← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§175.5-176.9

批判不可分体的大小与其本性的单一性

亚里士多德驳斥了根据大小限制不可分割性的荒谬之处(即认为微小者不可分割而巨大者可分割),并提出了不可分体的本性究竟是单一还是多样的两难,论证无论哪种情况都会导致不可接受的后果(326a24–326a31)。菲洛波庞梳理了这些论证的逻辑结构,阐明了分割的难易度与体积的关系,以及本性的单一性或多样性所带来的难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.251

" Ἔτι δὲ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι, μεγάλα δὲ μή." Ἕτερον ἐπιχείρημα. εἰ φύσει, φησίν, ἀδιαίρετα τὰ ἄτομα καὶ μὴ διὰ τὴν σμικρότητα (οὕτω γὰρ οὐκ ἂν εἶεν φύσει ἄτομα· καὶ γὰρ οἱ μὴ ἄτομα ὑποτιθέμενοι οὐκ εἰς ἄπειρον διαιροῦσιν, ἀλλ’ ἱστᾶσι διὰ τὴν σμικρότητα τὴν τομήν, οὐ μέντοι φύσει ἀδιαίρετα αὐτὰ λέγουσιν, ἀλλὰ κατὰ δύναμιν ἐπ’ ἄπειρον διαιρετά), εἰ τοίνυν φύσει ἀδιαίρετα ὑποτίθενται τὰ ἄτομα, ἀποκληρωτικόν, φησίν, ἂν εἴη μικρὰ μὲν ὑποτίθεσθαι μὴ διαιρεῖσθαι, μεγάλα δέ.1 διὰ τί γὰρ καὶ κατὰ τίνα λόγον τοῖς μικροῖς μὲν ὑπάρχει τὸ ἀδιαίρετον, τοῖς δὲ μεγάλοις οὔ; ἡμεῖς μὲν γὰρ εὐλόγως εὐδιαίρετα τὰ μεγάλα σώματα τῶν μικρῶν εἶναι λέγομεν, ἐπειδὴ φύσει διαιρετὰ πάντα ἐπ’ ἄπειρον ὑποτιθέμεθα (διαιρετῶν οὖν ὄντων συμβαίνει τὰ μεγάλα μᾶλλον εἶναι διαιρετὰ διὰ τὸ προσπταίειν μᾶλλον τοῖς διαιροῦσι, τὰ μικρὰ δὲ ἐκφεύγει διὰ τὴν σμικρότητα τὸ διαιροῦν καὶ ἐξολισθαίνει), τοῖς δὲ ἀδιαίρετα φύσει λέγουσι τοῦτο οὐκ ἔξεστι· τὸ γὰρ ἀδιαίρετον φύσει ὁμοίως ἐστὶ καὶ ἐν τῷ μείζονι καὶ ἐν τῷ ἐλάττονι.

“此外,微小者不可分割,而巨大者却不是,这也是荒谬的。” 这是另一个论证。他说,如果不可分体在本性上不可分割,而不是由于微小(因为如果是这样,它们就不是本性上不可分割的;事实上,那些不假定不可分体的人也并不分割至无限,而是由于微小停止切割,但他们并不说它们本性上不可分割,而是在潜能上可分割至无限),那么,如果假定不可分体在本性上不可分割,他说,假定微小者不被分割,而巨大者[被分割],将是武断的。因为究竟为何、依据何种理由,不可分割性属于微小者,却不属于巨大者?因为我们合情合理地主张大物体比小物体更容易分割,乃是因为我们假定一切事物在本性上均可分割至无限(因此既然是可分割的,结果就是巨大者因更容易撞击分割者而更易分割,而微小者则因微小而避开分割者并滑脱),但对于那些主张它们在本性上不可分割的人来说,这是不允许的;因为本性上的不可分割性同样存在于较大者中,也存在于较小者中。

§1.252

"Ἔτι δὲ πότερον μία πάντων φύσις ἐκείνων τῶν στερεῶν, ἢ διαφέρει θάτερα θατέρων;" Ἕτερον ἐπιχείρημα. ἀνάγκη, φησίν, ἢ πάντα μιᾶς εἶναι καὶ τῆς αὐτῆς φύσεως, ἢ ἄλλα ἄλλης. εἰ μὲν οὖν μίαν ἔχοι πάντα καὶ τὴν αὐτὴν φύσιν, ὥσπερ εἰ τύχοι τὰ διάφορα ὕδατα ἢ αἱ βῶλοι, τί ἐστι τὸ τοῦ χωρισμοῦ αὐτῶν καὶ τῆς διακρίσεως αἴτιον; ἢ διὰ τί πάλιν ἁπτόμενα οὐ συμφύεται, ὥσπερ ὅταν ὕδωρ ὕδατος ἁφθῇ ἢ πῦρ πυρός; ἔδει γὰρ μιᾶς ὄντα καὶ τῆς αὐτῆς φύσεως δύνασθαι συμφύεσθαι ἀλλήλοις.2 εἰ δέ τις εἴποι ‘διὰ τὴν σκληρότητα οὐ συμφύεται, ὥσπερ οὐδὲ ὀστράκου κλασθέντος ἔτι δυνατὸν τὰ μόρια συμφύεσθαι’, πρῶτον μὲν οὖν τὸ αἴτιον τοῦ χωρισμοῦ καὶ τῆς διαιρέσεως, ὥσπερ καὶ ἤδη εἴρηται, ζητητέον, ἔπειτα εἰ οὕτως ἦν φύσεως μιᾶς πάντα, οὐκ ἔδει ἐν τῇ συνθέσει διαφόρους ποιεῖν φύσεις, ἀλλ’, εἰ ἄρα, μόνον σχήματα, ὥσπερ καὶ σωρεία τῶν λίθων ἢ τῶν ὀστράκων φύσιν μὲν ἑτέραν οὐκ ἐποίησεν, μόνον δὲ τὸ σχῆμα τῆς σωροῦ διάφορον. οὐκ ἄρα δυνατὸν τῆς αὐτῆς εἶναι φύσεως πάσας τὰς ἀτόμους. εἰ δὲ ἄλλα ἄλλης εἶεν φύσεως, δῆλον ἄρα ὅτι ποιότητι διαφέρουσιν, οὐ σχήματι μόνον. ὥστε, φησίν, οὐκ ἀρχαὶ ἂν εἶεν τῶν πραγμάτων, ἀλλὰ τὰ τούτων ἀρχοειδέστερα, αἱ ποιότητες, καθ’ ἃς ταῦτα καὶ ἔστι καὶ διαιρεῖται.3

“此外,那些立体全部的本性是单一的,还是彼此互有差异?” 这是另一个论证。他说,必然要么一切都属于单一且同一的本性,要么各属不同的本性。那么,如果一切都拥有单一且同一的本性,例如不同的水或土块那样,它们的分离与区分的原因是什么?或者,当它们接触时,为何不再度融为一体,如同水接触水或火接触火时那样?因为既然属于单一且同一的本性,它们本应能够彼此融合。但如果有人说:“由于坚硬,它们才不融合,正如陶器破碎后其碎片也再不可能融合一样”,那么首先,正如已经指出的,分离与分割的原因必须探究;其次,如果一切都像这样属于单一本性,它们在结合中就不应当产生不同的本性,而如果产生,也至多产生形状,正如一堆石头或瓦砾并没有产生另一种本性,而仅仅是堆的形状不同一样。因此,所有不可分体不可能属于同一本性。而如果它们各属不同的本性,显然它们就在性质上有所差异,而不仅在形状上。他说,这样一来,它们就不会是事物的本原,而是比它们更具本原特性的东西——即性质——才是本原,这些[不可分体]正是依据这些性质而存在并得以区分的。

§1.253

"Ὥσπερ εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήινα τὸν ὄγκον." Τουτέστιν εἰ τὰ μὲν ἔχοι τὸν ὄγκον καὶ τὴν σωματότητα πυρίνην, τὰ δὲ γήϊνην.

“就像如果有些在其体积上是火性的,而另一些是土性的。” 这就是说,如果有些的体积和物体性是火性的,而另一些是土性的。

语法注3 条
  1. 1.251ἀποκληρωτικόν, φησίν, ἂν εἴη μικρὰ μὲν ὑποτίθεσθαι μὴ διαιρεῖσθαι, μεγάλα δέ

    在对比小句“μεγάλα δέ”之后,承接前文的“μὴ διαιρεῖσθαι”省略了肯定动词不定词“διαιρεῖσθαι”。“ἀποκληρωτικόν ἂν εἴη”为非人称表语结构,表达一种潜能判断,意为“假定……将是武断的(缺乏根据的选择)”。

  2. 1.252ἔδει γὰρ μιᾶς ὄντα καὶ τῆς αὐτῆς φύσεως δύνασθαι συμφύεσθαι ἀλλήλοις

    非人称动词的未完成过去时“ἔδει”在此表示与当前事实相反的应当或必然性(“本应能够……”),构成反事实推论。“ὄντα”为中性复数宾格分词,与不定词“δύνασθαι”的逻辑主语(不可分体 τὰ ἄτομα / τὰ στερεά)一致,含有原因的意味(“既然是……”)。

  3. 1.252καθ’ ἃς ταῦτα καὶ ἔστι καὶ διαιρεῖται

    关系代词“ἃς”的先行词为紧接其前的“αἱ ποιότητες”(性质),“κατά”表示依据或凭借(“依据这些性质”)。“ταῦτα”指代正在讨论的不可分体,表明不可分体之所以存在以及在类别上得以区分的根据不在于不可分体本身,而在于先于它们的性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:175.5-176.9