- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:17.1-18.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞评注亚里士多德《论生成与消灭》314b15–28,亚里士多德在其中揭示了恩培多克勒等多元素论者如何因将诸情状视为元素不可变的形相而导致取消性质变化,并进而论证了承载对立变化的单一质料(底层基质)与性质变化的共存必然性。
" Οὐ μὴν ἀλλ’ ἐξ ὧν λέγουσιν οἱ πλείους ἀρχὰς ποιοῦντες μιᾶς." Ἄρχεται διδάσκειν πῶς οἱ πλείους ἀρχὰς ὑποθέμενοι διὰ τῶν λόγων ἀναιροῦσι τὴν ἀλλοίωσιν δι’ ὧν λέγουσι. φασὶ γὰρ τὰ πάθη, καθ’ ἃ φαμεν τὴν ἀλλοίωσιν γίνεσθαι, εἴδη εἶναι τῶν στοιχείων, εἴδη δὲ ὄντα ἀεὶ τοῖς αὐτοῖς τὰ αὐτὰ μένει· ἀμετάβλητα γὰρ καὶ ἀπαθῆ κατ’ αὐτοὺς τὰ εἴδη. οὐ πάντες δὲ οἱ πλείους ἀρχὰς ὑποθέμενοι ἀναιροῦσι τὴν ἀλλοίωσιν, ἀλλ’ ὁ Ἐμπεδοκλῆς. καὶ παραθέμενος δι’ ὧν ταῦτά φησιν ὁ Ἐμπεδοκλῆς, ἀποδιδοὺς τῷ πυρίῳ σώματι καὶ τῷ ἡλίῳ (πύρια γὰρ τὰ οὐράνια ᾤετο) τὴν λευκότητα καὶ τὴν θερμότητα, τῷ δὲ ὕδατι τὴν μελανότητα καὶ τὴν ψυχρότητα, ὁμοίως φησὶ καὶ περὶ τῶν λοιπῶν παθῶν λέγειν αὐτόν,1 οἷον ὑγρότητος καὶ ξηρότητος καὶ πυκνότητος καὶ συντόμως φάναι τῶν ἄλλων παθῶν, ὁμοίως δὲ δηλονότι τῷ διαφορὰς αὐτὰ τῶν στοιχείων εἶναι καὶ εἰδοποιεῖν αὐτὰ τὰ αὐτὰ μένοντα. κατὰ μὲν οὖν Ἐμπεδοκλέα οὐκ ἔστιν ἀλλοίωσις, ὡς δέδεικται, κατὰ δὲ Ἀναξαγόραν αἱ ὁμοιομέρειαι τούτοις εἰδοποιοῦνται τοῖς πάθεσιν, κατὰ δὲ τοὺς περὶ Δημόκριτον εἴδη τῶν στοιχείων ἐστὶ τὰ σχήματα, τῶν δὲ ἄλλων ἐστὶν ἀνεπίδεκτα παθῶν, οἷον θερμότητός τε καὶ ψύξεως, λευκότητός τε καὶ μελανίας, καὶ τῶν ἄλλων τῶν τοιούτων, φαίνεσθαι δὲ μόνον τούτων μετέχοντα τὰ σύνθετα τῇ πρὸς ἡμᾶς σχέσει. τούτων δὲ τῶν παθῶν, τῶν ἡμῖν μὲν φαινομένων φύσει δὲ μὴ ἐνυπαρχόντων τοῖς σώμασι, τὰ μὲν τῇ ἐκ τῶν τοιῶνδε ἀτόμων συγκρίσει ἕπεται, ὥσπερ ἡ θερμότης τῷ πυρὶ ἐκ σφαιρικῶν ἀτόμων συντεθεισῶν φαίνεται διὰ τὸ τῆς σφαίρας εὐκίνητον (τῷ γὰρ ῥᾳδίως διικνεῖσθαι, διότι κατὰ σημεῖον ἡ κίνησις τῇ σφαίρᾳ, τὸ θερμὸν εἶναι δοκεῖν ποιεῖ, ὥσπερ τοὐναντίον ὁ κύβος τῇ πιλήσει καὶ τῷ δυσκινήτῳ τὸ ψυχρόν), ἔνια δὲ σῳζομένων τῶν συγκριμάτων τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων τὴν φαντασίαν τῆς μεταβολῆς ἴσχει, ὅπερ ἔφαμεν ἀναλογεῖν τῇ ἀλλοιώσει. τὸ γὰρ αὐτὸ σῶμα ὁτὲ μὲν λευκὸν ὁτὲ δὲ μέλαν καὶ ψυχρὸν καὶ θερμὸν δοκεῖ, τῷ μετατίθεσθαι καὶ μετατάττεσθαι τὰς ἀτόμους ἐν τῷ συνθέτῳ. ἀμέλει τὸ πῦρ ἀεὶ ὡσαύτως ἔχειν δοκεῖ, τῷ εἰ καὶ μετατεθεῖεν τὰ ἐξ ὧν σύγκειται ἄτομα, διὰ τὸ εἶναι σφαιρικὰ πανταχόθεν τὴν αὐτὴν ἀεὶ ἔχειν σχέσιν πρὸς ἡμᾶς.2 τὰ γὰρ ἐκ τριγώνων φέρε οὐχ ἕξει ὁμοίως, ἔξω μὲν τῶν βάσεων οὐσῶν ἐντὸς δὲ τῶν κορυφῶν, ἢ ἔμπαλιν. πάντα δὲ ἁπλῶς τὰ πάθη, τά τε φυλαττόμενα ἀεί, ὡς ἡ θερμότης ἐν τῷ πυρί, καὶ τὰ ἄλλοτε ἄλλως μεταλλαττόμενα, φαίνεσθαι μόνον ἡμῖν ἔφασκον, φύσει δὲ ἐνυπάρχειν οὐδαμῶς.
“不仅如此,而且从那些确立本原不止一个的人所说的事物中也是如此。” 他开始阐述,那些假定本原不止一个的人如何通过其论述、凭借其所说的话取消了性质变化。因为他们声称,我们据以说产生性质变化的情状乃是元素的形相,而且既然是形相,它们对于相同的事物就始终保持同一;因为依他们之见,形相是不可变且不受动的。然而并不是所有假定本原不止一个的人都取消了性质变化,而是恩培多克勒取消了。并且[亚里士多德]在引述了恩培多克勒借以陈述这些观点——将白与热赋予火热的物体与太阳(因为他认为天体是火热的),将黑与冷赋予水——的文句后,说恩培多克勒对于其余的情状(例如湿与干、密,简而言之即对于其他情状)也是同样地说的;显然,同样是指它们是元素的种差,并在保持同一的同时从种相上形成它们。因此,按照恩培多克勒的说法不存在性质变化,正如已经指出的那样;而按照阿那克萨戈拉,同质部分是由这些情状在种相上形成的;而按照德谟克利特派,元素的形相乃是形状,〔元素〕并不接受其余的情状(例如冷热、黑白以及其他诸如此类的事物),复合物仅仅由于相对于我们的关系才显得分有这些情状。在这些向我们显现但在本性上并不内在存在于物体之中的情状中,有的伴随着此类不可分体的结合,正如由球形不可分体组成的火中显现的热乃是由于球体的易动性(因为由于球体的运动是逐点进行的,它容易穿透,从而造成了显得是热的;正如相反,立方体通过紧密结合和不易动性而造成显得是冷的一样);而另一些情状,在复合物得以保全的同时,通过不可分体的位置变换与重新排列而具有了变化的表象,我们曾说这与性质变化相当。因为由于不可分体在复合物中变换位置和重新排列,同一个物体有时显现为白,有时显现为黑,以及冷和热。诚然,火似乎始终处于同一状态,因为即使构成它的不可分体变换了位置,由于它们是球形的,从各方面看对我们始终具有相同的关系。比如,由三角形构成的事物就不会处于类似的状态,如果底面在外而顶点在内,或者反过来。但他们断言,一切情状绝然地——无论是一直被保持的情状(如火中的热),还是随时以不同方式更迭的情状——都仅仅向我们显现,但在本性上绝不内在存在。
"Ἢ καὶ φανερὸν ὅτι μίαν ἀεὶ τοῖς ἐναντίοις ὑποθετέον ὕλην." Ὕλην μὲν καλεῖ τὸ ὑποκείμενον καθ’ ἑκάστην μεταβολήν. δείξας δὲ πῶς οἱ πολλὰ στοιχεῖα λέγοντες ἀναιροῦσιν ἀλλοίωσιν, τοῦτο λοιπὸν ὥσπερ πόρισμα συνάγει. εἰ γὰρ διὰ τοῦτο οὐ δύναται λέγειν ὁ Ἐμπεδοκλῆς ἀλλοίωσιν, διὰ τὸ ἀμεταβλήτους ὑποτίθεσθαι τὰς πρώτας οὐσίας, ἔστι δὲ ἐναργὴς ἡ ἀλλοίωσις, δεῖ τοίνυν ἕν τι εἶναι ὅπερ ὑπομένει καὶ μεταβάλλει εἰς τὰ ἐναντία. εἴτε οὖν ἔστιν ἀλλοίωσις καὶ ὅλως μεταβολή, ἓν τὸ ὑποκείμενον, εἴτε ἓν τὸ ὑποκείμενον, ἀνάγκη πᾶσα μεταβολὴν εἶναι· οὐ γὰρ ὁμοειδῆ ἐστι τὰ ὄντα, ὡς ἡ ἐνάργεια μαρτυρεῖ. ἑνὸς οὖν ὄντος ὑποκειμένου, ἐκεῖνο δηλονότι ἐστὶ τὸ κατὰ τὰς ἐναντίας μεταβάλλον ποιότητας. κοινὸν δὲ ἐπὶ πάσης μεταβολῆς ἐποιήσατο τὸν λόγον.
“或者同样显然的是,必须始终为对立者假定一种质料。” 他将每次变化中的底层基质称为质料。在表明了主张多种元素的人如何取消性质变化之后,他接下去如同推论一样得出了这一点。因为如果恩培多克勒正是由于假定原始实体不可变而无法谈论性质变化,而性质变化又是显而易见的,那么就必须有某个持存并向对立者变化的一。因此,如果性质变化乃至总体上的变化存在,底层基质就是一;如果底层基质是一,存在变化也就具有完全的必然性;因为正如显而易见的事实所证明的那样,存在者并不是同相的。因此,当底层基质是一时,显而易见它就是依相反性质而变化的那一者。并且他针对一切变化普遍地提出了这一论述。
"Ἔτι δ’ ὁμοίως ἀναγκαῖον εἶναι τοῦτο καὶ ἀλλοίωσιν." Ὁμοίως, φησίν, ἀναγκαῖον κοινὸν ὑποκείμενον εἶναι καὶ ἀλλοίωσιν. τουτέστι καθάπερ ἀναγκαῖον κοινὸν ὑποθέσθαι ὑποκείμενον, οὕτω καὶ ἀλλοίωσιν ἀναγκαῖον ὑποθέσθαι, διότι ἑκάτερον θατέρῳ ἀκολουθεῖ, ἥ τε ἀλλοίωσις τῷ κοινῷ ὑποκειμένῳ ἥ τε τοῦ κοινοῦ ὑποκειμένου θέσις τῇ ἀλλοιώσει. τὸ δὲ τῶν ἐχόντων εἰς ἄλληλα μεταβολὴν εἶπε διὰ τὰ οὐράνια·3 κατὰ τόπον γὰρ μόνον ταῦτα μεταβάλλειν νοεῖται.
“此外,此物与性质变化存在同样是必然的。” 他说,共同的底层基质与性质变化存在同样是必然的。这就是说,正如假定共同的底层基质是必然的,假定性质变化同样也是必然的,因为二者互为依随,性质变化依随于共同的底层基质,而共同底层基质的确立依随于性质变化。他之所以说“在彼此具有变化的事物中”,是因为天体的缘故;因为天体被认为仅仅依空间位置而变化。
- 1.21καὶ παραθέμενος δι’ ὧν ταῦτά φησιν ὁ Ἐμπεδοκλῆς, ἀποδιδοὺς τῷ πυρίῳ σώματι καὶ τῷ ἡλίῳ ... ὁμοίως φησὶ καὶ περὶ τῶν λοιπῶν παθῶν λέγειν αὐτόν
句子的骨架在于主格分词 παραθέμενος 修饰主要动词 φησί(主语为亚里士多德),ἀποδιδούς 则修饰关系从句的主语 ὁ Ἐμπεδοκλῆς,而 φησί 支配带不定词的宾格结构 λέγειν αὐτόν(其中不定词的逻辑主语 αὐτόν 指恩培多克勒)。尽管语序有所倒置,句法上明确区分了引述者(亚里士多德)与被引述者(恩培多克勒)。
- 1.21ἀμέλει τὸ πῦρ ἀεὶ ὡσαύτως ἔχειν δοκεῖ, τῷ εἰ καὶ μετατεθεῖεν τὰ ἐξ ὧν σύγκειται ἄτομα, διὰ τὸ εἶναι σφαιρικὰ πανταχόθεν τὴν αὐτὴν ἀεὶ ἔχειν σχέσιν πρὸς ἡμᾶς.
表示因果关系的与格冠词 τῷ 支配不定词 ἔχειν。在其后紧接着插入了一个让步条件句 εἰ καὶ μετατεθεῖεν ...(即使构成它的不可分体变换了位置),并进一步嵌套了表示原因的介词短语 διὰ τὸ εἶναι σφαιρικά,构成长句的嵌套结构。
- 1.23τὸ δὲ τῶν ἐχόντων εἰς ἄλληλα μεταβολὴν εἶπε διὰ τὰ οὐράνια
中性单数冠词 τό 将亚里士多德原文(314b27–28)中的短语 τῶν ἐχόντων εἰς ἄλληλα μεταβολήν(“在彼此具有变化的事物中”)加以实质化引用,作为动词 εἶπε 的直接宾语。接下来的介词短语 διὰ τὰ οὐράνια(因为天体的缘故)则指出了这一说明的原因所在。
