← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§160.1-162.4

恩培多克勒的孔隙说与德谟克利特原子论的比较

约安·斐劳波诺斯阐明了恩培多克勒的孔隙说必然要求坚实不可分的物体与虚空的存在,从而归结为德谟克利特学派的立场;并对比了德谟克利特学派通过不可分者的结合与重排对生成、消灭和蚀变给出的首尾一贯的解释,与恩培多克勒无法说明元素自身生成与蚀变的局限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.231

" Εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσι.1 τοῦτο δὲ ἀδύνατον." Ἀναγκαῖον, φησί, τῷ Ἐμπεδοκλεῖ λέγειν εἶναί τινα στερεὰ καὶ ἀδιαίρετα, διὰ τὸ μὴ εἶναι πάντῃ τοῦ σώματος πόρους συνεχεῖς. τοῦτο γὰρ ἀδύνατον· πόρος γὰρ ἂν εἴη τὸ πᾶν σῶμα καὶ κενόν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀνάγκη τὰ μὲν ἁπτόμενα μόρια τοῦ σώματος στερεὰ εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς Ἐμπεδοκλῆς πόρους ἐκάλεσεν. τὰ αὐτὰ δὲ καὶ οἱ περὶ Λεύκιππον ὑπετίθεντο, τὰ μὲν ἄτομα ἅπτεσθαι ἀλλήλων, διαλαμβάνεσθαι δὲ τῷ κενῷ, δι’ οὗ τὸ ποιεῖν καὶ πάσχειν γίνεται, πλὴν ὅτι τὴν ἁφὴν οἱ περὶ Λεύκιππον οὐ κυρίως ἔλεγον, ὡς εἴρηται ἀνωτέρω.

“因为必然存在某些坚实的、然而不可分的[物体],除非各处都有连续的孔隙。但这是不可能的。” 他说,由于物体的各处并非都有连续的孔隙,恩培多克勒必然要主张存在某些坚实且不可分的[物体]。因为这是不可能的;否则整个物体就会成为孔隙和虚空。因此,如果这是荒谬的,那么物体中相互接触的部分必然是坚实且不可分的,而它们之间的部分则是虚空,这便是恩培多克勒所称的孔隙。勒基珀学派也假定了同样的事情,即不可分者相互接触,但被虚空隔开,通过虚空而产生作用与受动,只是勒基珀学派并非在本真意义上谈论接触,正如上文所言。

§1.232

"Οἱ μὲν οὖν τρόποι καθ’ οὓς τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει, σχεδὸν οὗτοι λέγονται." Ἐκθέμενος τοὺς τρόπους, καθ’ οὓς ὅ τε Ἐμπεδοκλῆς καὶ οἱ περὶ Δημόκριτον ὑπετίθεντο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐν τούτοις ἀποδέχεται μᾶλλον τοὺς περὶ Δημόκριτον, ὅπερ ἤδη ἐποίησεν, ὡς ἀρχὰς τοιαύτας ὑποθεμένους, αἵτινες αὐτοῖς ἤρκεσαν2 καὶ πρὸς γένεσιν καὶ φθορὰν καὶ πρὸς ἀλλοίωσιν καὶ πρὸς τὰς ἄλλας φυσικὰς μεταβολάς, Ἐμπεδοκλέους μὴ δυναμένου διὰ τῶν οἰκείων ἀρχῶν πάντων τοὺς λόγους ἀποδοῦναι. πρῶτον μὲν γὰρ ἀπαθῆ λέγων τὰ τέσσαρα στοιχεῖα καὶ εἰδοποιοὺς αὐτῶν εἶναι διαφορὰς τὰ πάθη, ἀλλοίωσιν σῴζειν οὐ δύναται· γένεσιν δὲ τῶν μὲν συνθέτων τῇ συγκρίσει τῶν στοιχείων εἶναι λέγει, αὐτῶν δὲ τῶν στοιχείων γένεσιν οὐκέτι λέγειν δύναται, μὴ ὑποτιθέμενος καὶ αὐτῶν τούτων ἁπλούστερα στοιχεῖα· ὁρῶνται δὲ τὰ στοιχεῖα φθειρόμενα καὶ γινόμενα. οἱ μέντοι περὶ Δημόκριτον καὶ αὐτοὶ λέγοντες τὰ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων ἔχειν τὴν γένεσιν, καὶ αὐτῶν τῶν στοιχείων τὸν λόγον τῆς γενέσεως ἐκ τῶν οἰκείων ἀποδιδόασι· γίνεσθαι γὰρ αὐτὰ καὶ φθείρεσθαι τῇ τῶν ἀτόμων συγκρίσει καὶ διακρίσει. καὶ τὴν ἀλλοίωσιν δὲ ἔσῳζον τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων· μὴ γὰρ ἀποτιθέμενοι τὰ πάθη ἐν ταῖς ἀτόμοις, ἀλλ’ ἀπαθεῖς αὐτὰς εἶναι λέγοντες, τῇ θέσει αὐτῶν καὶ τῇ τάξει τὰ πάθη γίνεσθαι δοκεῖν ἔλεγον. ὁ μέντοι Ἐμπεδοκλῆς ἐν τοῖς στοιχείοις ἐναποτιθέμενος τὰ πάθη καὶ ἀμετάβλητα αὐτὰ εἶναι λέγων, ἀλλοίωσιν σῴζειν οὐ δύναται. Σχεδὸν οὗτοι λέγονται. παρὰ τῶν ἀρχαιοτέρων δηλονότι. εἰσὶ δὲ τρόποι δύο, ὅ τε διὰ τῶν πόρων καὶ ὁ διὰ τοῦ κενοῦ.

“因此,一者作用而另一者受动的方式,大致上就被说成是这些。” 在陈述了恩培多克勒与德谟克利特学派赖以假定作用与受动的方式之后,[亚里士多德]在这些事情中更赞同德谟克利特学派(正如他此前已经做过的那样),因为他们假定了这样的本原,这些本原对他们而言对于生成和消灭、质变以及其他自然变化都是充分的,而恩培多克勒却无法通过其固有的本原给出一切事物的根据。因为首先,他通过主张四元素无受动性且受动性质是其构成种的差异,便无法保全蚀变;而他主张复合物的生成是通过元素的结合,对于这些元素本身的生成却再也无法说明,因为他没有假设比这些自身更单纯的元素;然而元素却显见是在消灭与生成的。然而德谟克利特学派虽然自己也主张所有复合物均从四元素获得生成,却从其固有的[本原]给出了元素本身生成的根据;因为[他们说]元素是通过不可分者的结合与分离而生成和消灭的。而且他们还通过不可分者的转位与重排保全了蚀变;因为他们并未将受动性质置于不可分者之内,而是说它们是无受动性的,称受动性质看起来是通过它们的位置与配列而生成的。然而恩培多克勒将受动性质置于元素之中,并说它们是不可变的,因而无法保全蚀变。“大致上就被说成是这些”:显而易见,是被更古老的人们[说成是这些]。而方式有两种,即通过孔隙的方式与通过虚空的方式。

§1.233

"Καὶ περὶ μὲν τούτων." Τῶν περὶ Λεύκιππον καὶ Δημόκριτον. δῆλον δὲ ἐκ τῶν ἐφεξῆς.

“关于这些人。” 关于勒基珀和德谟克利特学派。这从下文来看是显而易见的。

§1.234

"Καὶ πρὸς τὰς αὐτῶν θέσεις αἷς χρῶνται σχεδὸν ὁμολογουμένως φαίνεται συμβαῖνον." Ἀκόλουθα, φησί, καὶ συμβαίνοντα ταῖς ἀρχαῖς αὐτῶν τὰ ἐφεξῆς εἰρήκασιν, ἐν οἷς καὶ τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον.

“并且相对于他们所采用的自身主张而言,似乎几乎是顺理成章地得出的。” 他说,他们所说的后续事项与他们的本原是相符且顺理成章的,其中包括关于作用与受动的论述。

§1.235

"τοῖς δὲ ἄλλοις ἧττον." Τοῖς περὶ Ἐμπεδοκλέα, φησίν, ἧττον ἀκόλουθα καὶ συμβαίνοντα ταῖς ἀρχαῖς τὰ ἐφεξῆς, λέγω δὲ τὰ περὶ γενέσεως καὶ φθορᾶς καὶ ἀλλοιώσεως καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν.

“但对其他人而言则较少如此。” 他说,对恩培多克勒学派而言,后续的事项——我指的是关于生成、消灭、蚀变以及作用与受动的事项——与本原相符且顺理成章的程度则较少。

§1.236

"Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων." Τοῖς περὶ Δημόκριτον, φησί, τὰ πρῶτα σώματα, ἐξ ὧν γίνεται πάντα πρώτων καὶ εἰς 〈ἃ〉 ἔσχατα διαλύονται,3 τὰ ἀδιαίρετά ἐστι· εἰς ταῦτα γὰρ καὶ ἡ τῶν τεσσάρων στοιχείων ἀνάλυσις. τῷ δὲ Ἐμπεδοκλεῖ τὰ μὲν ἄλλα, τουτέστι τὰ σύνθετα, μέχρι τῶν τεσσάρων στοιχείων ἔχει τὴν ἀνάλυσιν· πρῶτα γὰρ στοιχεῖά εἰσιν αὐτῷ τὰ τέσσαρα. καὶ διὰ τοῦτο τῶν συνθέτων τῆς γενέσεως ἔχοι ἂν λόγον τὴν τῶν στοιχείων σύγκρισιν, τίνα δὲ τρόπον καὶ αὐτὰ τὰ στοιχεῖα γίνεται καὶ φθείρεται οὐκ ἔχει λέγειν, μὴ λέγων καὶ αὐτῶν τῶν τεσσάρων στοιχείων ἁπλούστερά τινα στοιχεῖα. τὸ δὲ σωρευόμενον μέγεθος τοῦτό ἐστι, τὸ ἐκ τῆς γενέσεως αὐτῶν σωρευόμενον, οἷον ὕδωρ ἢ ἀὴρ ἢ πῦρ, ἅπερ ἐν τῇ γενέσει αὐτῶν κατὰ μικρὸν σωρεύεται καὶ αὔξεται, ὡς τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ, ἢ ὁ ἐκ τοῦ ἐξατμιζομένου ὕδατος ἀήρ, ἢ τὸ ἐκ τῆς φλογουμένης ὕλης πῦρ.

“因为对前一派而言,物体的最初者是不可分的。” 他说,对德谟克利特学派而言,一切事物首先由此生成、且最终分解于其中的最初物体,是不可分者;因为四元素的分解也是归结于这些。然而对恩培多克勒而言,其他事物,即复合物,其分解仅仅达到四元素为止;因为对他而言最初的元素就是这四种。正因如此,对于复合物的生成,他可以拥有元素结合这一根据,但至于这些元素本身以何种方式生成和消灭,他却无法说明,因为他没有主张存在比这四种元素本身更单纯的某种元素。而“堆积起来的量块”是指:从它们的生成中堆积起来的东西,例如水、气或火,它们在生成过程中逐渐堆积并增长,正如来自降雨的水、来自蒸发之水的气、或来自燃烧之木柴的火。

§1.237

"Ὁμοίως καὶ τῶν ἄλλων ἁπάντων." Ὕδατος δηλονότι καὶ ἀέρος καὶ γῆς.

“对于其他所有事物亦同样如此。” 显而易见,对于水、气和土亦同样如此。

语法注3 条
  1. 1.231Εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσι.

    条件从句 εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσι(除非各处都有连续的孔隙)的归结部分为不定式短语 εἶναι ἄττα στερεά(存在某些坚实的[物体])。这承接上文的论证语境,表明恩培多克勒必然被迫得出此结论,注疏者在正文中亦通过补足 ἀναγκαῖον... λέγειν εἶναί τινα στερεά 明确了该结构。

  2. 1.232ὡς ἀρχὰς τοιαύτας ὑποθεμένους, αἵτινες αὐτοῖς ἤρκεσαν

    连词 ὡς 加上宾格阳性复数分词 ὑποθεμένους 修饰谓语动词 ἀποδέχεται 的宾语 τοὺς περὶ Δημόκριτον,表达评价赞同的理由(“因为他们假设了……”)。随后出现的属格绝对结构 Ἐμπεδοκλέους μὴ δυναμένου... 与之形成对比,凸显恩培多克勒无法由其本原进行说明。

  3. 1.236ἐξ ὧν γίνεται πάντα πρώτων καὶ εἰς 〈ἃ〉 ἔσχατα διαλύονται

    形容词 πρώτων 与 ἔσχατα 作述语性修饰:“万物首先由此生成,且最终分解于其中”。校订者添加的 〈ἃ〉 是为介词 εἰς 补足的关系代词宾格中性复数,与前一分句中的 ἐξ ὧν 相对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:160.1-162.4