- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:173.27-175.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于不可分体(无论是立体还是平面)不可能具有受动态的论证(326a21),并就基于没有虚空而不可能变稀薄或致密这一论断提出了两种解释方案。
" Τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον." Ὑποθέμενος ὅτι εἰ ἔχοιεν πάθος αἱ ἄτομοι, ἢ ἓν ἕξουσιν ἢ πολλά, καὶ ἀνελὼν ἑκάτερον ὅτι οὔτε πολλὰ δυνατὸν ἔχειν αὐτὰς οὔτε ἕν, ὡς συνάγεσθαι δηλονότι ὡς οὐκ ἐνδέχεται1 αὐτὰς πάθος τι ἔχειν, ἐπήγαγεν ὅτι τοῦτο αὐτὸ ἀκολουθεῖ οὐ μόνον τοῖς στερεὰ ἀδιαίρετα ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἐπίπεδα, τουτέστι τὸ μὴ δύνασθαι μήτε ἓν ἔχειν πάθος μήτε πλείονα. εἶτα τοῦτο κατασκευάζων ἐπήγαγεν οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις. τὸ γὰρ μανὸν καὶ πυκνὸν τῇ τοῦ κενοῦ παρεμπλοκῇ γίνεσθαι ἔλεγον οἱ περὶ Δημόκριτον· μανότερα γὰρ εἶναι τὰ πλείονος κενοῦ μετέχοντα, πυκνότερα δὲ τὰ ἥττονος. εἰ τοίνυν ἐν ταῖς ἀτόμοις κενὸν οὐκ ἔστιν, οὐκ ἂν εἶεν μανότεραι ἢ πυκνότεραι. τοῦτο δὲ ἐπήγαγεν οὐχ ὡς τῇ τούτου ἀναιρέσει συναναιρουμένων καὶ τῶν ἄλλων παθῶν2 (οὐ γὰρ εἰ μὴ εἶεν μανότεραι ἢ πυκνότεραι, οὐδ’ ἄλλο τι πάθος ἔχοιεν ἄν), ἀλλ’ ἤδη μὲν τὸ μὴ δύνασθαι πάθος ἔχειν αὐτὰς κοινῶς ἀνεῖλεν, καὶ ὡς ἐπί τινων δὲ ἰδίᾳ παθῶν τοῦτο γυμνάζων ἐπήγαγεν. οἱ δὲ τὰ ἐπίπεδα λέγοντες κενὸν μὲν οὐκ ἔλεγον εἶναι, ἴσως δὲ κἀκεῖνοι τὸ μανότερον καὶ πυκνότερον ἔλεγον γίνεσθαι τῷ πλείονας ἢ ἐλάττονας πόρους ἔχειν. ἄλλως τε αὐτὸς ἀλλαχοῦ περὶ τούτων εἶπεν ὅτι “πάθος οὐδὲ ἐπιχειροῦσι γεννᾶν”. ἤτοι οὖν τοῦτο σημαίνει τὸ τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσι συμβαίνει τὸν αὐτὸν τρόπον, λέγω δὲ τὸ μὴ δύνασθαι ἔχειν πάθος μηδέν, ἢ ὅτι3 πλείονα ἔχοντα πάθη, ἐπειδὴ κατὰ τὸν αὐτὸν αὐτὰ ἔχει λόγον, ἀδιαίρετά γε ὄντα κατὰ δύναμιν, ὡς εἴρηται, καθ’ ἓν καὶ τὸ αὐτὸ ἅμα συμβήσεται αὐτὰ καὶ ποιεῖν καὶ πάσχειν· ἃ γὰρ ἂν εἴποιμεν ἐπὶ τῶν στερεῶν ἀτόμων, τοῦτο λέξομεν καὶ ἐπὶ τῶν ἐπιπέδων. τὸ δὲ ἐφεξῆς, τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις, πρὸς τὴν δευτέραν ἐξήγησιν οὕτως νοητέον. ἐπειδὴ γὰρ διὰ τοῦ καθ’ ἕνα καὶ τὸν αὐτὸν λόγον εἶναι ἐν ταῖς ἀτόμοις τὰ πλείονα πάθη, οὕτως ἀνεῖλεν τὸ ὅλως ἔχειν αὐτὰς ἅμα πλείω πάθη, εἴπε δὲ ἄν τις, ὅπερ ἤδη καὶ ἡμεῖς προηπορήσαμεν, ὅτι οὐκ ἀνάγκη καθ’ ἕνα εἶναι καὶ τὸν αὐτὸν λόγον, ἀλλ’ ἐν ἄλλῳ μορίῳ ἄλλο ἐστὶ τῶν παθῶν, διὰ τοῦτο ἐπήγαγε τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε εἶναι. εἰ γὰρ κατὰ τὰς αὐτῶν ὑποθέσεις τῇ τοῦ κενοῦ παρεμπλοκῇ τὸ μανὸν καὶ τὸ πυκνὸν γίνεται, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, δῆλον ἄρα ὅτι οὔτε πυκνότερα αὐτὰ οἷόν τε εἶναι οὔτε μανότερα οὔτε ἄλλα ἄλλου οὔτε αὐτὰ ἑαυτῶν ἄλλοις καὶ ἄλλοις μορίοις.4 ὥστε εἷς καὶ ὁ αὐτὸς ἔσται αὐτῶν λόγος καὶ μία ἡ δύναμις. εἰ γὰρ ὁμοιομερής ἐστιν ἑαυτῇ ἡ ἄτομος καὶ διαφορὰν μηδεμίαν ἔχουσα, δῆλον ὅτι καὶ εἷς ὁ τῆς συνθέσεως τῶν μερῶν αὐτῆς λόγος, καὶ μία καὶ ἡ αὐτὴ δὲ ἁπάσης ἡ δύναμις· ὥστε οὐ δυνατὸν κατὰ ἄλλο μὲν εἶναι μόριον θερμόν, κατὰ ἄλλο δὲ ἄλλο τι.
“因为这对于把不可分割者说成立体的人和说成平面的人,都以同样的方式发生。” 在假定了如果不可分体具有受动态,它们将具有一个或多个,并且通过表明它们既不可能具有多个也不可能具有一个而排除了这两者之后(显然,以此得出结论:它们不可能具有任何受动态),他接着指出,不仅对于假定不可分割立体的人,而且对于假定平面的人,都会得出完全相同的结论,即既不能具有一个受动态也不能具有多个受动态。随后为了确立这一点,他接着说:“因为既然不可分割者中没有虚空,它们既不可能变稀薄,也不可能变致密。”因为德谟克利特一派主张,稀薄和致密是通过虚空的交织而生成的;因为分有较多虚空的事物较稀薄,而分有较少虚空的事物较致密。因此,如果在不可分体中没有虚空,它们就不会是较稀薄或较致密的。然而,他加上这句话并不是因为随着这一性质的排除,其他受动态也会随之被排除(因为绝非如果不较稀薄或较致密,它们就不会具有任何其他受动态),而是在已经普遍地排除了它们能够具有受动态之后,他加上这句话是作为针对某些特定受动态的具体检验。另一方面,主张平面的人虽然不说存在虚空,但或许他们也主张较稀薄和较致密是由于拥有较多或较少孔隙而生成的。无论如何,他本人在别处谈到这些人时曾说:“他们甚至不试图生成受动态。”因此,“因为这对于把它们说成立体的人和说成平面的人都以同样的方式发生”这句话,要么意味着这一点——我的意思是不能具有任何受动态,要么意味着:即使拥有多个受动态,既然它们是依据同一比例持有它们(正如已指出的,至少在潜能上是不可分割的),那么结果将是它们同时依据同一事物既作动又受动;因为凡是我们对于立体不可分体可以说的话,对于平面[不可分体]我们也将同样说。而接下来的“因为既然不可分割者中没有虚空,它们既不可能变稀薄,也不可能变致密”这句,按照第二种解释应当如下来理解。因为既然他通过多个受动态在不可分体中依据同一比例存在这一理由,从而完全排除了它们同时拥有多个受动态,但有人可能会说(正如我们自己此前也曾提出为疑难的),并不必然依据同一比例,而是在不同的部分中有不同的受动态,为了这个缘故,他才加上了“因为它们既不可能更稀薄也不可能更致密”。因为如果按照他们自己的假定,稀薄与致密是通过虚空的交织生成的,而不可分体中没有虚空,那么显而易见,无论彼此之间相比,还是它们自身在不同部分之间相比,它们都不可能更致密或更稀薄。因此,它们的比例将是一个且相同的,潜能也是单一的。因为如果不可分体在其自身中是同质同分的且没有任何差异,显然它的各部分结合的比例也是单一的,总体的潜能也是单一且相同的;因此,不可能基于一个部分是热的,而基于另一个部分则是别的某种事物。
- 1.250ὡς συνάγεσθαι δηλονότι ὡς οὐκ ἐνδέχεται
第一个 ὡς 带不定式(ὡς συνάγεσθαι)表示结果(或引入说明性推论),而接下来的 ὡς 从句(ὡς οὐκ ἐνδέχεται)则是引导名词性从句,充当 συνάγεσθαι 的主语(即被得出的结论内容)。两个 ὡς 承担着不同的句法功能。
- 1.250οὐχ ὡς τῇ τούτου ἀναιρέσει συναναιρουμένων καὶ τῶν ἄλλων παθῶν
οὐχ ὡς 与属格绝对结构(τῇ τούτου ἀναιρέσει συναναιρουμένων ... τῶν ἄλλων παθῶν)连用,表示被否定的主观理由或动机(“并不是因为随着这一性质的排除,其他受动态也会随之被排除”),与后文的 ἀλλ’ 分句相呼应。
- 1.250ἤτοι οὖν τοῦτο σημαίνει τὸ ... λέγω δὲ τὸ ... ἢ ὅτι
由 ἤτοι ... ἢ ... 构成的析取结构,用于提出两种解释。带中性定冠词的名词化短语(τὸ τοῦτο γὰρ ... συμβαίνει)充当 σημαίνει 的主语,第一肢以 τοῦτο 充当 σημαίνει 的宾语,并由 λέγω δὲ τὸ μὴ δύνασθαι... 作同位语说明;第二肢则并列一个 ὅτι 从句同样作为 σημαίνει 的宾语。
- 1.250οὔτε ἄλλα ἄλλου οὔτε αὐτὰ ἑαυτῶν ἄλλοις καὶ ἄλλοις μορίοις
依赖于比较级(πυκνότερα / μανότερα)的双重对比结构。ἄλλα ἄλλου 表示不可分体彼此之间的对比(“一者相比于另一者”),随后的 αὐτὰ ἑαυτῶν 则是比较属格,表示同一不可分体自身内部的对比(“它们自身相比于自身”),句末的 ἄλλοις καὶ ἄλλοις μορίοις 则是表示范围/方面的与格(“在不同部分上”)。
