← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§164.8-165.28

论天中反驳原子论诸论据的梳理

针对亚里士多德暂缓进一步考察不可分立体的表述,约翰·斐洛庞奴斯系统列举了《论天》中对原子论的反驳论据,包括本原的不可知性、对数学分割的破坏、对同感与受动的取消、对连续性的否定以及元素间相互转化的不可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.243#1

" Περὶ δὲ τῶν ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν." Ἡ τῶν ἀτόμων σωμάτων ἀνασκευὴ εἴρηται μὲν αὐτῷ καὶ ἰδίᾳ ἐν τῷ Περὶ ἀδιαιρέτων μεγεθῶν βιβλίῳ, εἴρηται δὲ αὐτῷ καὶ ἐν τῇ Περὶ οὐρανοῦ. δεῖ δὲ ἡμᾶς εἰπεῖν διὰ πόσων καὶ ποίων ἐπιχειρημάτων ἐν τῇ Περὶ οὐρανοῦ τὴν ἀνασκευὴν ἐποιήσατο αὐτῶν. ἐν μὲν οὖν τῷ τρίτῳ λόγῳ ἕξ τινα τίθησιν ἐπιχειρήματα, ἐν δὲ τῷ τετάρτῳ ἓν ἁρμόζον τῇ περὶ τοῦ βαρέος καὶ κούφου θεωρίᾳ. ἔστιν οὖν τὸ μὲν πρῶτον τῶν ἐπιχειρημάτων, ὅτι οὐ πρεπούσας ἐπιστήμονι ἀρχὰς ὑποτίθενται οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, ἀπείρους αὐτὰς εἶναι λέγοντες· τὸ γὰρ ἄπειρον τῇ ἑαυτοῦ φύσει ἄγνωστον, ἡ δὲ ἐπιστήμη ὡρισμένων ἐστὶ καὶ ὡρισμένη γνῶσις. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐ πρὸς τὸ ἀδιαίρετον τῶν ἀτόμων, ἀλλὰ πρὸς τὸ ἄπειρον εἴρηται. δεύτερον ὅτι ἀναιροῦσιν οἱ ταῦτα λέγοντες τὰς ἀκριβεστάτας τῶν ἐπιστημῶν, τὰς μαθηματικὰς λέγω. ἐκεῖνοι γὰρ πᾶν μέγεθος καὶ τὸ κατ’ ἐπίνοιαν λαμβανόμενον διαιροῦσι δίχα, οὗτοι δὲ οὐδὲ τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν ἀτόμων συγκείμενον δίχα διαιρεθῆναι οὐ δύναται. ὥστε μάχονται ταῖς ἀκριβεστάταις τῶν ἐπιστημῶν. τρίτον ὅτι ἀναιροῦσι τὴν συναίσθησιν καὶ τὰ πάθη. ὡς γὰρ εἴρηται πολλάκις, ὅταν κεντήσῃ τὸ σῶμα βελόνη τις, ἀνάγκη πᾶσα ἢ ἐν τῷ κενῷ χωρῆσαι αὐτὴν ἢ τῆς ἀτόμου * * * ἅψεται,1 διὰ τὸ ἀπαθῆ εἶναι πάλιν οὐκ αἰσθήσεται. ὥστε ἀνῄρηται ἡ αἴσθησις καὶ οὐδὲν ἔσται αἰσθητόν. εἰ γὰρ τὸ αἰσθάνεσθαι τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν λέγεται, οὐκ ἔστι δὲ συναίσθησις οὐδὲ πάθος, οὐδ’ ἄρα αἰσθητόν τι ἂν εἴη κυρίως. εἰ δέ τις εἴποι ὅτι φύσει οὐδέν ἐστιν αἰσθητόν, θέσει δὲ καὶ τῇ πρὸς τὰς αἰσθήσεις ποιᾷ σχέσει (τῷ γὰρ τοίως ἢ τοίως προσβάλλειν τὰς ἀτόμους, ταύτῃ εἶναι δοκεῖν τὰ αἰσθητά), ἴστω ἐληλεγμένον τὸν λόγον τοῦτον ἱκανῶς ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. τέταρτον ὅτι ἀναιροῦσι συνέχειαν καὶ διαίρεσιν· οὐδὲν γὰρ ἔσται συνεχὲς καὶ διὰ τοῦτο οὐδὲ διαιρετόν. καίτοι ὅτι ἐστὶ συνεχῆ τὰ σώματα, δῆλον ἐξ ὧν ἑνὸς μορίου πάσχοντος ἀχρόνως σχεδὸν τὸ ὅλον συναισθάνεται σῶμα τοῦ πάθους κατὰ συνέχειαν διαβαίνοντος. εἰ δὲ μὴ ἦν τὸ σῶμα συνεχές, πῶς ἂν ἔμελλεν ἑνὸς μορίου πάσχοντος, οἷον ποδὸς προσπταίσαντος, ἡ συναίσθησις κατὰ τὸ συνεχὲς διήκειν εἰς τὸ ὅλον; οὐδὲ γὰρ εἰ ἱστάμεθα δέκα ἐφεξῆς, εἶτα πληγῇ εἷς, γίνεται εἰς τοὺς λοιποὺς συναίσθησις, διὰ τὸ μὴ εἶναι αὐτοὺς συνεχεῖς ἀλλὰ διῃρημένους. πέμπτον ὅτι ἀναιροῦσι γένεσιν καὶ φθοράν. πῶς γὰρ ἂν γίνοιτο ἐξ ὕδατος ὁ ἀὴρ ἐξατμιζομένου; δῆλον ὅτι ἐροῦσιν ἐκκρινομένων τῶν ἀτόμων ἐξ ὧν ὁ ἀὴρ καὶ συγκρινομένων συνίσταται. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἔδει οὐδέποτε ἅπαν τὸ ὕδωρ ἐξατμίζεσθαι, ἀλλ’ ἀεὶ ἀπολιμπάνεσθαι ἐξατμιζομένου. οὐ γὰρ αἱ αὐταὶ ἄτομοι πάντων εἰσὶ τῶν στοιχείων ποιητικαί, ἀλλ’ ἄλλαι ἄλλων. ὥστε εἰ μὴ τῆς οὐσίας τοῦ ὕδατος τρεπομένης οὕτως ἀὴρ γίνεται, ἀλλ’ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν τοῦ ἀέρος ἀτόμων, ἔδει μηδέποτε ὅλον τὸ ὕδωρ ἐξατμίζεσθαι. ὥστε ἢ οὐδ’ ὅλως ἐστὶ γένεσις, ἢ ψευδὴς ἡ τῶν ἀτόμων ὑπόθεσις· ἀδύνατον γὰρ σωθῆναι ἐπὶ τῇ ὑποθέσει ταύτῃ τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοιχείων. καίτοι καὶ αὐτοὶ λέγουσι, φησίν, ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα. ὥστε αὐτοὶ ἑαυτοῖς ἐναντιωθήσονται, λέγοντες μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ὅσον δὲ πάλιν ἐπὶ ταῖς οἰκείαις ὑποθέσεσιν2 ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν.

“关于不可分的立体,关于随之而来的推论作进一步考察,目前且置之不顾。” 对不可分物体的反驳,他既在《论不可分量》这一专门著作中论述过,也在《论天》中论述过。但我们必须说明他在《论天》中通过多少个以及何种论据对它们进行了反驳。在第三卷中他提出了六个论据,而在第四卷中提出了一个适用于关于重与轻的探讨的论据。论据中的第一个是:那些设定原子的人,通过主张原子是无限的,设定了不适合于有知识之人的本原;因为无限在其本性上是不可知的,而科学是关于被限定之物的,且是被限定的知识。但这一论据并不是针对原子的不可分性,而是针对其无限性而言的。第二,主张这些观点的人取消了各门科学中最精确的科学,我指的是数学科学。因为数学家们将任何量,乃至仅在观念中把握的量,都二等分,而他们连自然量都不能[二等分];因为由奇数个原子组成的量不能被二等分。因此他们与最精确的科学相抵触。第三,他们取消了同感和受动。因为正如屡次谈到的那样,每当针刺身体时,它完全必然要么在虚空中行进,要么[触及]原子;[即使]触及它,由于它是免于受动的,〔身体〕将再次不会感知。因此感觉被取消了,并且没有任何事物是可感觉的。因为如果感知是指感觉受到可感觉之物的某种影响,而既没有同感也没有受动,那么严格意义上也就没有任何可感觉之物了。但是,如果有人说没有任何事物在本性上是可感觉的,而只是出于约定以及由于对诸感觉的某种关系(因为通过原子以这种或那种方式冲击,可感觉之物据此似乎存在),那么让他知道这一论点在《泰阿泰德篇》中已经被柏拉图充分驳斥了。第四,他们取消了连续性与分割;因为没有任何事物是连续的,由此也不是可分割的。然而物体是连续的,这从一个部分受动时由于受动沿着连续性传递、整个身体几乎不受时间间隔地同感其受动的事实中显而易见。如果身体不是连续的,那么在一个部分受动时,例如当一只脚绊倒时,同感怎能沿着连续之物传遍全体呢?因为即使我们十个人接连站成一排,随后一人被打,其余的人也不会产生同感,这是由于他们不是连续的,而是分离的。第五,他们取消了生成与消灭。因为当水蒸发时,空气怎能从水中产生呢?显然他们会说,构成空气的原子被分离出来并聚合在一起而构成了空气。但如果情况是这样,那么整个水就绝不应当全部蒸发,而是在蒸发时总会有所遗留。因为并不是相同的原子能够产生所有的元素,而是不同的原子产生不同的元素。因此,如果空气不是通过水之实体的转化而这样产生的,而是通过空气的原子从水中被分离出来而产生的,那么全部的水就绝不应当完全蒸发。因此,要么根本不存在生成,要么原子的假说是虚妄的;因为在这一假说之上不可能保全元素彼此间的相互生成。他说,然而他们自己也主张元素是由彼此生成的。因此他们将自相矛盾,一方面说元素是由彼此生成的,另一方面就他们自身的假说而言又取消了彼此间的生成。

语法注2 条
  1. 1.243ἀνάγκη πᾶσα ἢ ἐν τῷ κενῷ χωρῆσαι αὐτὴν ἢ τῆς ἀτόμου * * * ἅψεται

    在 ἤ... ἤ(“要么……要么……”)的选言结构中,前一个选支采用了不定式结构(ἐν τῷ κενῷ χωρῆσαι αὐτήν),而在文本脱落处( *)之后,结构转为将来时直陈语气(ἅψεται)。脱落处原应包含与第二个选支对应的不定式(如 ἅψασθαι)以及假设过渡从句(如 εἰ δὲ ἅψεται),构成二难推理的骨架:针要么在虚空中行进,要么触及原子;即使触及,由于原子免于受动也不会产生感觉。

  2. 1.243ὅσον δὲ πάλιν ἐπὶ ταῖς οἰκείαις ὑποθέσεσιν

    成语性的限定短语 ὅσον ἐπί 后接与格 ταῖς οἰκείαις ὑποθέσεσιν(“就其自身的假说而言”)。它与前面的分词从句(λέγοντες μέν...)形成对比,修饰分词 ἀναιροῦντες,指从他们自己的前提假说出发必然取消了相互生成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:164.8-165.28