← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§167.1-167.24

关于原子不能作动与受动的自相矛盾批判

斐洛波诺斯注解了亚里士多德在《论生成与消灭》325b36中的论述,即依据原子论者的前提,原子既不能受动也不能作动,并阐明了原子论者一方面承认原子具有热和重等属性,另一方面却否定其受动性这一自相矛盾之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.244

" Ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν,1 ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ’ ἢ διὰ τοῦ κενοῦ)2 καὶ μηδενὸς ποιητικὸν πάθους." Ἀνάγκη, φησί, τοὺς ὑποθεμένους τὰς ἀτόμους ἀπαθεῖς αὐτὰς ὑποτίθεσθαι. ἐπειδὴ γὰρ τὸ πάσχειν οὐκ ἄλλως γίνεσθαι λέγουσιν εἰ μὴ διὰ τοῦ κενοῦ, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, οὐδ’ ἄρα πάθος τι. ἀλλ’ εἰ ἀπαθεῖς αἱ ἄτομοι, οὐδ’ ἂν δράσωσιν εἰς αὑτάς· ὃ γὰρ μὴ ἔχουσι πάθος, οὐκ ἄν ποτε οὔτε ἄλλῳ οὔτε αὑταῖς μεταδοῖεν. εἰ δὲ μὴ δράσουσιν εἴς τι, οὐδὲν ἔσται ποιοῦν οὐδὲ πάσχον, ὅπερ ἄτοπον καὶ τῇ ἐναργείᾳ αὐτῇ μαχόμενον. ὥστε οὐδὲν ἔσται οὔτε σκληρὸν ἐκ μαλακοῦ οὔτε ψυχρὸν ἐκ θερμοῦ οὔτε τῶν τοιούτων οὐδέν. καίτοι, φησίν, αὐτοὶ τοῖς ἑαυτῶν μάχονται λόγοις. φασὶ γὰρ τὰς σφαιρικὰς τῶν ἀτόμων θερμὰς εἶναι, καὶ προσέτι τὰ ὑπερέχοντα τῶν ἀτόμων βαρύτερα εἶναι. ὥστε, φησίν, εἰ τὰ μείζω ἄτομα βαρύτερα, δῆλον ὅτι καὶ τὰ μείζω σφαιρικὰ θερμότερα. θερμότεραι δὲ οὖσαι καὶ βαρύτεραι πῶς οἷαί τε μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας; τὸ γὰρ ἠρέμα θερμὸν πάσχει ὑπὸ τοῦ σφόδρα θερμοῦ. ὥστε πάλιν ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. ἄτοπον δὲ καὶ τὸ τὰ σφαιρικὰ θερμὰ μὲν λέγειν, μὴ ἀποδιδόναι δὲ καὶ τὸ ἐναντίον τῷ θερμῷ τὸ ψυχρὸν ἑτέρῳ τινὶ σχήματι. ἄτοπον δὲ καὶ τὸ λέγειν θερμότητα μὲν καὶ βαρύτητα ὑπάρχειν ταῖς ἀτόμοις, τὰ δ’ ἐναντία τούτοις καὶ ἁπλῶς τὰ ἄλλα πάθη μὴ λέγειν ὑπάρχειν· εἰ γὰρ ὑπάρχει τὸ σκληρὸν ταῖς ἀτόμοις, φησί, διὰ τί μὴ καὶ τὸ μαλακὸν ὑπάρξει; εἰ δὲ ὑπάρξει τὸ μαλακόν, τὸ δὲ μαλακὸν ὑπεικτικόν, ὑπείκει δὲ τῷ πάσχειν τι,3 οὐκ ἀπαθεῖς ἄρα καὶ κατὰ τοῦτο.

“稍作偏离而论,必须说每一个不可分之物都是不受动的(因为除了通过虚空之外,不可能受动),并且不产生任何受动态。” 他说,设定原子的人必然将它们假定为是不受动的。因为既然他们说受动除了通过虚空之外不能以其他方式发生,而原子中并不存在虚空,那么也就没有任何受动态。但是,如果原子是不受动的,它们甚至不会作用于自身;因为它们所不具有的受动态,它们决不可能分授给另一物或它们自身。而如果它们不对任何事物起作用,就不会有任何作动之物,也不会有任何受动之物,这是荒谬的,且与显然的事实本身相冲突。因此,既不会有从软产生的硬,也不会有从热产生的冷,更不会有任何诸如此类的事物。然而他说,他们自己与他们自己的论述相冲突。因为他们主张原子之中球形的是热的,而且原子之中超出[较大]的是更重的。因此他说,如果较大的原子更重,显然较大的球形原子也更热。但既然更热且更重,它们如何能够不对彼此作动和受动呢?因为微热之物是会受极其炽热之物影响的。因此它们将再次对彼此作动并受彼此影响。此外,主张球形原子是热的,却不将热的相反者即冷赋予某种其他的形状,也是荒谬的。再者,主张热与重属于原子,却主张与这些相反的性质以及根本上其他的各种受动态不属于原子,同样是荒谬的;因为他说,如果硬属于原子,为什么软就不会属于原子呢?如果软将属于原子,而软的事物是易屈从的,且它是通过遭受某种受动而屈从的,那么依此而论,它们也就不是不受动的了。

语法注3 条
  1. 1.244Ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν

    由分词 παρεκβᾶσιν(παρεκβαίνω 的不定过去时主动分词与格复数阳性)与表示限制或目的的不定词 εἰπεῖν 结合构成的习语结构。与格在此充当表示视角或说话者立场的“关系与格/基准与格”(意即“稍作偏离而论”)。

  2. 1.244οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ’ ἢ διὰ τοῦ κενοῦ

    在否定词之后出现的 ἀλλ’ ἤ 是表示排除或限定的惯用表达(相当于 πλήν),意为“除了……之外”。因此整个从句表达了强烈的限定条件:“除了通过虚空之外,不可能受动”。

  3. 1.244τῷ πάσχειν τι

    定冠词带不定词 τῷ πάσχειν 的与格形式,其后接不定代词 τι 作为受词(宾格)。该短语作为谓语动词 ὑπείκει 的方式或原因与格,意为“通过遭受某种受动/通过受到某种影响而屈从”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:167.1-167.24