- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:172.27-173.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论生成与消灭》326a16–20,简述了各个不可分体仅具单一性质之假定的荒谬性,随后论证各个不可分体不可能具有多个性质,指出“不可分割”必须从潜能的不可分割来理解,否则就会导致在同一潜能上既作动又受动的荒谬后果。
" Καὶ εἰ ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν σκληρὸν τὸ δὲ θερμόν." Τὸ δεύτερον τμῆμα ἐξέθετο τὸ λέγον μίαν ἑκάστῃ ἀτόμῳ ποιότητα ὑπάρχειν ἢ μὴ τῇ ἑτέρᾳ ὑπάρχει.1 ἄτοπον δὲ τὸ μὴ μιᾶς αὐτὰς εἶναι φύσεως.
“而且即使[性质]属于,但也仅有一种,例如一者硬而另一者热。” 他陈述了第二种划分,即主张有一种不属于另一者的性质属于各个不可分体。然而它们不属于单一本性是荒谬的。
"Ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί." Ὅτι οὐδὲ πλείονα πάθη ἔχειν ἕκαστον ἄτομον δυνατόν. μέχρι δὲ τῶν ἐνταῦθα ἐκθέμενος τὴν διαίρεσιν τὰ λοιπὰ τμήματα παρῆκεν, ἅπερ ἡμεῖς ἐξεθέμεθα.
“同样,即使多个[性质]属于一个,也是不可能的。” 这就是说,各个不可分体拥有多个受动态也是不可能的。他只是将划分陈述到这里,便省去了其余的划分,而那些[划分]是由我们陈述出来的。
"Ἀδιαίρετον γὰρ ὂν ἐν ταὐτῷ ἕξει τὰ πάθη." Εἰ οὕτως ἐκλάβοιμεν αὐτὸν λέγειν ἀδιαίρετον, οἷον τὸ μὴ πεφυκέναι τέμνεσθαι, δόξει οὐκ εὐλόγως συνάγειν τὰ ἑξῆς· οὐδὲ γὰρ εἰ μὴ πέφυκε διαιρεῖσθαι, ἤδη καὶ ἐν τῷ αὐτῷ ἔσονται τὰ πάθη2 (δυνατὸν γὰρ ἄλλο ἐν ἄλλῳ μορίῳ εἶναι). ἀλλὰ τὸ ἀδιαίρετον κατὰ δύναμιν· οὐδὲ γὰρ εὔλογον ἐν ἄλλῳ μορίῳ ἄλλην δύναμιν ἀποτίθεσθαι. οὔτε γὰρ ἔλεγον τοῦτο οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, εἴτε καὶ λέγοι τις, οὐκέτι σώσει τὴν τῶν ἀτόμων καὶ ἔννοιαν καὶ ὑπόθεσιν. οὔτε γὰρ ἂν πρῶται ἀρχαὶ εἶεν ἔτι, ἀλλ’ ἐκεῖνα (λέγω δὴ τὰ μόρια ἐξ ὧν καὶ αὗται ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν σύγκεινται,3 ἕτερα δὲ κατ’ οὐσίαν τὰ δυνάμεως ἑτέρων μετειληχότα), οὔτε κυρίως ἂν εἶεν ἔτι ἄτομοι· τέμνονται γὰρ ταῖς διαφόροις δυνάμεσιν, εἰ καὶ μὴ τῷ τόπῳ. ἐπεὶ οὖν δεῖ τὰς ἀτόμους καὶ κατὰ δύναμιν ἀτόμους εἶναι, συμβήσεται κατὰ τὴν αὐτὴν δύναμιν τὰ πλείονα ἔχειν πάθη. ὥστε ἑνὸς παθόντος ἀνάγκη καὶ τὰ λοιπὰ συμπάσχειν. καὶ εἰ ἔχοι καὶ ποιητικὰ πάθη καὶ παθητικά, ἐπειδὴ κατὰ τὴν αὐτὴν ἄμφω ὑπάρχει δύναμιν, καθ’ ὃ ποιεῖ κατὰ τοῦτο καὶ πείσεται, ὥσπερ εἴπομεν ἀνωτέρω.
“因为既然是不可分割的,它将在同一者中具有这些受动态。” 如果我们把他说“不可分割”理解为本性上不适于被切割这类意思,他似乎就不会合乎道理地推出接下来的结论;因为即便并非本性上适于被分割,受动态也绝不会因此就立刻存在于同一者之中(因为不同的[受动态]存在于不同的部分中是可能的)。相反,“不可分割”是指在潜能上的不可分割;因为将不同的潜能安置在不同的部分中是不合道理的。因为设定不可分体的人既没有这样说过,而且即使有人这样说,他也再不能保全不可分体的概念和假定。因为它们将不再是第一原理,相反,那些东西才是原理(我指的是这些不可分体也由之构成的诸部分,它们在实体上是彼此相异的,而在实体上相异者就是分有了相异潜能者),而且它们也不再是严格意义上的不可分体;因为即使不是在空间上,它们也通过不同的潜能而被分割了。因此,既然不可分体在潜能上也必须是不可分的,那么在相同的潜能上拥有多个受动态这一结果就将随之发生。因此,在一者受动时,其余者也必然一同受动。而且如果它既具有作动性的受动态又具有受动性的受动态,既然两者都基于相同的潜能而属于,那么正如我们上面所说,它凭借什么作动,就也将凭借什么受动。
"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων." Ἐπειδὴ ὡς ἐπὶ ψύξεως ἐγύμνασε τὸν λόγον, φησὶν ὅτι ὁμοίως ἂν ἔχοι καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων. ποιοῦν γὰρ κατὰ θερμότητα ποιήσει καὶ κατὰ μανότητα, εἰ μανὸν εἴη. καὶ εἰ πάσχοι κατὰ ὑγρότητα ὂν θερμὸν καὶ ποιοῦν κατὰ τὸ θερμόν, πείσεται ἅμα κατ’ αὐτό· κατὰ ταὐτὸν γάρ ἐστιν ὑγρὸν καὶ θερμόν.
“对于其他受动态也是同样的道理。” 由于他是以冷却为例展开论证的,所以他说对于其余的性质也是同样如此。因为基于热而作动的事物,如果是稀薄的,也必将基于稀薄而作动。而且如果它是热的并且基于热而作动,却又基于湿而受动,它就将同时基于它〔热〕而受动;因为它是基于同一事物既是湿的又是热的。
- 1.246μίαν ἑκάστῃ ἀτόμῳ ποιότητα ὑπάρχειν ἢ μὴ τῇ ἑτέρᾳ ὑπάρχει
短语 ἢ μὴ τῇ ἑτέρᾳ ὑπάρχει 既可被视为关系代词 ἣ(阴性单数主格)的讹变(即“不属于另一者的单一性质”),亦可按连词 ἤ 的非严整结构读作析取式的否定说明。无论何种处理,句法意义均限制性地表述为“在各个不可分体中属于着在另一者中不属于的一种性质”,与引文中“一者硬而另一者热”的对照相应。
- 1.248οὐδὲ γὰρ εἰ μὴ πέφυκε διαιρεῖσθαι, ἤδη καὶ ἐν τῷ αὐτῷ ἔσονται τὰ πάθη
句式 οὐδὲ γὰρ εἰ ... ἤδη καί 属于典型的反驳惯用结构,意为“因为即便……也绝不因此就立刻……”。归结分句中的 ἤδη καί 具有副词性功能,指明从前述让步条件中推不出随之而来的直接结论(存在逻辑跳跃)。
- 1.248λέγω δὴ τὰ μόρια ἐξ ὧν καὶ αὗται ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν σύγκεινται
分句 λέγω δὴ τὰ μόρια 是一个插入式的同格说明,用以具体指明前面的指示代词 ἐκεῖνα。在关系从句 ἐξ ὧν ... σύγκεινται 内部,嵌入了属格独立结构 ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν(以先行词 τὰ μόρια 为逻辑主语,意为“诸部分在实体上相异”)。
