- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:162.5-164.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯对比了柏拉图(《蒂迈欧篇》)与原子论者的不可分者学说,阐明了平面与立体、确定形状与无限形状的差异。随后他解释了勒基珀的两种生成方式(通过虚空与通过接触)以及柏拉图的单一方式(仅通过接触),并指出了亚里士多德对不可分平面学说的早期反驳。
" Ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν ὁ Πλάτων." Καὶ γὰρ τῶν τεσσάρων στοιχείων ὁ Πλάτων στοιχεῖα εἶναί φησι τὰ ἐπίπεδα,1 ταῦτα δέ ἐστι τρίγωνα ἰσόπλευρα καὶ ὀρθογώνια. τὴν δὲ πυραμίδα οὐ στοιχεῖον πυρὸς ἔλεγεν ἀλλὰ σπέρμα, ὁμοίως καὶ τῆς γῆς τὸν κύβον καὶ τῶν ἄλλων ὁμοίως, ὕδατος μὲν τὸ ὀκτάεδρον, ἀέρος δὲ τὸ εἰκοσάεδρον· τὸ γὰρ δωδεκάεδρον τῷ παντὶ κόσμῳ ἀφώρισεν. τὰ δὲ τρίγωνα, τουτέστι τὰ πρῶτα στοιχεῖα, ἀδιαίρετα ἔλεγεν· οὐκέτι γὰρ διαιρεῖσθαι ταῦτα εἰς ἕτερα ἀρχοειδέστερα. ἡ οὖν Πλάτωνος, φησί, δόξα τῆς Λευκίππου καὶ Δημοκρίτου ταύτῃ διαφέρει, ὅτι οἱ μὲν περὶ Λεύκιππον τὰ ἀδιαίρετα, ἃ καὶ πρῶτα στοιχεῖα ἐποίουν, στερεὰ εἶναι ἔλεγον, Πλάτων δὲ τὰ ἀδιαίρετα, ἐπίπεδα· καὶ ὁ μὲν Δημόκριτος ἀπείροις σχήμασιν ἐσχηματίσθαι ἔλεγε τὰς ἀτόμους, ὁ δὲ Πλάτων ὡρισμένοις, μᾶλλον δὲ ἑνί. τρίγωνα γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα, τὰ δὲ πρώτως ἐκ τῶν στοιχείων ὡρισμένοις ὡρίσθαι σχήμασι (πέντε γάρ), πυραμίδι κύβῳ ὀκταέδρῳ δωδεκαέδρῳ εἰκοσαέδρῳ.
“正如柏拉图在《蒂迈欧篇》中所写的那样。” 因为柏拉图也主张四元素的元素是平面,而这些平面是等边三角形和直角三角形。他称棱锥体不是火的元素,而是其种子,同样地称立方体是土的[种子],对于其余各者亦同样:正八面体是水的[种子],正二十面体是气的[种子];因为他把正十二面体分配给了整个宇宙。而他说这些三角形,即最初的元素,是不可分的;因为它们不再能分解为其他更具有本原性质的东西。他说,柏拉图的观点与勒基珀和德谟克利特的观点在此有所不同:勒基珀学派主张那些他们作为最初元素设立的不可分者是立体,而柏拉图主张不可分者是平面;并且德谟克利特主张原子由无限的形状构成,而柏拉图则主张由确定的形状,或者不如说由单一的形状[构成]。因为最初的元素是三角形,而最初由元素构成的东西则由确定的形状(实际有五种)所限定,即由棱锥体、立方体、正八面体、正十二面体和正二十面体所限定。
"Καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον.2" Οὐ τοῦτο λέγει, ὅτι ἑκάστη ἄτομος ἄπειρα σχήματα ἔχει (ἓν γὰρ ἑκάστη εἶχεν), ἀλλ’ ὅτι αἱ ἄτομοι ἄπειρα σχήματα εἶχον μεριζόμενα καθ’ ἑκάστην. ἢ ἀντιστρόφως νοητέον· καὶ ὁ μὲν τῶν σχημάτων ἕκαστον ἀπείροις ἀδιαιρέτοις ὡρίσθαι, τουτέστιν ἕκαστον σχῆμα ἐν ἀπείροις ἐστὶν ἀτόμοις, οἷον τὸ σφαιρικὸν τὸ κυβικὸν καὶ τῶν ἄλλων ἕκαστον, ὥστε καὶ τὰ σχήματα ἄπειρα εἶναι καὶ τὰ ὑφ’ ἕκαστον σχῆμα ἄτομα.
“而前者[主张]不可分立体的每一者由无限的形状限定。” 他不是说每个原子具有无限的形状(因为每个原子具有一个形状),而是说原子具有分配给各原子的无限形状。或者必须颠倒过来理解:“而前者〔主张〕每一种形状由无限的不可分者限定”,也就是说,每种形状存在于无限的原子中,例如球形、立方体形以及其余各形状,从而不仅形状是无限的,属于每种形状之下的原子也是无限的。
"Ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν." Τὸ ὡρισμένα ἐνταῦθα ἀντὶ τοῦ περιγεγραμμένα ἕκαστον τῶν στερεῶν ὑπό τινος σχήματος.
“因为两者都说它们是不可分的,且由形状限定。” 这里的“被限定”是指立体的每一者被某种形状“勾勒出边界”。
"Λευκίππῳ μὲν δύο τρόποι ἂν εἶεν, διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς· ταύτῃ γὰρ ἀδιαίρετον ἕκαστον." Δοκεῖ διὰ τούτων ἐναντιοῦσθαι τοῖς ἀνωτέρω εἰρημένοις αὐτῷ.3 φησὶ γὰρ ἐν ἐκείνοις τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως καὶ γενέσεως καὶ φθορᾶς καὶ τῶν ἄλλων μεταβολῶν· νῦν δέ φησι δύο τρόπους εἶναι γενέσεως, τὸν διὰ τοῦ κενοῦ καὶ τὸν διὰ τῆς ἁφῆς. ἔοικεν οὖν ἐνταῦθα κοινότερον τὴν γένεσιν εἰρηκέναι, ἐπί τε τῆς ὄντως γενέσεως, λέγω δὲ τῆς τῶν οὐσιῶν, καὶ ἐπὶ τῆς τῶν συμβεβηκότων, καὶ τὸν μὲν ἕτερον τρόπον, τὸν διὰ τοῦ κενοῦ, τῆς γενέσεως εἶναι, τὸν δὲ διὰ τῆς ἁφῆς τῆς ἀλλοιώσεως· ἁπτόμεναι γὰρ ἀλλήλων αἱ ἄτομοι καὶ προσκρούουσαι ἀλλήλαις μετατίθενται καὶ μετατάττονται, καὶ οὕτω τὴν ἀλλοίωσιν ποιοῦσιν, ἅπτονται δὲ δηλονότι διὰ τοῦ κενοῦ. ὥστε οὐκ ἐναντία ταῦτα ἐκείνοις. δύναται δὲ τὸ δύο τρόποι μὴ κατ’ ἄλλον καὶ ἄλλον τρόπον λέγειν γίνεσθαι τὴν γένεσιν, ποτὲ μὲν τούτῳ ποτὲ δὲ τούτῳ, ἀλλ’ ἑκάστην γένεσιν διὰ τῶν δύο τρόπων, καὶ δεῖσθαι ἕκαστον τῶν γινομένων τῶν δύο τρόπων ἵνα γένηται, τοῦ τε κενοῦ φημι καὶ τῆς ἁφῆς· διὰ γὰρ τοῦ κενοῦ καὶ ἡ ἁφὴ γίνεται, κἂν τὴν κυρίως εἴπῃς ἁφήν, κἂν τὴν οἷον πλησίασιν. ἀμέλει καὶ ἀνωτέρω κοινῶς τὸ ποιεῖν καὶ πάσχειν διὰ τῆς ἁφῆς εἶπε γίνεσθαι, φησὶ δὲ οὕτως· “καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν· ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα.” ποιεῖ δὲ καὶ πάσχει δηλονότι οὐ μόνον τὰ ἀλλοιούμενα, ἀλλὰ καὶ τὰ γινόμενα. οὕτως οὖν τῷ μὲν Δημοκρίτῳ, φησί, δύο τρόποι γενέσεώς εἰσι, Πλάτωνι δὲ εἷς, ὁ διὰ τῆς ἁφῆς. οὐ φησι γὰρ εἶναι κενὸν ὁ Πλάτων, ἀλλὰ τὰ μὲν ἐπίπεδα, ἁπτόμενα ἀλλήλων κατὰ τὸ κυρίως τῆς ἁφῆς σημαινόμενον, ποιεῖν τὰς πυραμίδας ἢ τοὺς κύβους καὶ τὰ λοιπὰ στερεὰ τῶν σχημάτων, ταῦτα δὲ πάλιν ἁπτόμενα ἀλλήλων ποιεῖν τὰ στοιχεῖα.
“对勒基珀而言将有两种方式,既通过虚空又通过接触;因为在这一点上每一者都是不可分的。” 他似乎通过这些话与此前自己所说的相抵触。因为在那些地方他说受动是以这种方式产生的,即分解通过虚空产生,同样增长、生成、消灭以及其余变化亦是如此;但现在他却说生成有两种方式,即通过虚空与通过接触。因此,这里他似乎在更宽泛的意义上使用了“生成”一词,既用于本真的生成(我指的是实体的生成),又用于偶性的生成,并且一种方式即通过虚空是属于生成的,而另一种方式即通过接触是属于质变的;因为原子通过相互接触和相互碰撞而转位并重排,由此产生质变,并且它们显然是通过虚空进行接触的。因此这些话与前文并不相悖。或者“两种方式”也可以理解为并非指生成是以不同的方式、时而以这种方式时而以那种方式产生的,而是指每一种生成都是通过这两种方式产生的,生成物中的每一者为了生成都需要这两种方式,我指的是虚空与接触;因为无论你谈论的是本真意义上的接触,还是所谓逼近,接触也是通过虚空产生的。当然,在前面他也概括地谈到作用与受动是通过接触产生的,他这样说:“当结合时产生生成,而分解时产生消灭;但只要它们处于接触之中,就作用和受动。”而显见不仅质变的事物,而且生成的事物也作用和受动。他说,因此对德谟克利特而言生成的产生方式有两种,但对柏拉图而言只有一种,即通过接触的方式。因为柏拉图不说存在虚空,而是说平面按照接触的本真含义相互接触,构成了棱锥体或立方体及其他立体形状,而这些立体又相互接触构成元素。
"Περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις." Ἀνεῖλε γὰρ αὐτὰ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τούτῳ μέντοι τῷ λόγῳ, ὅτι ἄλογόν τε μέχρις ἐπιπέδων ἀναλύειν (τῷ γὰρ αὐτῷ λόγῳ καὶ μέχρι σημείων ἔσται ἡ ἀνάλυσις) καὶ ὅσα ἄλλα εἴρηται.
“关于不可分的平面,我们在前面的论述中已经讨论过了。” 因为他在《论天》中以及在本论述中都反驳了它们,指出分解达到平面是荒谬的(因为根据同样的论据分解也将达到点),以及所说过的其他一切。
- 1.238Πλάτων δὲ τὰ ἀδιαίρετα, ἐπίπεδα
对照结构中动词的省略。从前分句“οἱ μὲν περὶ Λεύκιππον τὰ ἀδιαίρετα ... στερεὰ εἶναι ἔλεγον”中补充动词“ἔλεγε(εἶναι)”,理解为“柏拉图[主张]不可分者是平面”。
- 1.239ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον
关于亚里士多德原文语序和句意解释的说明。字面意义为“不可分立体的每一者由无限的形状限定”,但斐洛波诺斯解释为:这或者是指(1)分配给各原子的形状种类是无限的,或者是指(2)应当颠倒(ἀντιστρόφως)理解为“每种形状由无限的不可分原子所限定”(即属于每种形状的原子有无限多个)。
- 1.241δοκεῖ διὰ τούτων ἐναντιοῦσθαι τοῖς ἀνωτέρω εἰρημένοις αὐτῷ
结构分析。主要动词δοκεῖ支配不定词ἐναντιοῦσθαι(相抵触、相违背),后者带有与格补足语τοῖς ἀνωτέρω εἰρημένοις αὐτῷ(与他此前所说的话)。斐洛波诺斯在此提出了一个表面的矛盾(疑难),并随后从“ἔοικεν οὖν ...”开始通过词义的宽泛性以及原因的协同作用对此进行化解。
