,我指的是从双眼直到可见之物之间的空间,就势必完全是空的,而这是不可能的。而且,既然多人能同时看到同一个可见之物,作为物体的视线就将再次发生彼此相互穿透,这也是不可能的。因此,从这里也显然可以看出,从眼睛里出来的并不是物体。
"Τί γὰρ διοίσει τοῦ μὴ πόρους ἔχειν;3" Εἰ δίεισι, φησί, διὰ τῶν πόρων πεπληρωμένων ὄντων, διὰ τί μὴ καὶ δι’ αὐτῶν τῶν σωμάτων τῶν διαφανῶν δίεισιν; ὁμοίως γὰρ οἵ τε πόροι πλήρεις καὶ τὸ λοιπὸν τῶν διαφανῶν σῶμα.
“因为这与没有孔道相比又会有何不同呢?” 他说,如果在孔道被填满的情况下能够穿过,为什么不能也穿过透明物体本身呢?因为孔道与透明物体的其余部分同样都是充实的。
- 1.259σώματα οὔσας κατὰ τὰς ἐκείνων ὑποθέσεις
与不定式 διιέναι 的逻辑主语宾格短语 τὰς ὄψεις 一致的宾格分词短语,充当表示原因的状语分词(“因为根据他们的假说,它们是物体”)。
- 1.259εἰ γὰρ καὶ ἐνταῦθα διά τινων πόρων τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος ταῖς ὄψεσιν, ἐπειδὴ ... ἀνάγκη πᾶσα
在 εἰ 从句内部嵌入了属格绝对结构(τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος),随后又插入了表示原因的从句 ἐπειδὴ ... ἅμα ὁρῶμεν,接着由非人称短语 ἀνάγκη πᾶσα [ἐστί] 导出结论。其句法骨架为:即使空气退让,但既然我们能一下看到整个象限,居间空间就必然是空的。
- 1.260Τί γὰρ διοίσει τοῦ μὴ πόρους ἔχειν;
动词 διαφέρω 支配比较/分离属格(τοῦ ... ἔχειν)。冠词不定式所带的否定词 μή 是不定式常用的否定形式,整句意为“与不具有孔道相比有何区别(并无不同)”。
