- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:169.16-171.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯提出了一个难题:当多种形式或受动态依凭同一种混合或适宜性而产生时,为何其中一种性质发生变化而另一种性质却不随之改变;他通过论证性质及其混合的适宜性具有“幅度”(宽泛范围)来解决这一疑难。
εἰ δὲ καὶ μὴ τῶν κράσεών εἰσιν ἀποτελέσματα τὰ εἴδη, ἕπονται μέντοι ἔξωθεν τῇ τῶν κράσεων ἐπιτηδειότητι, δῆλον ὅτι κατὰ τὴν αὐτὴν πάλιν ἐπιτηδειότητα τὰ διάφορα ἐπιγέγονε πάθη. εἰ δὲ κατὰ τὸν αὐτὸν τῆς ἐπιτηδειότητος λόγον ἐπιγεγόνασι τὰ διάφορα πάθη, τὸ αὐτὸ πάλιν ἀκολουθήσει ἄτοπον, εἰ τῷ μὲν ποιεῖ τῷ δὲ πάσχει· καθ’ ὃ γὰρ πάλιν ποιεῖ, κατὰ τοῦτο καὶ πείσεται. ὥστε τὸ αὐτὸ καὶ τῷ ἀληθεῖ λόγῳ ἠκολούθησεν ἄτοπον. Ζητήσεως οὖν ἄξιον καὶ αὐτὸ καθ’ αὑτὸ ἂν εἴη τὸ θεώρημα, πῶς ὑπὸ τῆς αὐτῆς κράσεως ἢ τὰ διάφορα ἀποτελεῖται εἴδη ἤγουν, ὡς ὁ ἀληθέστερος ἔχει λόγος, ἐπιγίνονται τῇ αὐτῇ ἐπιτηδειότητι διάφοροι ἰδέαι· ὅτι γὰρ οὐχ ἁπλῶς ἀποτελέσματα τῶν κράσεων τὰ εἴδη, πρόδηλον. ἔστω γὰρ τὸ θερμὸν καὶ ψυχρὸν τῆς πρώτης κράσεως ἀποτέλεσμα ἢ τὸ ξηρὸν καὶ ὑγρὸν ἢ τὸ βαρὺ καὶ κοῦφον. πόθεν δὲ τὸ εὐῶδες καὶ τὸ δυσῶδες καὶ τούτων αἱ ἄπειροι διαφοραί; πόθεν τῶν χυμῶν τὰ πλήθη καὶ τῶν χρωμάτων αὐτά τε τὰ οὐσιώδη εἴδη, σαρκός φημι καὶ ὀστοῦ καὶ τῶν ἀπείρων εἰδῶν; καὶ εἰ κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως τὰ διάφορα ἀποτελεῖται ἐν τοῖς ὁμοιομερέσιν εἴδη, οἷον τὸ γλυκὺ καὶ ξανθὸν καὶ γλίσχρον ἐν τῷ μέλιτι, τί δήποτε μὴ παθόντος τοῦ ἑνὸς συμπάσχει καὶ τὸ ἕτερον·1 πάσχει μὲν γὰρ τὸ χρῶμα τὸ τοῦ μέλιτος καὶ ἐκ ξανθοῦ γίνεται λευκόν, ἡ μέντοι γλυκύτης εἰ τύχοι οὐ πέπονθεν οὐδέν. δῆλον δὲ ὅτι εἰ μὴ μετέβαλεν ἡ τοῦ μέλιτος κρᾶσις, οὐκ ἂν τὸ χρῶμα μετέβαλε. πῶς οὖν οὐ συμμετέβαλε καὶ ὁ χυμός, εἴπερ καὶ τὴν ἀρχὴν κατὰ τὸν λόγον τὸν αὐτὸν τῆς κράσεως ὑπέστησαν; ὁμοίως δὲ καὶ τοῦ οἴνου ὀξίσαντος ὁ μὲν χυμὸς μετέβαλε, τὸ χρῶμα δὲ οὐκέτι. καίτοι ἔδει ἄμφω συμπάσχειν τῆς κράσεως παθούσης, ἐπεὶ κατὰ τὸν αὐτὸν συνυπέστησαν τῆς κράσεως λόγον. καὶ μυρία ἐστὶ τοιαῦτα εὑρεῖν παραδείγματα. εἰ δὲ ἐπί τινων συμμεταβάλλουσιν αἱ ποιότητες, οἷον ὡς ἐπὶ τοῦ ἑψομένου οἴνου, λέγω δὴ τοῦ καλουμένου ἑψήματος ἢ σειραίου (τούτου γὰρ ἐν τῇ ἑψήσει μετὰ τοῦ χυμοῦ καὶ τὸ χρῶμα συμμεταβάλλει), ἀλλ’ οὖν ἐφ’ ὧν οὐ τοῦτο συμβαίνει ζητήσεως ἄξιον καὶ ἀπορίαν οὐκ εὐδιάλυτον ἔχει τὸ θεώρημα. τί οὖν πρὸς ταῦτά φαμεν; ἑκάστη ποιότης ἐν πλάτει τινὶ θεωρεῖται, καὶ οὐκ ἔστιν ἄτομος αὐτῆς ἡ οὐσία. ἥ τε γὰρ λευκότης ἐν πλάτει ἐστίν (οὐ γὰρ εὐθὺς τὸ τοῦ ἄκρως λευκοῦ ἐκστὰν ἤδη καὶ τοῦ λευκὸν ὅλως εἶναι ἐξέστη), ὁμοίως δὲ καὶ ἡ γλυκύτης ἐν πλάτει θεωρεῖται (πολὺ γάρ ἐστι τῶν γλυκέων τὸ πλάτος), ὁμοίως δὲ καὶ ἐπὶ πάντων ἔχει. εἰ τοίνυν πλάτος ἔχουσιν αἱ ποιότητες, δῆλον ὅτι καὶ αἱ τῶν κράσεων ἐπιτηδειότητες, αἷς ἐγγίνεσθαι πεφύκασιν, πλάτος ἂν ἔχοιεν. ἔστι μέντοι τις ἔσχατος κράσεως λόγος, ἐν ᾧ οὐκέτι πέφυκεν ἑκάστη ἐγγίνεσθαι, ἀλλ’ εὐθὺς κατ’ ἐκεῖνο τὸ τῆς κράσεως ἄτομον ἡ ὅλη τῆς ποιότητος φύσις ἠλλοίωται. οἷον, ἵνα ὡς ἐπὶ παραδείγματος γυμνάσω τὸν λόγον, ἔστω δέκα τυχὸν θερμοῦ μέρη ψυχροῦ δὲ τὰ ἴσα καὶ ξηροῦ καὶ ὑγροῦ, καθ’ ἃ τὸ ἄκρον τῆς γλυκύτητος ἐγγίνεσθαι πέφυκε εἶδος. ἐὰν οὖν μειωθῇ τῆς ἑτέρας ἀντιθέσεως ἓν μόριον, οὐχ οὕτω μὲν ἔσται γλυκύ, οὐ μέντοι οὐδαμῶς γλυκύ, ἀλλ’ ἧττον γλυκύ· ἐὰν μέντοι πέντε μοῖραι μειωθῶσιν (ἔστω γὰρ μέχρι τούτου σῴζεσθαι τὴν γλυκύτητα), δῆλον ὅτι παντελῶς τὸ εἶδος οἰχήσεται. ὅταν οὖν τῇ αὐτῇ κράσει διάφοροι ἕπωνται ποιότητες, οὐ πάντως πᾶσαι κατὰ τὸν ἴσον ἀλλήλαις ἐγγίνονται λόγον, ἀλλ’ ἡ μὲν φέρε εἰπεῖν γλυκύτης κατὰ τὸ τέλειον εἶδος ἐγγίνεται, τὸ δὲ λευκὸν ἢ τὸ ξανθὸν ἢ τὸ γλίσχρον οὐ κατὰ τὸν τέλειον ἑαυτοῦ λόγον, ἀλλὰ πολλάκις κατὰ τὸν ὑφειμένον. διὰ τοῦτο οὖν ὀλίγον τῆς κράσεως παρατετραμμένης τὸ μὲν γλυκὺ οὐχ ὅλον παρατέτραπται, τὸ δὲ χρῶμα πολλάκις ἐτράπη ὅλον, ἐγγὺς οὔσης τῆς ἐξ ἀρχῆς κράσεως ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου, καθ’ ἣν οὐκέτι ἐπεφύκει τὸ τοιοῦτον χρῶμα γίνεσθαι.2 ὅτι γὰρ κἂν ὀλίγον παρατραπῇ τῆς ἐξ ἀρχῆς κράσεως, οὐδεμία ποιότης ὡς εἶχεν ἐξ ἀρχῆς ἀπαραλλάκτως μένει, πρόδηλον. οὔτε γὰρ ἡ τοῦ μέλιτος γλυκύτης, ὅταν ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως συμπαγῇ, ἡ αὐτὴ μένει, οὔτε τὸ χρῶμα τοῦ οἴνου ὅταν ὀξίσῃ, ἀλλ’ ὡς πρὸς τὴν αἴσθησιν καὶ ὡς ἐν πλάτει τὸ αὐτὸ δοκεῖ μένειν.
但是,即便诸形式不是混合的结果,而是依照混合的适宜性从外部相随而来,显然基于同样的适宜性,多样的受动态又会产生。而如果基于适宜性的同一道理,多样的受动态产生,那么如果它依凭某一性质作动而依凭另一性质受动,同样的不合理之处又将随之而来;因为再一次,在它作动所依凭的完全相同之处,它也将受动。因此,同样的不合理之处也伴随着真实的道理。 因此,这个论题本身也是值得探讨的:相同的混合究竟如何产生多样的形式,或者如更真实的道理所表明的那样,多样的形式如何依凭相同的适宜性而产生;因为形式绝非单纯是混合的结果,这是显而易见的。因为假定热与冷,或干与湿,或重与轻是第一混合的结果。但芬芳与恶臭以及它们无数的差异从何而来?诸多味道与颜色,以及实体形式本身——我是指肉、骨和无数的形式——又从何而来?而且,如果基于第一混合的同一道理,在同质部分的事物中产生了多样的形式,例如蜂蜜中的甜、淡黄和粘稠,那么究竟为什么在其中之一受动时,另一者不同时受动呢?因为蜂蜜的颜色受动并由淡黄变成白色,然而其甜味或许却没有受到任何影响。而显然,如果蜂蜜的混合没有改变,颜色就不会改变。那么,如果它们起初确实是基于混合的同一道理而确立的,为什么味道没有一同改变呢?同样,在葡萄酒变酸时,味道改变了,颜色却没有改变。然而,既然它们是基于混合的同一道理而共同确立的,当混合受动时,二者本应一同受动。而且可以找到无数这样的例子。即使在某些情况下诸性质确实一同改变,例如在煮熟的酒(我是指所谓的浓缩葡萄汁或浓酒)的情况下(因为在煮沸过程中,伴随着味道,颜色也一同改变),但在那些并非如此发生的情况下,该论题仍值得探讨,并包含着不易消解的疑难。 那么,对此我们该怎么说呢?每种性质都在一定的幅度内被考察,其本质并不是不可分的。因为白是在幅度之内的(因为脱离极度之白的事物,并不立刻就完全脱离了是白),同样,甜也是在幅度内被考察的(因为甜之物的幅度很大),在所有事物上同样如此。因此,如果诸性质具有幅度,显然它们本性上适于在其中生成的混合的诸适宜性,也将具有幅度。然而,存在某种混合的极限比例,在其中各性质不再适于生成,而是在混合的那个不可分[界限]处,性质的整个本性立刻被改变。例如,为了用例子来操练这一道理:假如有热十份,冷以及干和湿各等量,甜的极高形式本性上适于依照它们而生成。那么,如果其中一组对立减少了一份,它固然不会那样甜,但决不是完全不甜,而是甜度减弱;然而如果减少了五份(假定甜味能保持至此),显然该形式将完全消失。因此,当多样的性质伴随同一种混合时,绝不是所有性质都基于彼此相等的道理而生成,而是例如甜是基于完满的形式生成的,而白、淡黄或粘稠并不是基于自身的完满道理,而是常常基于松弛的道理生成的。因此,正因如此,当混合稍有偏离时,甜味并未整体偏离,而颜色常常完全改变,因为初始的混合接近于那邻近且不可分的[界限],依照该界限,这样的颜色已不再适于生成。因为哪怕偏离了初始混合一点点,没有任何性质能够丝毫不差地保持其起初的状态,这是显而易见的。因为无论是蜂蜜在因煮沸或摩擦而凝结时的甜味,还是葡萄酒变酸时的颜色,都没有保持原样,而只是对感觉而言且作为在幅度之内的事物,显得保持原样而已。
- 1.245τί δήποτε μὴ παθόντος τοῦ ἑνὸς συμπάσχει καὶ τὸ ἕτερον
否定词 μή 并非否定属格绝对结构 παθόντος τοῦ ἑνὸς,而是修饰主动词 συμπάσχει(τί δήποτε μή... 构成反问结构“为何……不……”)。属格绝对结构 παθόντος τοῦ ἑνὸς 表示时间或伴随状况,意为“当其中之一受动时,为何另一者不同时受动”。
- 1.245ἐγγὺς οὔσης τῆς ἐξ ἀρχῆς κράσεως ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου, καθ’ ἣν οὐκέτι ἐπεφύκει τὸ τοιοῦτον χρῶμα γίνεσθαι
ἐγγὺς οὔσης 是表原因的属格绝对结构。副词 ἐγγύς 支配属格补足语 ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου(即直近且不可分的[界限]),关系从句 καθ’ ἣν 以该极限为先行词,修饰说明“依照该界限,这样的颜色已不再适于生成”。
