- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:167.25-169.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德指出原子若不属于任何受动态而仅有形状亦属荒谬之处(326a14),斐洛庞努斯就原子是否具有受动态建立了完备的划分(diairesis),依次驳斥了原子完全不具受动态、各具一个受动态、以及各具多个受动态(尤其是依凭部分合成,并指出其荒谬后果)的情况。
" Ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα." Δεῖ ἡμᾶς ἐκθέσθαι ἐκ διαιρέσεως ὅσα δυνατὸν ἂν ἦν ὑπάρξαι ταῖς ἀτόμοις, ἵνα ταῦτα διελέγξαντες δείξωμεν οὐδαμῇ οὐδαμῶς δυναμένην συστῆναι τὴν τῶν ἀτόμων ὑπόθεσιν. αὐτὸς μὲν οὖν ὁ φιλόσοφος οὐ τελείως ἅπασιν ἐπεξέρχεται τοῖς τμήμασι τῆς διαιρέσεως, ἡμεῖς δὲ τελείως αὐτὴν ἐκθώμεθα. ἀνάγκη οὖν τὰς ἀτόμους ἢ μηδὲν ἔχειν πάθος ἢ ἔχειν· καὶ εἰ ἔχοιεν πάθος, ἢ ἓν ἑκάστην ἔχειν ἢ ἑκάστην πλείονα ἢ πλείους ἓν ἢ πλείους πλείονα· τῷ δὲ τμήματι τῷ ὑποτιθεμένῳ πλείους συμπεριειλήφθω καὶ πάσας.1 εἰ μὲν οὖν μηδὲν ἔχοιεν πάθος, οὐδ’ ἂν τὰ ἐξ αὐτῶν συγκείμενα σχοίη ἄν τι πάθος. πῶς γὰρ ὃ μὴ ἔχουσι τοῖς ἐξ αὐτῶν συγκειμένοις δοῖεν ἄν; ἀλλ’ εἰ μηδὲν ἕξουσι τὰ ἐξ αὐτῶν πάθος, ἀναιρεθήσεται ἡ αἴσθησις καὶ τὰ αἰσθητά. ἡ γὰρ αἴσθησις τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν λέγεται, ταῦτα δέ ἐστι τὰ πάθη. ὥστε οὐδὲν ἔσται φύσει αἰσθητόν. αἰσθητοῦ δὲ μὴ ὄντος οὐδὲ αἴσθησις ἔσται· ταῦτα γὰρ τῶν πρός τί ἐστιν. ὅτι δὲ οὐδὲ ἐν τῇ σχέσει τῇ πρὸς τὰς αἰσθήσεις τὰ αἰσθητὰ τὸ εἶναι ἔχουσι, καὶ Πλάτων ἐν τῷ Θεαιτήτῳ ἔδειξε καὶ αὐτὸς πολλαχοῦ ὁ Ἀριστοτέλης. ὥστε συμβήσεται παντελῶς ἀναιρεῖσθαι καὶ τὸ αἰσθητὸν καὶ τὴν αἴσθησιν. ἀδύνατον ἄρα μηδὲν αὐτὰς ἔχειν πάθος. εἰ δὲ ἔχοιεν, ἓν δὲ ἔχοι ἑκάστη, λέγω δὲ ἓν ἑκάστην ἔχειν, ἵνα μηδεμία τὸ αὐτὸ τῇ ἑτέρᾳ ἔχῃ ἀλλ’ ἑκάστη ἰδιάζον παρὰ τὰς λοιπάς, εἰ τοίνυν ἓν ἑκάστη ἔχοι πάθος, οὐκ ἔσονται τῆς αὐτῆς φύσεως. εἰ γὰρ μὴ πέφυκεν ἡ ἑτέρα τὸ τῆς ἑτέρας δέχεσθαι πάθος, οὐκ ἄρα μιᾶς εἰσι φύσεως. καίτοι γε καὶ τοῦτο λέγουσιν. εἰ δὲ μὴ τῆς αὐτῆς εἶεν φύσεως, οὔτε ποιοῦσιν εἰς ἀλλήλας οὔτε πείσονται. ὥστε ἀναιρεθήσεται τούτῳ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ μάτην ἔσονται ἐν αὐταῖς τὰ πάθη μὴ δρῶντα μηδὲ πάσχοντα μηδὲν ὑπ’ ἀλλήλων· οὐδὲν δὲ μάτην ὑπὸ τῆς φύσεως γίνεται· οὐκ ἄρα δυνατὸν μίαν ἑκάστην ἓν ἔχειν πάθος. εἰ δὲ ἑκάστη πλείονα ἔχοι, ἑκάστην δὲ λέγω πλείονα ἔχειν οἷον εἰ χίλιαι εἶεν ἄτομοι, ἵνα ἑκάστη αὐτῶν ἔχοι φέρε εἰπεῖν πέντε τινὰ πάθη, μὴ ταὐτὰ μέντοι τῶν λοιπῶν μηδεμιᾷ, ἀλλ’ ἑκάστην σωρείαν τινὰ ἰδιάζουσαν ἔχειν παθῶν· εἰ οὖν οὕτως ἑκάστη ἔχοι πλείονα, ἐρήσομαι ‘πῶς ἔχει ταῦτα καὶ κατὰ τίνα λόγον;’ ἤτοι κατὰ τὴν τῶν μερῶν σύνθεσιν, ἢ ὡς εἶδος ἐν ὕλῃ· λέγω δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν οὐχὶ ὡς κατ’ ἐνέργειαν ἐκ μερῶν διῃρημένων συγκειμένης τῆς ἀτόμου, ἀλλ’ ὅτι διὰ τὴν τοιάνδε τῶν κατ’ ἐπίνοιαν λαμβανομένων μερῶν ἁρμονίαν τὰ πάθη ἐν ἑκάστῃ ὑπάρχει. εἰ τοίνυν διὰ τὴν τῶν μερῶν σύνθεσιν ὑπάρχει ἐν αὐταῖς τὰ πάθη, συμβήσεται τὸ αὐτὸ καθ’ ὃ δρᾷ κατὰ τοῦτο πάσχειν. οἷον εἰ ἔχοι ἡ ἄτομος καὶ θερμότητα καὶ ὑγρότητα, ἔπειτα δρᾷ μὲν κατὰ τὴν θερμότητα πάσχει δὲ κατὰ τὴν ὑγρότητα, ἐπειδὴ καθ’ ὃ ἔστιν ὑγρὰ κατὰ τοῦτό ἐστι καὶ θερμή, πάσχουσα ἄρα κατὰ τὴν ὑγρότητα πάσχοι ἂν καὶ κατὰ θερμότητα. ὥστε ποιοῦσα κατὰ τὴν θερμότητα πάσχοι ἂν κατὰ θερμότητα, ὅπερ ἄλογον· θερμαίνουσα γὰρ θερμανθήσεται ἣν θερμαίνει θερμότητα. οὐκ ἄρα κατὰ τὴν τῶν μερῶν σύνθεσιν ἔχοι ἄν τὰ πάθη. τὸ αὐτὸ δ’ ἂν ἄτοπον ἀκολουθοῦν δόξῃ2 τοῖς τε τῶν κράσεων ἀποτελέσματα τὰ εἴδη λέγουσιν εἶναι, οἷοί εἰσιν οἱ ἰατροί, τοῖς τε μὴ τῶν κράσεων μὲν ἀποτελέσματα λέγουσι, τῇ μέντοι ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεσθαι τὰ εἴδη, ὡς καὶ ὁ ἀληθὴς ἔχει λόγος. εἴτε γὰρ τῶν κράσεων ἀποτελέσματα εἶεν τὰ εἴδη,3 ἐπειδὴ τῇ τοιᾷδε συμμετρίᾳ τῆς πρώτης κράσεως, τῶν ξηρῶν φημι καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν, πλείους ἕπονται ποιότητες (καὶ χρῶμα γὰρ τοιόνδε καὶ χυμὸς καὶ μαλακότης ἢ σκληρότης καὶ τὰ ὅμοια), δῆλον ἄρα ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ γλυκὺ ἔσται καὶ ἐρυθρὸν καὶ ὑγρὸν καὶ θερμὸν καὶ τὰ λοιπά· ὥστε εἰ κατὰ τὸν αὐτὸν λόγον πάντα ἐστί, πάσχον ἄρα κατὰ τὸ ἕτερον πάθοι ἂν καὶ κατὰ τὸ λοιπόν· ὥστε εἰ ποιεῖ μὲν κατά τι πάσχει δὲ κατ’ ἄλλο, κατὰ τὸ αὐτὸ ἄρα καθ’ ὃ ποιεῖ καὶ πείσεται· κατὰ γὰρ τὸν αὐτόν ἐστι λόγον ἀμφότερα.
“然而,即使没有任何东西属于[原子],而只有形状属于,也是荒谬的。” 我们必须通过划分列举出本可能属于原子的所有情况,以便在驳倒这些之后,表明原子的假说无论如何都绝不可能成立。哲学家自己固然没有完全穷尽划分的所有环节,但让我们完全地列出它。因此,原子必然要么不具有任何受动态,要么具有;如果它们具有受动态,要么各自具有一个,要么各自具有多个,要么多个[原子]具有一个,要么多个具有多个;而在假定多个的环节中,也让所有的[原子]包含在内。如果它们不具有任何受动态,由它们组成的事物也不会具有任何受动态。因为它们如何能把自己所不具有的东西赋予由它们组成的事物呢?但如果由它们组成的事物不具有任何受动态,感觉与可感觉对象都将被取消。因为感觉正是依凭受可感觉对象的某种影响而被谈及的,而这些[可感觉对象]就是诸受动态。因此,本性上将没有任何可感觉对象。而既然没有可感觉对象,也就不会有感觉;因为这些属于相对之物。而且,可感觉对象甚至在对感觉的关联中也不具有其存在,这一点柏拉图在《泰阿泰德篇》中指出了,亚里士多德自己在许多地方也指出了。因此结果将是可感觉对象与感觉都被完全取消。可见,它们不具有任何受动态是不可能的。然而,如果它们具有,且各自具有一个——我所谓各自具有一个,是指没有任何一个与另一个具有相同的东西,而是各自具有有别于其余者的特有受动态——那么,如果各自具有一个受动态,它们就不会具有相同的本性。因为如果一个在本性上不适于接受另一个的受动态,它们就不是同一种本性。然而他们恰恰也说了这一点。但如果它们不是同一种本性,它们就不会对彼此作动,也不会受彼此影响。因此,由此作动与受动将被取消,而受动态将徒然地存在于它们之中,既不对彼此起作用,也不受彼此任何影响;但自然不徒然产生任何事物;因此,每一个单一原子具有一个受动态是不可能的。然而,如果各自具有多个——我所谓各自具有多个,是指譬如有一千个原子,以至于它们中的每一个比如说都具有某五种受动态,但决不与其余任何原子相同,而是各自具有某种特有的受动态聚集——那么,如果各自以这种方式具有多个,我将追问:“它是如何具有这些,且依凭何种道理的?”要么依凭各部分的合成,要么作为质料中的形式;而我所谓依凭各部分的合成,并不是指原子在现实中由分割开的部分组成,而是指由于概念上把握的诸部分的这种协调,受动态属于每一个之中。那么,如果由于各部分的合成,受动态属于它们之中,结果将是在它作动所依凭的完全相同之处,它受动。例如,如果原子既具有热又具有湿,进而依凭热作动,依凭湿受动,既然它作为湿所依凭的也就是它作为热所依凭的,那么它依凭湿受动,也就将依凭热受动。因此,在依凭热作动的同时,它将依凭热受动,这是荒谬的;因为在加热的同时,它将被它所加热的那个热所加热。可见,它不可能依凭各部分的合成而具有受动态。而且,同样的不合理之处似乎也将伴随着那些声称形式是混合之结果的人(如医生们那般),以及那些不声称是混合之结果,却声称形式依照混合的合宜性从外部因整体创造活动而附加的人(正如真实的道理所表明的那样)。因为哪怕形式是混合的结果,既然伴随第一混合的——我是指干与湿、热与冷的——这种对称比例,有更多的性质相随(因为既有这样的颜色,又有味道,以及软或硬和诸如此类的东西),那么显然,依凭同样的道理,它将既是甜的,又是红的,且是湿的、热的等等;因此,如果一切都依凭同样的道理,那么它依凭其中之一受动,也就将依凭其余者受动;因此,即使它依凭某一性质作动而依凭另一性质受动,在它作动所依凭的完全相同之处,它也将受动;因为二者都依凭同样的道理。
- 1.245τῷ δὲ τμήματι τῷ ὑποτιθεμένῳ πλείους συμπεριειλήφθω καὶ πάσας
分词 τῷ ὑποτιθεμένῳ 具中间态含义(“设定/假定”),以 πλείους(阳/阴性复数宾格)为其宾语。与格 τῷ τμήματι 表示动词 συμπεριειλήφθω(第三人称单数完成时被动命令语气)所涉及的范围(“在……这一部分/环节中被一并包含”)。πάσας 为指代前文原子的阴性复数宾格,与 πλείους 平行作省略的不定式 ἔχειν 的主语,该省略分句充当单数动词 συμπεριειλήφθω 的主语,整句意为“在假定多个[原子]的部分中,让所有的[原子]也被一并包含”。
- 1.245τὸ αὐτὸ δ’ ἂν ἄτοπον ἀκολουθοῦν δόξῃ
小词 ἄν 与虚拟式 δόξῃ 的结合在晚期希腊语中用于表达主句中的潜在或推测断言(相当于 ἄν 加祈愿式或过去直陈式)。补充推移分词 ἀκολουθοῦν 作 δόξῃ 的补足成分(“似乎将伴随着”),支配由 τοῖς τε ... λέγουσιν 与 τοῖς τε μὴ ... λέγουσι 并列引导的两个与格分词短语。
- 1.245εἴτε γὰρ τῶν κράσεων ἀποτελέσματα εἶεν τὰ εἴδη
虽然 εἴτε 通常构成对称选择(εἴτε ... εἴτε),但在此处它提取了前文提及的两派观点中的第一种(形式是混合的结果,对比形式从外部附加)来进行逐一推论,起着让步假设的作用(“因为无论/哪怕形式是诸混合的结果”)。现在时祈愿式 εἶεν 表示讨论中的假定前提。
