← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§177.23-178.33

反驳恩培多克勒的孔道说与承受作用

注疏者解释了亚里士多德回到反驳古人关于施加作用与承受作用学说的论述(326b6),阐明了通过两难推理反驳恩培多克勒孔道说的论证、省略单独反驳虚空说的原因,以及对“孔道的运动”文句的两种诠释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.258

" Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεώς φασι τὰ πάθη συμβαίνειν." Ἐκθέμενος τοὺς τρόπους καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, εἶτα ἀποδεξάμενος μᾶλλον τὰς ὑποθέσεις τῶν περὶ Δημόκριτον, ὡς συμφώνους μᾶλλον τοῖς φαινομένοις καὶ δυναμένας πᾶσι τοῖς ἐκ φύσεως γινομένοις ἀκολούθους εἶναι (αὗται δὲ ἦσαν αἱ τὰς ἀτόμους καὶ τὸ κενὸν ὑποτιθέμεναι), εἶτα ἔνθεν ὁρμηθεὶς εἰς τὸν ἔλεγχον τῆς τῶν ἀτόμων ὑποθέσεως, ἀνατρέχει λοιπὸν εἰς τὸ προκείμενον.1 τοῦτο δὲ ἦν τὸ ἐλέγξαι τὰς τῶν παλαιῶν δόξας, καθ’ ἃς τὸ ποιεῖν ἔλεγον γίνεσθαι καὶ τὸ πάσχειν. ἦσαν δὲ ἥ τε διὰ πόρων τοῦτο γίνεσθαι λέγουσα ἧς Ἐμπεδοκλῆς προειστήκει, καὶ ἡ διὰ τοῦ κενοῦ ὡς οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπελάμβανον. ὅτι οὖν οὐ διὰ πόρων γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείκνυσιν οὕτως. ἴσμεν δὲ ὅτι οἱ τοὺς πόρους ὑποτιθέμενοι οὐ κενοὺς ὑπετίθεντο τούτους, ἀλλὰ πεπληρωμένους λεπτομερεστέρου τινὸς σώματος, οἷον ἀέρος· ταύτῃ γὰρ διέφερον τῶν τὸ κενὸν ὑποτιθεμένων. τὸ τοίνυν ποιοῦν, εἰ μὲν ἔξωθεν ἁπτόμενον τοῦ περιέχοντος τοὺς πόρους σώματος, οἷον εἰ αὐτοῦ τοῦ χείλους καθ’ ὃ ὁ πόρος, οὕτως ποιεῖ, περιττὸς ὁ πόρος (εἰ γὰρ ὅλως ἔξωθεν ἁψάμενον ἔδρασεν, δῆλον ὅτι, κἂν μὴ πόρους εἶχε, τῇ ἁφῇ ἔδρασεν ἄν)· εἰ δὲ τῷ εἰσιέναι εἰς τοὺς πόρους οὕτω ποιεῖ, ἢ ἐξωθεῖ τὸ ἐν τοῖς πόροις σῶμα ἢ οὐκ ἐξωθεῖ. εἰ μὲν οὖν μὴ ἐξωθεῖ, σῶμα διὰ σώματος ἐχώρησεν· εἰ δὲ ἐξωθεῖ, ἢ δρᾷ εἰς τὰ παρακείμενα ἐντὸς σώματα καὶ περιέχοντα τοὺς πόρους, ἢ οὐδὲν δρᾷ. εἰ μὲν οὖν μηδὲν δρᾷ, οὐδὲν ἄρα εἰς τὸ ποιεῖν καὶ πάσχειν συνεβάλοντο οἱ πόροι· εἰ δὲ δρᾷ, πότερον διά τινων πόρων κἀκεῖ ἢ μόνον ἁψάμενον; εἰ μὲν οὖν διά τινων πόρων, πάλιν καὶ περὶ ἐκείνων τὰ αὐτὰ ἐροῦμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε συμβήσεται τὸ ὅλον πόρον εἶναι. εἰ δὲ εἰς τὰ ἐντὸς καὶ περιέχοντα τοὺς πόρους σώματα ἔδρασε μὴ διὰ πόρων, ἀλλὰ μόνον ἁψάμενα, δῆλον ὅτι, κἂν μὴ πόροι ὦσιν, ἁψάμενα τὰ μὲν ποιήσει τὰ δὲ πείσεται, καὶ πόρων οὐδεμία χρεία πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν. οὕτω μὲν συναιρεῖ τὸ διὰ πόρων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν. ὅτι δὲ οὐ διὰ κενοῦ γίνεται, αὐτὸς μὲν οὐ προστέθεικεν, ἢ ὡς ἀνελὼν τὰς ὑποθέσεις τῶν ταῦτα λεγόντων (ὅτι τε γὰρ κενὸν ὅλως οὐκ ἐνδέχεται εἶναι, δέδεικται ἐν τῇ Φυσικῇ· καὶ ὅτι ἄτομοι οὐκ εἰσίν, καὶ ἐν ἄλλοις καὶ ἐνταῦθα ἤλεγξεν), ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι ὅσα εἴρηται ἐπὶ τῶν πόρων, ταῦτα καὶ ἐπὶ τῆς τοῦ κενοῦ ὑποθέσεως ἀπαραλλάκτως ἁρμόσει λέγεσθαι. εἴτε γὰρ ἁπτόμενον ἔξωθεν τῶν σωμάτων τῶν τὸ κενὸν περιεχόντων ποιεῖ τὸ ποιοῦν, περιττὸν τὸ κενόν (καὶ μὴ ὄντος γὰρ τῇ ἁφῇ ἂν ἐποίησεν), εἴτε ἐγγινόμενον ἐν αὐτῷ, τὰ αὐτὰ πάλιν ἁρμόσει λέγειν ἅπερ καὶ ἐπὶ τῶν πόρων. Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως.2 ἢ τῆς τῶν πόρων κινήσεως λέγει ἀντὶ τοῦ διὰ τῆς τῶν πόρων κινήσεως καὶ εἰσόδου τοῦ ποιοῦντος, ἢ διὰ τοῦ ἐν τοῖς πόροις πρῶτον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, τουτέστι διὰ τοῦ παθεῖν καὶ κινηθῆναι τὸ ἐν τοῖς πόροις σῶμα, ἁψαμένου τοῦ ποιοῦντος.

“因此,凡是主张受动通过孔道的运动而发生的人……” 在阐述了古人主张施加作用与承受作用据以发生的诸种方式之后,接着[亚里士多德]宁可采纳德谟克利特一派的假说,认为它们更符合现象,并且能够与一切依本性生成的事物相一致(这些假说就是设定不可分体与虚空的假说);然后从那里出发转向对不可分体假说的反驳之后,他最终回到了预定的论题。这个论题就是要反驳古人们的诸种意见,即他们据以主张施加作用与承受作用得以发生的意见。这些意见一方面是主张此事通过孔道而发生的意见,恩培多克勒是其倡导者;另一方面是主张通过虚空而发生的意见,正如德谟克利特和留基伯一派所设想的那样。于是,他如下表明施加作用与承受作用并不通过孔道发生。我们知道,那些设定孔道的人并未将它们设定为虚空的,而是设定为充满了某种更为微细的物体,例如空气;因为他们正是在这点上不同于设定虚空的人。因此,如果施加作用者是从外部触及包含孔道的物体,例如触及孔道所在的孔口边缘本身,以此方式施加作用,那么孔道就是多余的(因为如果它完全是通过从外部接触而发挥作用,显然即使没有孔道,它也会通过接触而发挥作用)。但如果是通过进入孔道而以此方式施加作用,它要么把孔道中的物体挤出,要么不挤出。因此,如果不挤出,物体就穿透了物体。但如果挤出,它要么对内部相邻的包含孔道的诸物体发挥作用,要么根本不发挥作用。因此,如果根本不发挥作用,那么孔道就对施加作用与承受作用毫无贡献。但如果发挥作用,究竟也是通过某些孔道,还是仅仅通过接触?因此,如果是通过某些孔道,关于那些孔道我们也将再次说出同样的话,并且这将陷入无穷;以至于整个物体都将变成孔道。但如果它对内部包含孔道的诸物体发挥作用不是通过孔道,而仅仅是通过接触,那么显然,即使没有孔道,通过接触,一些事物施加作用,另一些事物承受作用,对于施加作用与承受作用完全不需要孔道。他就这样推翻了施加作用与承受作用通过孔道发生的主张。至于并非通过虚空发生,他自己并没有补充论述,这要么是因为他已经推翻了持这些论点的人的假说(因为虚空完全不可能存在已在《物理学》中得到证明,而不可分体不存在他也已在别处和此处作了反驳),要么——这一点更为可能——是因为凡在孔道上所说的话,也同样毫无二致地适用于在虚空假说上被论述。因为施加作用者无论是在外部触及包含虚空的诸物体而施加作用,虚空都是多余的(因为即使没有虚空,它本也会通过接触施加作用),还是进入其中,凡在孔道上所说的话都将再次完全适用。 “因此,凡是通过孔道的运动……”:他说“通过孔道的运动”,要么是用来代替通过施加作用者穿过孔道的运动和进入,要么是意味着施加作用与承受作用首先在孔道中发生,也就是指孔道中的物体在施加作用者触及之后承受作用并被推动。

语法注2 条
  1. 1.258Ἐκθέμενος ... εἶτα ἀποδεξάμενος ... εἶτα ἔνθεν ὁρμηθεὶς ... ἀνατρέχει λοιπὸν εἰς τὸ προκείμενον.

    主句动词 ἀνατρέχει 之前接有由 εἶτα 连接的三个过去时分词 Ἐκθέμενος、ἀποδεξάμενος 和 ὁρμηθείς,按时间顺序梳理了亚里士多德此前论述的步骤(列举前人学说→采纳原子论假说→反驳原子论),进而引出“回到预定论题”这一主要动作。

  2. 1.258Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως.

    在末尾的解释中,节引的原句 Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως 作为标目提出,随后的句子 ἢ τῆς τῶν πόρων κινήσεως λέγει ἀντὶ τοῦ ... ἢ διὰ τοῦ ... 中,短语 τῆς τῶν πόρων κινήσεως 作为 λέγει 的引用宾语。此处给出了两种替代性的语法释义(ἀντὶ τοῦ):其一为主动作动者穿过孔道的运动,其二为孔道内物体被动地承受作用而运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:177.23-178.33