- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:171.5-172.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束了关于基于第一混合的诸性质为何不同时改变的讨论后,菲洛波庞完成了对不可分体(原子)具有单一或多重受动态诸假定的反驳,随后根据亚里士多德的文句(326a14),指出了仅有形状而无其他性质属于原子的假定之不合理。
ἀλλ’ ἐπειδὴ ξηροτέρου γινομένου τοῦ μέλιτος ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως ἡ μὲν γλυκύτης ὡς ἐν πλάτει τῆς κράσεως ἔτι ἐπεφύκει μένειν τὸ κυρίως ὂν τὸ αὐτὸ † τὸ δὲ παντελῶς ἠμεῖφθαι.1 ἔστι μὲν οὖν ἐν τῷ μέλιτι καὶ τὸ ἐναπολαμβανόμενον πνεῦμα τοῦ χρώματος τοῦ λευκοῦ αἰτιάσασθαι καὶ οὐχ ἁπλῶς τῆς τοῦ μέλιτος φύσεως αὐτὸ εἶναι λέγειν, ἀλλ’ ἐπειδὴ προφανῶς ἐπὶ τοῦ ὄξους καὶ ἐπί τινων ἄλλων τὸ μὲν χρῶμα ὡς ἐν πλάτει μένει, ὁ δὲ χυμὸς οὐδ’ ὅλως, διὰ τοῦτο οὐδὲ ἐπὶ τοῦ μέλιτος προσφιλονεικήσομεν. Ταῦτα μὲν οὖν περὶ τοῦ μὴ συμπάσχειν ἀλλήλαις τὰς ποιότητας κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως γεγενημένας. ἀλλ’ εἰς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν. εἰ μὲν οὖν κατὰ τὴν τῶν μερῶν σύνθεσιν τὰ διάφορά ἐστι πάθη ἐν ἑκάστῃ τῶν ἀτόμων, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ποιήσει καὶ πείσεται. εἰ δέ τις εἴποι ὅτι οὐκ ἐκ τῆς τῶν μερῶν συνθέσεως ἁπλῶς ὑπάρχει τῇ ἀτόμῳ τὰ πάθη, ὥστε κατὰ τὸν αὐτὸν λόγον εἶναι ἅπαντα, ἀλλ’ ὅτι διάφορα τὴν ὕλην συμβέβηκεν ἔχειν τῷ ἕκαστον μόριον ἰδιάζον τι ἔχειν πάθος,2 ἐροῦμεν πρῶτον μὲν περὶ ἑκάστου τῶν μερῶν τὸν αὐτὸν λόγον ὅνπερ ἐλέγομεν ἐν τῇ ὑποθέσει τῇ λεγούσῃ ἓν ἕκαστον ἔχειν πάθος, ἔπειτα, εἰ ἄλλα μόρια ἄλλα ἔχουσι πάθη, δῆλον ὅτι διὰ τὸ ἄλλης τινὸς ἕκαστον τῶν μορίων εἶναι φύσεως, εἴ γε μὴ πᾶσα πέφυκε δέχεσθαι τὸ τοῦ ἑτέρου μέρους πάθος. εἰ γὰρ πέφυκεν, ἢ δέξεταί ποτε καὶ μεταβαλεῖ καὶ οὕτως οὐκ ἀμετάβλητοι ἔσονται, ἢ εἰ μὴ δέξεται, μάτην ἕξει τὴν δύναμιν. εἰ δὲ ἑτέρας φύσεως τὰ μόρια, τί τὸ συνάψαν; καὶ πῶς τὰ πάντῃ κεχωρισμένα συνῆπται; καὶ οὐκέτι ὁμοιομερεῖς αἱ ἄτομοι οὐδὲ πρῶται ἀρχαί, ἀλλ’ ἐκεῖνα ἐξ ὧν αὗται σύγκεινται. ἀλλ’ οὐδὲ κυρίως ἄτομοι διαιρούμεναί γε εἰς τὰ ἐξ ὧν σύγκεινται. εἰ δὲ ὡς εἶδος ἐν ὕλῃ, τὸν ἡμέτερον καὶ ἀληθῆ λόγον ἐροῦσι. κοινῆς οὖν ὑποκειμένης τῆς τῶν ἀτόμων οὐσίας δεκτικὴ ἔσται ἑκάστη τῶν ἐν ταῖς ἄλλαις ἀτόμοις παθῶν. ὥστε καὶ ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. δέδεικται γὰρ ὅτι τὰ κοινὴν ὕλην ἔχοντα ποιητικά εἰσι καὶ παθητικὰ ὑπ’ ἀλλήλων, ἐναντία γε πάθη ἔχοντα. ὥστε εἰ μὲν πᾶσαι αἱ ἄτομοι τὰ ἕτερα τῶν ἐναντίων μόνα ἕξουσι, χωλεύσει ἡ φύσις καὶ μάτην ἔσονται.3 εἰ δὲ ἐν τῇ αὐτῇ τὰ ἐναντία, ἄτοπον ἅμα εἶναι τὰ ἐναντία. εἰ δὲ τὰς ἀντιθέσεις τῶν ἐναντίων παθῶν ἐμερίσαντο, κοινοῦ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας· τούτῳ γὰρ ἡ τῶν ἐναντίων φύσις γνωρίζεται. εἰ δὲ πλείους ἄτομοι ἓν ἔχοιεν πάθος, λέγω δὲ πλείους ἓν ἔχειν πάθος, τουτέστιν ἢ πάσας ἓν ἢ κατὰ συμμορίαν ἕν, οἷον δέκα μὲν τὸ λευκὸν ἄλλας δὲ δέκα τὸ μέλαν, εἰ μὲν οὖν τὸ πρότερον, ἔδει πάντα τὰ ἐξ αὐτῶν τῆς αὐτῆς εἶναι φύσεως καὶ μηδεμίαν εἶναι διαφοράν, νῦν δὲ ἄπειροί εἰσιν αἱ ἰδέαι κατὰ ποιότητα· εἰ δὲ τὸ δεύτερον, εἰ μὲν ἐν πάσαις ταῖς συμμορίαις τὰ ἕτερα μόνον ὑπάρχει τῶν ἐναντίων, χωλεύσει πάλιν ἡ φύσις καὶ ἀναιρεθήσεται τὸ ποιεῖν καὶ τὸ πάσχειν (ποιοῦσι γὰρ καὶ πάσχουσι τὰ ἐναντία), εἰ δὲ διενείμαντο αἱ ἄτομοι τὰ ἐναντία πάθη, δῆλον ὅτι κοινοῦ ὄντος τοῦ ὑποκειμένου ποιήσουσι καὶ πείσονται καὶ μεταβαλοῦσιν εἰς ἀλλήλας ἢ μάτην ἔσονται τὰ ἐναντία μὴ ποιοῦντα καὶ πάσχοντα. εἰ δὲ πλείους πλείονα ἔχοιεν, λέγω δὲ πλείους πλείονα ἢ πάσας πάντα ἢ πάλιν κατὰ συμμορίαν, ἵνα δέκα μὲν ἔχωσι τοσάδε πάθη ἄλλαι δὲ δέκα ἕτερα, πάλιν κοινῶς μὲν οὖν ἐπ’ ἀμφοῖν ἐροῦμεν ὅτι εἰ μὲν ἀμφότερα ἕξουσι τὰ ἐναντία αἱ αὐταί, ἄτοπον ἅμα εἶναι καὶ κατὰ ταὐτὸν τὰ ἐναντία, εἰ δὲ τὰ ἕτερα τῶν ἐναντίων πᾶσαι, χωλεύσει πάλιν ἡ φύσις· ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προτέρου, ὅτι ἔδει πάντα ὁμοούσια εἶναι, ἐπὶ δὲ τοῦ δευτέρου ἐροῦμεν τά τε εἰρημένα ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν ἑκάστῳ πλείονα εἶναι (τὸ αὐτὸ γὰρ καὶ τούτων ἁρμόσει) καὶ ἔτι τὰ ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν πλείοσιν ἕν. Ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα. καίτοι καὶ αὐτὸ τὸ σχῆμα ποιότης ἐστίν. τίς οὖν ἡ ἀποκλήρωσις τοῦτο μὲν τὸ εἶδος τῆς ποιότητος ὑπάρχειν ἄλλο δὲ μή; εἰπὼν δὲ ὅτι ἄτοπον ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν ἔχειν πάθος τὰ ἄτομα, ἐσίγησε τὸ ἄτοπον ὡς προφανές, εἴπομεν δὲ αὐτὸ ἡμεῖς.
但是,由于在蜂蜜因煮沸或摩擦而变得更干燥时,甜味作为在混合的幅度之内的事物,仍然本性上适于作为真正同一之物而保留,而[颜色]却完全变了。因此,固然可以在蜂蜜中将白颜色归因于被封闭的气,并说它并不单纯属于蜂蜜的本性;但由于显然在醋以及某些其他事物中,颜色作为在幅度之内的留存,而味道则完全不留存,因此正因如此,在蜂蜜的问题上我们也不会坚持争辩。 关于基于第一混合的同一道理生成的诸性质彼此不一同受动的问题,就谈到这里。但是让我们回到起初的[论点]。那么,如果各不可分体中的多样受动态是基于部分的结合,那么同一个事物就会基于相同之处既作动又受动。但如果有人说,受动态绝非单纯由于部分的结合而属于不可分体以至于全都基于同一道理,而是由于每个部分具有某种特有的受动态而使得[不可分体]恰好在质料上具有多样[的部分],那么我们首先将针对每个部分陈述我们在主张每一者具有单一受动态的假定中所陈述的相同道理;其次,如果不同的部分具有不同的受动态,显然这是由于各个部分属于某种不同的本性,除非每一部分确实本性上适于接纳另一部分的受动态。因为如果它本性上适于,它或者有时会接纳并发生改变,从而它们将不是不可改变的;或者如果不接纳,它将徒然拥有该潜能。但如果诸部分具有不同的本性,那么是什么将它们连接起来的呢?完全分离的事物又是如何被连接的呢?不可分体也就不再是同质部分的,也不再是第一原理,相反,它们所由构成的那些东西才是原理。不仅如此,既然被分割为它们所由构成的诸物,它们甚至并不是严格意义上的不可分体。但如果作为质料中的形式[而存在],他们就会说出我们的且真实的道理。因此,既然不可分体的实体作为共通者而作为基底,各不可分体将能够接纳其他不可分体中的受动态。因此它们也将彼此作动并受动。因为已经证明,具有共通质料的事物彼此是作动的和受动的,只要它们具有相反的受动态。因此,如果所有不可分体仅具有相反者之中的一方,自然将变得残缺,而它们将徒然存在。但如果在同一者中存在相反者,相反者同时存在是不合理的。而如果它们分取了相反受动态的对立,既然基底者是共通的,它们就不可能不相互作动和受动;因为相反者的本性正是通过这一点被认识的。 如果较多的不可分体具有单一受动态——我是指较多的具有单一受动态,即要么全部具有一个,要么按分组具有一个,例如十个具有白,另十个具有黑——,那么如果依前者,由它们构成的一切事物都应当具有相同的本性且没有任何差异,然而实际上按性质划分的形式是无数的;如果依后者,如果在所有分组中仅存在相反者的一方,自然将再次变得残缺,作动和受动将被取消(因为作动和受动的是相反者),而如果不可分体分配了相反的受动态,显然既然基底者是共通的,它们将作动、受动并相互转化,否则相反者不作动且不受动就将徒然存在。 如果较多的具有较多的[受动态]——我是指较多的具有较多的,要么全部具有全部,要么再次按分组,以使十个具有若干受动态,而另十个具有其他受动态——,我们再次针对两者共同指出:如果相同者具有相反者的双方,相反者同时且在相同方面存在是不合理的;如果所有都具有相反者的一方,自然将再次变得残缺。而分别地,就前者而言,一切事物本应当具有相同的实体;就后者而言,我们将陈述在主张各不可分体中存在多个[受动态]的假定中所陈述的事情(因为相同之理也将适用于这些事物),以及在主张较多者中存在单一[受动态]的假定中的事情。 “然而,如果什么都不属于,而仅有形状属于,也是不合理的。” 尽管如此,形状本身也是一种性质。那么,究竟凭什么任意规定这一个形式的性质属于而另一个不属于呢?他在指出主张不可分体不具有任何受动态的假定会招致不合理之后,由于该不合理显而易见便保持了沉默,而我们已将其陈述了出来。
- 1.245τὸ κυρίως ὂν τὸ αὐτὸ † τὸ δὲ παντελῶς ἠμεῖφθαι
此处包含文本讹误标记(短剑符号)。在 μέν ... δέ 的对仗结构中,前半句 ἡ μὲν γλυκύτης ... ἐπεφύκει μένειν τὸ κυρίως ὂν τὸ αὐτό(甜味作为真正同一之物本性上适于保留)与后半句形成对比,后半句承前省略了主语(蜂蜜的颜色,τὸ χρῶμα),表述其“完全变了”(παντελῶς ἠμεῖφθαι)。
- 1.245διάφορα τὴν ὕλην συμβέβηκεν ἔχειν τῷ ἕκαστον μόριον ἰδιάζον τι ἔχειν πάθος
不定式 ἔχειν 的逻辑主语承前指“不可分体(τῇ ἀτόμῳ)”,διάφορα 作其宾语(修饰省略的 μόρια),τὴν ὕλην 为表示限定或方面的宾格(“在质料上”)。随后的冠词加不定式与格结构 τῷ ... ἔχειν 表原因,意为“由于每个部分具有某种特有的受动态”。
- 1.245χωλεύσει ἡ φύσις καὶ μάτην ἔσονται
χωλεύσει 在此处为比喻用法,意指若仅有对立面的一方存在,自然将失去其完备的运作而“变得残缺/失衡”。在省略主语的 μάτην ἔσονται 中,其语法主语指的是紧接前文提及的“诸不可分体(αἱ ἄτομοι)”。
