- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:165.28-166.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯整理并阐明了亚里士多德在《论天》第三卷中的第六个论据(关于原子的形状与运动的无限性问题)以及第四卷中的论据(原子论者无法解释重与轻的原因)。
ἕκτον ἐπὶ τούτοις, ὅτι εἰ διαφέρουσι τοῖς σχήμασιν αἱ ἄτομοι, ἄπειρα δὲ τὰ σχήματα, ἄπειροι ἄρα αἱ τῶν ἀτόμων φύσεις. εἰ δὲ ἄπειροι αἱ φύσεις, ἄπειροι καὶ αἱ κινήσεις, ἄπειροι καὶ οἱ τόποι· νῦν δὲ οὔτε αἱ κινήσεις οὔτε οἱ τόποι ἄπειροι. εἰ δέ τις εἴποι ‘ἀλλὰ πάσας βαρείας εἶναι ἔλεγεν, ὥσπερ καὶ ἔλεγε, καὶ ἐπὶ τὸ κάτω κινεῖσθαι, τὴν δ’ ἐπὶ τὸ ἄνω κίνησιν ἐκθλιβομένων τινῶν ἀτόμων, οἷον τῶν σφαιρικῶν, γίνεσθαι’, ἐροῦμεν ὅτι τὰ παρὰ φύσιν βίᾳ τινί ἐστιν εἰς τὸν παρὰ φύσιν τόπον κινούμενα, καὶ ὅσῳ μείζονά ἐστι, τοσούτῳ βραδύτερον τὴν παρὰ φύσιν κινεῖται κίνησιν· τὴν γὰρ μεγάλην γῆν βραδύτερόν τις ῥίψας ἐπὶ τὸ ἄνω κινήσει ἢ τὴν μικρὰν βῶλον. ἔδει οὖν1 καὶ τὸ πῦρ τὸ μὲν μέγα βραδύτερον ἐπὶ τὸ ἄνω κινεῖσθαι, τὸ δὲ μικρότερον θᾶττον, νῦν δ’ ἔμπαλιν ὁρῶμεν· ὅσῳ γὰρ μεῖζόν ἐστι τὸ πῦρ, τοσούτῳ ταχύτερον τὴν ἐπὶ τὸ ἄνω κινεῖται. Ταῦτα μὲν οὖν ἐν τῷ τρίτῳ τίθησι τὰ ἐπιχειρήματα. ἐν δὲ τῷ τετάρτῳ φησὶν ὅτι οὐχ ἕξουσι τὴν αἰτίαν ἀποδοῦναι τοῦ βαρύτερα εἶναι ἄλλα ἄλλων ἢ κουφότερα οἱ τὰ ἄτομα ὑποτιθέμενοι καὶ τὸ κενόν. διὰ τί γὰρ τῶν σωμάτων τὰ μὲν βαρύτερά ἐστι τὰ δὲ κουφότερα; ἀνάγκη γὰρ πᾶσα ἢ διὰ τὸ πλῆρες μόνον ἢ διὰ τὸ κενὸν μόνον ἢ δι’ ἀμφότερα. οἷον διὰ τὸ πλῆρες μόνον, ἵνα λέγωσιν2 ὅτι τὰ μὲν πλεῖον ἔχοντα πλῆρες βαρύτερα τὰ δὲ ἔλαττον πλῆρες ἔχοντα κουφότερα, τοῦ κενοῦ μηδὲν συντελοῦντος· εἰ δὲ διὰ τὸ κενόν, ἵνα τὰ πλείονος κενοῦ μετέχοντα κουφότερα ᾖ, τὰ δὲ ἐλάττονος βαρύτερα· εἰ δὲ διὰ τὴν ἀναλογίαν τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ἵνα λέγωμεν ὅτι ἐν οἷς μείζονα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ κενὸν ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες, ταῦτα κουφότερά ἐστι, τὰ δὲ ἕτερα βαρύτερα, ἵνα φέρε εἰπεῖν δύο ὄντων σωμάτων μείζονα λόγον ἔχῃ τὸ ἐν τῷ ἑτέρῳ κενὸν 〈πρὸς τὸ τοῦ ἑτέρου κενὸν〉 ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες τὸ τοῦ ἑτέρου, ἵνα τὸ μὲν κενὸν ᾖ διπλάσιον φέρε εἰπεῖν τοῦ ἐν τῷ ἑτέρῳ κενοῦ, τὸ δὲ πλῆρες ἡμιόλιον ἢ ἴσον. εἰ μὲν οὖν διὰ τὸ πλῆρες μόνον τὰ μὲν ἦν βαρύτερα τὰ δὲ κουφότερα, ἔδει τὴν ὀλίγην γῆν κουφοτέραν εἶναι τοῦ πολλοῦ πυρός· πλεῖον γὰρ πλῆρές ἐστιν ἐν τῷ πολλῷ πυρὶ ἤπερ ἐν τῇ ὀλίγῃ γῇ. εἰ δὲ διὰ τὸ κενὸν μόνον, ἔδει τὴν πολλὴν γῆν κουφοτέραν εἶναι τοῦ ὀλίγου πυρός· πλεῖον γὰρ κενόν ἐστιν ἐν τῇ πολλῇ γῇ ἢ ἐν τῷ ὀλίγῳ πυρί. εἰ δὲ διὰ τὴν ἀναλογίαν ἀμφοτέρων, καὶ κουφότερα ταῦτα ἦν ἐν οἷς μείζων ἐστὶν ὁ λόγος τοῦ κενοῦ πρὸς τὸ κενὸν ἢ τοῦ πλήρους πρὸς τὸ πλῆρες, δῆλον ὅτι ἐν οἷς ἴσοι εἰσὶν οἱ λόγοι τοῦ κενοῦ καὶ τοῦ πλήρους, ταῦτα ὁμοίως ἔσονται κοῦφα ἢ βαρέα. ἔδει οὖν τὴν μεγάλην γῆν ὁμοίως εἶναι κούφην ἢ βαρεῖαν τῷ μορίῳ ἑαυτῆς· ὁ αὐτὸς γάρ ἐστιν ἐν τῷ ὅλῳ καὶ ἐν τῷ μορίῳ τοῦ κενοῦ καὶ τοῦ πλήρους λόγος. ἔδει οὖν τὸν ταλαντιαῖον λίθον καὶ τὴν ὀλίγην γῆν τοῖς βραχυτάτοις ἑαυτῶν μορίοις ἰσόρροπα εἶναι, ὅπερ ἀδύνατον. Τὰ μὲν οὖν ἐπιχειρήματα τὰ ἐν τῇ Περὶ οὐρανοῦ ταῦτά ἐστι. τίθησι δὲ καὶ ἐνταῦθα ἕτερά τινα.
在这些之外第六点是:如果原子在形状上有所不同,而形状是无限的,那么原子的本性也是无限的。如果本性是无限的,那么运动也是无限的,处所也是无限的;但事实上运动既不是无限的,处所也不是无限的。如果有人说:“但他曾主张所有的原子都是重的,正如他确实主张的那样,并且向下运动,而向上的运动则是由于某些原子,例如球形原子,被挤压出来而产生的”,我们将说,逆本性运动的事物是由于某种强力而被运动到逆本性的处所去的,并且它们越大,逆本性的运动就越慢;因为任何人投掷大块的土时,其向上运动都比投掷小土块要慢。因此对于火而言,大团的火本应当更慢地向上运动,而较小的火本应当更快[运动],但事实上我们看到的恰恰相反;因为火越大,向上运动得就越快。那么,他在第三卷中提出了这些论据。而在第四卷中他说,那些设定原子和虚空的人将无法说明为何某些事物比另一些事物更重或更轻的原因。因为物体之中,某些更重而某些更轻究竟是因为什么呢?因为这完全必然要么仅仅由于充实部分,要么仅仅由于虚空,要么由于两者。例如仅仅由于充实部分,意即他们说具有更多充实部分的事物更重,而具有较少充实部分的事物更轻,虚空则不起任何作用;如果由于虚空,意即分有更多虚空的事物更轻,而分有较少虚空的事物更重;如果由于虚空与充实部分的比例,意即我们说在那些虚空对虚空的比例大于充实部分对充实部分的比例的事物中,这些事物更轻,而另一些事物更重,以便举例来说在两个物体存在时,其中一个之中的虚空〈对另一个之中的虚空〉所具有的比例,大于充实部分对另一个之中的充实部分所具有的比例,从而例如虚空是另一个之中的虚空的两倍,而充实部分是一点五倍或相等。如果某些事物更重而某些更轻仅仅是由于充实部分,那么少量的土本应当比大量的火更轻;因为在大量的火中存在着比在少量的土中更多的充实部分。如果仅仅由于虚空,那么大量的土本应当比少量的火更轻;因为在大量的土中存在着比在少量的火中更多的虚空。如果由于两者的比例,并且那些虚空对虚空的比例大于充实部分对充实部分的比例的事物是更轻的,那么显而易见,在那些虚空与充实部分的比例相等的事物中,它们将同样轻或同样重。因此,大块的土本应当与其自身的部分同样轻或同样重;因为在全体和在部分中,虚空与充实部分的比例是相同的。因此一塔兰同重的石头和少量的土,本应当与它们自身极微小的部分具有同等重量,而这是不可能的。那么,《论天》中的论据就是这些。但在这里他也提出了其他某些论据。
- 1.243ἔδει οὖν
无人称动词未完成过去时 ἔδει 接不定式的结构构成了反事实条件句的结论部分(“本应当……”),用以指出如果承认对方的前提,就会导致与现实相悖的荒谬结论(如“大团的火上升得更慢”、“少量的土比大量的火更轻”等)。
- 1.243ἵνα λέγωσιν
此处的 ἵνα 从句(ἵνα λέγωσιν, ἵνα ... ᾖ, ἵνα λέγωμεν)并非古典时期典型的目的从句(“为了……”),而是用作解释性或规定性的从句,用于详述三种假设(仅依充实、仅依虚空、依比例)各自所蕴涵的主张或事态。
