- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:14.19-16.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯阐明了亚里士多德在314b8–314b12处的论证,即多元论者虽必然区分生成与性质变化,但其理论(尤其是恩培多克勒)却在实质上取消了性质变化;他对比了亚历山大的解释与另一种解读,并说明了以显而易见的增长作为类比的论证结构。
" Ὅτι μὲν οὖν οἰκεῖος ὁ λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω φάναι, δῆλον." Ὅτι, φησί, τῇ ὑποθέσει τὰ πλείονα στοιχεῖα λεγούσῃ οἰκεῖον φάναι ἕτερον εἶναι γένεσιν ἀλλοιώσεως, δῆλον· δῆλον δὲ καὶ ὅτι τὸν τρόπον τοῦτον λέγουσι, τουτέστιν ὅτι τὰ στοιχεῖα πλείονά ἐστιν. ὁ μέντοι Ἀλέξανδρος προσφυέστερον τοῦτο ἐξηγήσατο. τῇ γὰρ ὑποθέσει, φησί, τῇ πλείονα στοιχεῖα ὑποτιθεμένῃ οἰκεῖος ὁ λόγος ὁ φάσκων τοῦτον τὸν τρόπον γίνεσθαι τὴν γένεσιν καὶ τὴν φθοράν, τουτέστι κατὰ διάκρισιν καὶ σύγκρισιν, διότι ἀναγκαῖόν ἐστιν αὐτοῖς χωρίζειν γένεσιν ἀλλοιώσεως. σαφῶς δὲ καὶ Ἐμπεδοκλῆς εἴρηκε συγκρίσει τὴν γένεσιν γίνεσθαι “φύσις οὐδενός ἐστιν” εἰπὼν “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. καὶ οἱ περὶ Δημόκριτον δὲ τῇ συγκρίσει τῶν ἀτόμων τὴν γένεσιν ἔλεγον γίνεσθαι, τῇ διακρίσει δὲ τὴν φθοράν. ἀλλὰ δὴ καὶ Ἀναξαγόρας ἐκκρινομένας τὰς ὁμοιομερείας καὶ συνιούσας ἀλλήλαις δηλονότι ἢ σάρκα ποιεῖν ἢ ὀστοῦν,1 οὐ γινομένης τῆς σαρκὸς φύσεως, ἀλλὰ φαινομένης, τῷ πλείονας σαρκὸς ὁμοιομερείας εἰς ταὐτὸν συνελθεῖν.
“因此,这样说乃是他们假说固有的论述,这是显而易见的。” 他说,对于主张较多元素的假说而言,说生成与性质变化不同是固有的,这是显而易见的;而且他们以此种方式说话,即元素不止一种,这也是显而易见的。然而亚历山大对此作了更为切合的解释:因为他说,对于假定较多元素的假说而言,声称生成与消灭以这种方式(即按照分离与结合)发生,乃是固有的论述,因为他们必然要把生成与性质变化区分开来。恩培多克勒也清楚地说过生成是依据结合而发生的,他说:“无物具有本性,而只有混合之物的混杂与分离。”德谟克利特派也曾说生成由于不可分体的结合而发生,消灭则由于其分离而发生。不仅如此,阿那克萨戈拉也显然[认为],同质部分被分离出来并相互聚集,从而造成肉或骨,并非肉的本性生成,而只是显现出来,因为较多的肉之同质部分聚集到了同一处。
"Καὶ ὅτι λέγουσι τὸν τρόπον τοῦτον." Δῆλον, φησί, καὶ ὅτι οὕτως λέγουσι, τουτέστι κατὰ τὸν εἰρημένον τρόπον, τὴν γένεσιν γίνεσθαι, ἔκ τε τῆς Ἐμπεδοκλέους ῥήσεως λεγούσης “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”, κἀξ ὧν ὁ Δημόκριτος ἔφη τὰ σύνθετα “διαφέρειν τούτοις ἐξ ὧν εἰσίν”.
“并且他们是以这种方式说话的。” 他说,不仅从恩培多克勒所说“而只有混合之物的混杂与分离”的话语中,而且从德谟克利特所说复合物“由于构成它们的事物而相异”中,他们是以这种方式(即按照所述的方式)说生成发生,这也是显而易见的。
"Ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι." Δείξας αὐτοὺς ἄλλο τὴν γένεσιν λέγοντας παρὰ τὴν ἀλλοίωσιν διὰ τοῦ κατὰ σύγκρισιν γίνεσθαι φάσκειν αὐτήν, ἐφεξῆς δείκνυσιν ὅτι ἀναγκαῖον μὲν καὶ τούτοις εἶναι τὴν ἀλλοίωσιν λέγειν καὶ μὴ τὴν αὐτὴν τῇ γενέσει, ἀδύνατον μέντοι κατὰ τοὺς ἐκείνων λόγους ἀλλοίωσιν εἶναι. τοῦτο δὲ οὐκέτι κοινὸν πρὸς πάντας τοὺς κατὰ σύγκρισιν τὴν γένεσιν ποιοῦντας, ἀλλ’ ἰδίως πρὸς Ἐμπεδοκλέα. πρῶτον μέντοι δείκνυσιν ὅτι ἀναγκαῖον λέγειν εἶναί τι τὴν ἀλλοίωσιν ἕτερον οὖσαν παρὰ τὴν γένεσιν, εἶθ’ ὅτι ἀναιροῦσι τοῖς ἑαυτῶν λόγοις τὴν ἀλλοίωσιν.
“但对于这些人来说,声称性质变化是某种事物也是必然的。” 在通过他们声称生成是按照结合发生而表明他们说生成不同于性质变化之后,他接下去表明,对于这些人来说,说性质变化存在且不与生成相同也是必然的,然而根据他们的论述,性质变化存在却是不可能的。但这已经不再对所有使生成依结合而发生的人共通,而是特别针对恩培多克勒的。不过,他首先表明必然要说性质变化是某种不同于生成的实在,然后表明他们依据自己的论述取消了性质变化。
"Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν." Ὅτι ἀναγκαῖον αὐτοῖς λέγειν τὴν ἀλλοίωσιν, καὶ ταύτην ἄλλην παρὰ τὴν γένεσιν, καὶ διὰ τί ἀναγκαῖον δείκνυσι, καὶ ὅτι ἀδύνατον τοῖς παρ’ ἐκείνων λεγομένοις συστῆναι ἀλλοίωσιν. δείκνυσι δὲ οὕτως. ὥσπερ γὰρ ὁρῶμεν, φησί, καὶ ἐναργές ἐστι σῳζομένης τῆς οὐσίας μεταβολὴν κατὰ ποσὸν γίνεσθαι, οὕτως ἐναργὲς τὸ σῳζομένης τῆς οὐσίας γίνεσθαι κατὰ ποιὸν μεταβολήν, ὅπερ ἐστὶν ἀλλοίωσις. ὥστε διὰ τὸ ἐναργὲς ἀναγκαῖον αὐτοῖς λέγειν εἶναι ἀλλοίωσιν. ὅτι δὲ ἀδύνατον κατὰ τοὺς λόγους τῆς παρὰ τοῦ Ἐμπεδοκλέους λεγομένης, ἐφεξῆς δείκνυσιν. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἔστι δὲ καὶ κατ’ ἄλλον τρόπον τὴν ἐξήγησιν ἀποδοῦναι τοῦ ῥητοῦ 〈τοῦ〉 “ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι” καὶ τὰ ἑξῆς. οἱ πλείονα, φησί, στοιχεῖα ὑποθέμενοι διὰ μὲν τῆς ὑποθέσεως ἀναγκαίως εἰσάγουσι τὴν ἀλλοίωσιν, ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, τῷ ταύτας μὲν κατὰ σύγκρισιν καὶ διάκρισιν θεωρεῖσθαι, καθὼς προείρηται, τὴν δὲ ἀλλοίωσιν κατ’ ἄλλο τι τῶν περὶ τὴν σύγκρισιν θεωρουμένων, τὴν θέσιν ἢ τὴν τάξιν· ὅμως, φησί, καίπερ τῆς ὑποθέσεως χωρούσης ἀμφότερα καὶ γένεσιν καὶ ἀλλοίωσιν, τοιούτους ἀποδεδώκασιν ἔνιοι λόγους, ὧν ἐστιν Ἐμπεδοκλῆς, ἐξ ὧν ἀδύνατον ἀλλοίωσιν σῴζεσθαι. τὰς γὰρ ποιότητας, περὶ ἃς ἡ κατ’ ἀλλοίωσιν μεταβολὴ θεωρεῖται, εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων εἴρηκεν, ἄφθαρτα καὶ ἀμετάβλητα τὰ στοιχεῖα ὑποθέμενος. Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν. τοῦτο ὅτι καίπερ2 τῆς ὑποθέσεως αὐτῶν καὶ γενέσεως καὶ ἀλλοιώσεως ἔννοιαν ὑπαγορευούσης, αὐτὸς τοῖς λόγοις ἀνεῖλε τὴν ἀλλοίωσιν. εἶτα λοιπὸν μέλλων δεῖξαι ὅτι ἀναιρεῖ δι’ ὧν λέγει τὴν ἀλλοίωσιν ὁ Ἐμπεδοκλῆς, πρῶτον ἀναμιμνήσκει τί ἐστιν ἀλλοίωσις, ὅτι μεταβολὴ περὶ τὴν οὐσίαν ἀκίνητον μένουσαν. παραδείγματι δὲ κέχρηται τῇ αὐξήσει, δι’ ὧν φησιν ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας καὶ τὰ ἑξῆς. τὴν δὲ αὔξησιν ὡς ἐναργῆ καὶ παρὰ πάντων ὁμολογουμένην παρέλαβεν. πρὸς μὲν γὰρ τὴν ἀλλοίωσιν ἴσως ἄν τις καὶ κακομαχεῖν δύναιτο, ὡς Πρωταγόρας, οὐκ εἶναι φύσιν ὡρισμένην οὐδενὸς λέγων, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αἰσθητικοῦ τὴν διαφορὰν τῶν αἰσθητῶν ποιοτήτων γίνεσθαι· πρὸς μέντοι τὴν αὔξησιν οὐδεὶς ἂν ἀντείποι, ὡς ἔστι κατὰ ποσὸν μεταβολὴ τῆς ὑποκειμένης οὐσίας ἀμεταβλήτου μενούσης, ἐξ ἧς ἄν τις καὶ τὰ περὶ τῆς ἀλλοιώσεως συλλογίσαιτο.
“而我们这样说是正确的,这是容易看出的。” 他表明,对于他们而言必然要谈论性质变化,且将其说成是不同于生成的事物,并且他表明了为何这是必然的,以及根据他们所说的事物性质变化不可能成立。而他是这样证明的:因为正如我们所见,他说,并且在实体被保全的同时产生依数量的变化是显而易见的,同样,在实体被保全的同时产生依性质的变化(即性质变化)也是显而易见的。因此出于显而易见性,对于他们来说说性质变化存在是必然的。但他接下去表明,根据恩培多克勒所说的论述,这是不可能的。亚历山大便是这样解释的;但对于“但对于这些人来说,声称性质变化是某种事物也是必然的”及接下去文句的解释,也可以用另一种方式来给出。他说,那些假定较多元素的人,通过其假说必然引入了不同于生成与消灭的性质变化,因为正如前文所说,生成与消灭依结合与分离来考察,而性质变化则依结合周围所考察的另一事物(即位置或排列)来考察;然而他说,尽管假说本身容纳了生成与性质变化两者,但某些人(其中有恩培多克勒)却给出了这样的论述,从中不可能保全性质变化。因为他将依性质变化的变化所围绕的那些性质说成是元素的种差,并假定元素是不灭且不可变的。“而我们这样说是正确的,这是容易看出的”,指的是尽管他们的假说规定了生成与性质变化两者的概念,他自己却依据其论述取消了性质变化。随后,正要表明恩培多克勒通过其所说之言取消了性质变化,他首先提醒人们性质变化是什么,即围绕保持静止不动的实体所发生的变化。他以增长为例,这是通过他说“因为正如我们看到在实体静止时”等等文句所体现的。他将增长作为显而易见且为大家公认之事而采用。因为针对性质变化,或许有人也能像普罗泰戈拉那样吹毛求疵,说无物具有确定的本性,而可感觉性质的差异是相对于感觉者的状态而产生的;然而针对增长,却没有人能够否认它是在底层实体保持不变的同时依数量的变化,人们也能从中推导出关于性质变化的事项。
- 1.17ἀλλὰ δὴ καὶ Ἀναξαγόρας ἐκκρινομένας τὰς ὁμοιομερείας καὶ συνιούσας ἀλλήλαις δηλονότι ἢ σάρκα ποιεῖν ἢ ὀστοῦν
主格 Ἀναξαγόρας 之后的动词不定式 ποιεῖν 是承接前文 ἔλεγον 所暗示的间接引语动词,属于注疏中常见的破格语法(anacoluthon),语义上表达“阿那克萨戈拉也[认为]同质部分被分离并聚集在一起而造成骨或肉”。
- 1.20Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν. τοῦτο ὅτι καίπερ
在引文句首带有先取句式(prolepsis)的 τοῦτο(“而我们这样说是正确的,这是容易看出的”)之后,斐洛庞诺斯在注疏中以 τοῦτο ὅτι… 承接,用于明确 τοῦτο 的具体指涉内容,即恩培多克勒尽管其假说要求承认性质变化,却在其论述中取消了性质变化。
