- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:176.10-177.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论生成与消灭》326a34–326b2,菲洛波庞斯探讨了不可分体(原子)在本性上是否互异的两难问题及其运动的原因。他指出,若原子具有不同性质,则本原将是性质而非原子;若原子的推动者在外则其必然受动,若在其自身则会导致同一事物同时具备相反潜能的荒谬结论。
" Οὐδὲ γὰρ διαφέρει τὸ ὕστερον τοῦ προτέρου." Τὸ ὕστερον ὕδωρ τὸ ἐπιγενόμενον καὶ ἑνωθὲν τῷ προτέρῳ οὐδὲν αὐτοῦ διαφέρει, ὅθεν καὶ ἥνωται αὐτῷ.
“因为后者与前者并无差异。” 后来生成并与前者合为一体的水,与前者没有任何差异,这正是它与前者合为一体的原因。
"Εἰ δὲ ἕτερα, ποῖα ταῦτα;" Τινὰ μὲν ἔχουσι πόσα ταῦτα,1 τινὰ δὲ ποῖα ταῦτα. εἰ μὲν οὖν ἔχοι πόσα ταῦτα, λέγοι ἂν πόσα ταῦτα ‘πόσαι τῶν φύσεων αὐτῶν ἰδιότητες’· εἰ δὲ ποῖα ταῦτα, τουτέστι ταῦτα καθ’ ἃ διαφέρουσι, ποιότητες ἂν εἶεν. ὥστε αὗται τῶν σωμάτων ἀρχαί, οὐ τὰ ἄτομα.
“但如果它们互不相同,这些又是何种性质?” 某些抄本读作“这些有多少”,另一些抄本读作“这些是何种性质”。因此,如果读作“这些有多少”,“这些有多少”意思就是“它们本性的固有属性有多少”;而如果读作“这些是何种性质”,也就是指它们据以相互区别的这些东西是什么,那么它们就是性质。因此,物体的本原是这些[性质],而不是不可分体。
"Ἔτι δὲ διαφέροντα τὴν φύσιν, κἂν ποιοῖ κἂν πάσχοι θιγγάνοντα ἀλλήλων." Ἐπειδὴ τὰ πάντῃ ὅμοια δέδεικται μὴ ποιεῖν καὶ πάσχειν εἰς ἄλληλα, ἀλλὰ τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια, ἀνάγκη πᾶσα, εἰ διαφόρου εἶεν αἱ ἄτομοι φύσεως, τοιαύτας εἶναι αὐτάς· τό τε γὰρ ὑποκείμενον αὐταῖς ἓν καὶ τὸ αὐτό, ὅθεν καὶ τὸ ἄτομοι εἶναι ἔχουσι, καὶ ἡ ποιότης διάφορος. τοιαῦτα δὲ ὄντα ἐν τῇ θίξει κἂν ποιοῖ κἂν πάσχοι ὑπ’ ἀλλήλων.
“此外,若在本性上有差异,它们在相互接触时就会既施加作用又承受作用。” 既然已经证明,完全相同的事物既不相互施加作用也不相互承受作用,而在某些方面相同、在另一些方面不相同的事物才会如此,那么完全必然的是,如果不可分体属于不同本性,它们必定就是如此;因为作为它们底层的载体是单一且同一的,它们正是由此而拥有成为不可分体的属性,而它们的性质是不同的。既然是如此之物,它们在接触中就既会相互施加作用,也会相互承受作用。
"Ἔτι δὲ τί τὸ κινοῦν; εἰ μὲν γὰρ ἕτερον, παθητικά." Ἕτερον ἐπιχείρημα. τί, φησίν, αἴτιόν ἐστι τῆς κινήσεως ταῖς ἀτόμοις; κινεῖσθαι γὰρ αὐτὰς ἀεί φασιν. εἰ μὲν οὖν ἕτερόν ἐστι τὸ κινοῦν αὐτάς, οὐκέτι ἂν εἶεν ἀπαθεῖς· δῆλον γὰρ ὅτι τῷ ἐκεῖνο μὲν ποιεῖν εἰς αὐτάς, ταύτας δὲ πάσχειν ὑπ’ ἐκείνου, οὕτω κινοῦνται.2 εἰ δὲ ἑκάστη ἑαυτὴν κινεῖ, ἢ μέρει μὲν κινεῖ μέρει δὲ κινεῖται, ἢ ὅλη ἑαυτὴν καὶ κινεῖ καὶ κινεῖται. εἰ μὲν γὰρ τὸ πρότερον, οὐκέτι ἀδιαίρετος ἔσται οὐδ’ ἡ αὐτὴ καὶ ὁμοιομερής (διαιρεῖται γὰρ εἰς τὸ κινοῦν καὶ κινούμενον)· εἰ δὲ ἡ ὅλη καὶ κινεῖ καὶ κινεῖται, ἔσται τὰ ἐναντία ἐν τῷ αὐτῷ· ἐναντίον γὰρ τῷ ποιοῦντι τὸ πάσχον. καὶ ἡ ὕλη, φησίν, οὐ μόνον ἀριθμῷ μία ἀλλὰ καὶ δυνάμει. εἴπερ ὅλως, φησίν, ἡ αὐτὴ ἄτομος καὶ κινεῖ καὶ κινεῖται, ἔσται οὐ μόνον ἀριθμῷ μία, ἀλλὰ καὶ δυνάμει. ἡμεῖς γὰρ μίαν φαμὲν εἶναι τὴν ὕλην ἀριθμῷ, δυνάμει δὲ οὐ μίαν ἀλλὰ πολλά· τὰ ἀντικείμενα γάρ ἐστι δυνάμει, εἰς ἑκάτερον αὐτῶν μεταβάλλειν δυναμένη παρὰ μέρος. εἰ δὲ ἀπαθὴς οὖσα ἡ αὐτὴ καὶ κινεῖ καὶ κινεῖται, ἅμα ἓν καὶ ταὐτὸν ἔσται τὸ δύνασθαι κινεῖν καὶ τὸ δύνασθαι κινεῖσθαι. ὁμοίως καὶ ἐπὶ τῶν ἐναντίων. τὰ γὰρ ἐναντία ποιητικὰ καὶ παθητικά, καὶ τὸ μὲν ποιοῦν κινεῖ, τὸ δὲ πάσχον κινεῖται. ἡ αὐτὴ 〈ἄρα〉 ἅμα τὰς ἐναντίων ἕξει δυνάμεις, εἴπερ καθ’ ἓν καὶ ταὐτὸν ἅμα κινεῖ καὶ κινεῖται. οὐκοῦν ἡ αὐτὴ δύναμις ἔσται καθ’ ἣν ποιεῖ καὶ πάσχει, τουτέστι καθ’ ἣν θερμαίνει τε καὶ θερμαίνεται, ψύχει τε καὶ ψύχεται. ὥστε καὶ ἅμα τὰ ἐναντία ἔσται, τοῦτο δὲ ἀδύνατον.
“此外,推动者是什么?因为若是别的东西,它们就是受动的。” 这是另一个论证。他说,不可分体运动的原因是什么?因为他们主张它们始终在运动。因此,如果推动它们的是别的东西,它们就不能再是不可受动的;因为显然,由于前者对它们施加作用,而它们承受前者的作用,它们才以此方式被推动。但如果每一个都推动自身,那么它要么以一部分推动、以另一部分被推动,要么作为整体推动自身并被推动。因为如果是前者,它将不再是不可分割的,也不再是同一且同质的(因为它被分割为推动者与被推动者);但如果作为整体既推动又被推动,相反的东西就将存在于同一事物之中;因为承受作用者与施加作用者是相反的。他说,质料也将不仅在数目上为一,而且在潜能上也为一。他说,如果作为整体的同一个不可分体既推动又被推动,它将不仅在数目上为一,而且在潜能上也为一。因为我们主张质料在数目上为一,但在潜能上不是一而是多;因为质料在潜能上就是那些对立者,能够轮流转变成它们中的每一个。但如果在保持不可受动的同时,同一事物既推动又被推动,那么能够推动与能够被推动就将同时成为单一且同一的。对于相反者也是同样的情况。因为相反者是主动的与受动的,施加作用者推动,而承受作用者被推动。因此,同一事物将同时拥有相反者的潜能,如果它确实在单一且同一方面同时推动并被推动。于是,它据以施加作用和承受作用的潜能将是同一的,即它据以既加热又被加热、既致冷又被致冷的潜能是同一的。这样一来,相反的性质也将同时存在,而这是不可能的。
- 1.255Τινὰ μὲν ἔχουσι πόσα ταῦτα, τινὰ δὲ ποῖα ταῦτα.
中性复数主语 τινά 指代“某些抄本/传抄本(ἀντίγραφα)”。动词 ἔχουσι 在此表示校勘层面的惯常用法“具有……的异文”。随后的间接疑问短语 πόσα ταῦτα 与 ποῖα ταῦτα 直接充当名词化的宾格宾语。
- 1.257τῷ ἐκεῖνο μὲν ποιεῖν εἰς αὐτάς, ταύτας δὲ πάσχειν ὑπ’ ἐκείνου, οὕτω κινοῦνται.
由中性单数与格定冠词 τῷ 引导的带冠词不定式结构(ἐκεῖνο μὲν ποιεῖν... ταύτας δὲ πάσχειν...)充当表示原因或方式的与格,修饰主要动词 κινοῦνται。不定式的逻辑主语由形成对照的宾格代词 ἐκεῖνο 与 ταύτας 充当。
