← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§157.25-159.26

批判爱利亚学派与不可分物体的必然推论

注解亚里士多德325a13–325b5,批判爱利亚学派无视感觉而仅依从论证推论的做法无异于狂乱,阐释勒基珀与德谟克利特如何调和理智与感官现象从而推导出不可分者与虚空,并论证恩培多克勒的孔隙说就其逻辑必然性而言也必然导致引入不可分物体(原子)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.224

" Ἐκ μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν." Μέμφεται τοὺς περὶ Παρμενίδην, ὅτι ἐνόμισαν δεῖν τῇ μὲν ἐναργείᾳ τῶν πραγμάτων μὴ δεῖν ὅλως προσέχειν, μόνῃ δὲ τῇ τῶν λόγων ἀκολουθίᾳ,1 ὅπερ πεπονθότες ἓν τὸ πᾶν ἔλεγον εἶναι καὶ ἀκίνητον καὶ ἄπειρον.

“于是由这些论证出发,跨越了感觉。” 他谴责巴门尼德学派,因为他们认为完全不应当注意事物的明白事实,而只应当注意论证的推论,陷入此种境地后,他们主张全体是一、不动且无限的。

§1.225

"Ἔτι δὲ ἐπὶ τῶν λόγων μὲν δοκεῖ ταῦτα συμβαίνειν." Εἰ δοκεῖ, φησί, συμβαίνειν ταῦτα, λέγω δὴ τὸ εἶναι τὸ πᾶν ἓν καὶ ἄπειρον καὶ ἀκίνητον, ὅσον ἐκ τῆς τῶν λόγων ἀκολουθίας,2 καὶ πιθανὴ εἶναι ἡ ἐπιχείρησις, ἀλλ’ οὖν ἐπ’ αὐτῶν τῶν πραγμάτων μανίας οὐδὲν διαφέρει τὸ τοιοῦτον, μᾶλλον δὲ καὶ μανίας ἐστὶν ἐπέκεινα. οὐδεὶς γὰρ τῶν μαινομένων πρὸς τὴν αἴσθησιν πεπλάνηται, οὐδὲ τὸ πῦρ νενόμικεν εἶναι ταὐτὸν τῷ κρυστάλλῳ, ἀλλ’ ἡ πλάνη τοῖς μαινομένοις περὶ τὰ καλὰ καὶ μὴ καλά, καὶ συμφέροντα καὶ μὴ συμφέροντα· αἱρεῖται γὰρ διὰ τὴν μανίαν τὸ ἀσύμφορον ἀντὶ τοῦ συμφέροντος. οὗτοι μὲν οὖν τοιοῦτοι. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον, ὁμολογούμενα τῇ αἰσθήσει λέγοντες, οὐκ ἀνεῖλον οὔτε τὸ πλῆθος οὔτε τὴν κίνησιν.

“而且在论证上这些似乎顺理成章。” 他说,即使就论证的推论而言,这些——我指的是全体是一、无限且不动的——似乎顺理成章,且论证也显得具有说服力,然而就事物本身而言,这样的看法与狂乱毫无二致,或者说甚至超越了狂乱。因为发狂的人中没有谁在感觉上受到蒙蔽,也没有谁曾认为火与冰是同一样东西,而发狂者的蒙蔽在于关于美与不美、有益与无益;因为由于发狂,人宁可选择有害的而放弃有益的。这些人便是如此。另一方面,勒基珀和德谟克利特学派所说的话与感觉相符,既未消解多数,也未消解运动。

§1.226

"Ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις." Τοῖς μὲν οὖν φαινομένοις, φησίν, ὁ Λεύκιππος σύμφωνος ὢν κατὰ τοῦτο, εἶτα δεξάμενος ἐκ τῶν τὸ ἓν εἰσαγόντων καὶ συμφωνήσας αὐτοῖς κατὰ τὸ μὴ εἶναι κίνησιν ἄνευ κενοῦ, καὶ ὅτι τὸ κενὸν οὐκ ὄν ἐστι, τουτέστιν οὐ πλῆρες οὐδὲ οὐσία τις καὶ σύστασις, οὕτω τὰ ἑξῆς κατεσκεύασεν, λέγω δὴ ὅτι ἄτομα ἐστὶ καὶ τὸ κενόν. εἰ γάρ ἐστι πολλὰ τὰ ὄντα καὶ διῃρημένα, διαίρεσιν δὲ ἄνευ κενοῦ γενέσθαι ἀδύνατον, ἔστιν ἄρα κενόν. οὕτω μὲν οὖν τὸ εἶναι κενὸν κατεσκεύασεν, τὸ δὲ ἄτομα εἶναι πάλιν οὕτως· ἔστιν ἕκαστον τῶν ὄντων κυρίως ὄν, ἐν δὲ τῷ ὄντι οὐδέν ἐστιν οὐκ ὄν, οὐδὲν ἄρα ἐν τοῖς οὖσι κενόν (τὸ γὰρ κενὸν οὐκ ὄν)· εἰ δὲ οὐδὲν κενὸν ἐν αὐτοῖς, τὴν δὲ διαίρεσιν ἄνευ κενοῦ ἀδύνατον γενέσθαι, ἀδύνατον ἄρα αὐτὰ διαιρεθῆναι.

“一方面在这些事上与现象达成一致之后。” 他说,勒基珀一方面在这方面与现象一致,随后从引入“一”的人那里接受[前提],并在没有虚空就不存在运动、以及虚空是非存在(即不是充实者,也不是某种实体和构成)这一点上与他们达成一致,于是便这样确立了接下来的结论,我指的是存在不可分者与虚空。因为如果存在之物是多数且被分割的,而在没有虚空的情况下不可能产生分割,那么虚空就存在。于是他以这种方式确立了虚空的存在;而不可分者的存在则再次如下[确立]:存在之物中的每一者都在本真意义上是存在,而在存在之中绝无非存在,因此在存在者之中绝无虚空(因为虚空是非存在);但如果在它们之中没有任何虚空,而在没有虚空的情况下不可能产生分割,那么它们就不可能被分割。

§1.227

"Ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα." Τουτέστι διὰ τοῦ κενοῦ· τούτῳ γὰρ ἅπτονται ἀλλήλων. οὐ γὰρ κυρίως τὴν ἁφὴν ἔλεγεν ὁ Δημόκριτος, λέγων ἅπτεσθαι ἀλλήλων τὰς ἀτόμους, ἥτις γίνεται τῶν ἐπιφανειῶν ἐφαρμοζουσῶν ἐπ’ ἀλλήλας τῶν ἁπτομένων, ἀλλὰ 〈τὸ〉 πλησίον εἶναι ἀλλήλων τὰς ἀτόμους καὶ μὴ πολὺ διεστάναι, τοῦτο ἁφὴν ἐκάλει· κενῷ γὰρ πάντως διείργεσθαι αὐτάς.

“并且依照碰巧接触的方式发生作用与受动。” 这就是说,通过虚空;因为它们正是借此相互接触的。因为德谟克利特在说不可分者相互接触时,并非指本真意义上的接触(即接触者的表面相互重合而产生的接触),而是将不可分者相互邻近且相距不远称为“接触”;因为它们无论如何都是被虚空隔开的。

§1.228

"Καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν." Συντιθέμενα, φησίν, ἀλλήλοις τὰ ἄτομα καὶ περιπλεκόμενα τὰ πάθη γεννῶσιν, ὡς πολλάκις εἴρηται. δηλοῖ δὲ διὰ τῆς συνθέσεως αὐτῶν καὶ περιπλοκῆς τὴν θέσιν καὶ τὴν τάξιν.

“并且在结合与交错时便生成。” 正如屡次说过的那样,他说,不可分者通过彼此结合与交错而生成性质。并且通过它们的结合与交错,他指明了位置与次序。

§1.229

"Ἐκ δὲ τοῦ κατὰ ἀλήθειαν ἑνὸς οὐκ ἂν γενέσθαι πλῆθος." Οὔτε, φησί, τὸ κυρίως ἓν πλῆθος ἂν ποιήσοι, τοῦ μὲν πλήθους κατὰ διαίρεσιν γινομένου τῆς δὲ διαιρέσεως διὰ τοῦ κενοῦ (τὸ οὖν κυρίως ἓν οὐκ ἔχον ἐν ἑαυτῷ κενὸν οὐκ ἂν διαιρεθείη), οὔτε ἐκ τῶν κατ’ ἀλήθειαν πολλῶν ἓν οὐκ ἂν γένοιτο·3 οὐδὲ γὰρ δύνανται συγκριθῆναι αἱ ἄτομοι κενῷ διειργόμεναι καὶ ἑνωθῆναι μὴ δυνάμεναι.

“然而由真实之一不可能生成多数。” 他说,本真之一既不会产生多数,因为多数由分割产生,而分割通过虚空产生(因此本真之一因自身内不含虚空而不会被分割);由真实之多数也不会生成一;因为不可分者被虚空隔开且无法合为一体,甚至不能聚集在一起。

§1.230

"Σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν, ὥσπερ καὶ Λεύκιππός φησιν." Περιάγεται, φησίν, ἡ Ἐμπεδοκλέους δόξα εἰς τὴν Δημοκρίτειον, ὅσον ἐξ ὧν ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀνάγκη αὐτὸν ἄτομα εἰσάγειν σώματα. εἰ γὰρ διὰ πόρων ὑποτίθεται τὸ ποιεῖν καὶ πάσχειν, ἀνάγκη πᾶσα εἰσιόντος εἰς τοὺς πόρους τοῦ ποιοῦντος τὰ περιέχοντα τοὺς πόρους σώματα ἀπαθῆ εἶναι καὶ ἀδιαίρετα. εἰ γὰρ πάσχοιεν, ἐπειδὴ τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐκ ἄλλως ἢ διὰ πόρων φησὶ γίνεσθαι, ἀνάγκη κἀκεῖνα πόρους ἔχειν, καὶ πάλιν τὰ σώματα τὰ περιέχοντα τοὺς πόρους ἐκείνους. ὥστε ἢ τὸ ὅλον πόρος ἔσται, ἢ εἰ τοῦτο ἀδύνατον, ἀνάγκη εἶναί τινα ἔσχατα ἀπαθῆ καὶ ἀδιαίρετα σώματα. καὶ τοῦτο δὲ καὶ ὁ Δημόκριτος ἔλεγεν. ὥστε τὰ αὐτὰ ὁ Ἐμπεδοκλῆς Δημοκρίτῳ καὶ Λευκίππῳ ὅσον ἐκ τῶν ἰδίων ὑποθέσεων λέγειν ἀναγκασθήσεται.

“而恩培多克勒也几乎必然要像勒基珀所说的那样说。” 他说,恩培多克勒的观点被引向了德谟克利特的观点,因为就恩培多克勒所假设的前提而言,他必然要引入不可分的物体。因为如果他假设作用与受动是通过孔隙发生的,那么当作用者进入孔隙时,包围孔隙的物体完全必然是无受动性且不可分的。因为如果它们受动,既然他说作用与受动只能通过孔隙产生,那么那些物体也必然具有孔隙,而包围那些孔隙的物体亦复如此。结果要么整体都将成为孔隙,要么若这是不可能的,就必然存在某些最后的无受动性且不可分的物体。而这也是德谟克利特曾经说过的。因此恩培多克勒就其自身的假设而言,将被迫说出与德谟克利特和勒基珀相同的话。

语法注3 条
  1. 1.224ἐνόμισαν δεῖν τῇ μὲν ἐναργείᾳ τῶν πραγμάτων μὴ δεῖν ὅλως προσέχειν, μόνῃ δὲ τῇ τῶν λόγων ἀκολουθίᾳ

    在依赖于主动词 ἐνόμισαν 的不定式从句中,非人称动词 δεῖν 重复出现(ἐνόμισαν δεῖν ... μὴ δεῖν)。这种赘述加强了语气;第二个 δεῖν 支配不定式 προσέχειν,且该动词(或 δεῖν προσέχειν 整体)同样省略补充于后半句 μόνῃ δὲ τῇ τῶν λόγων ἀκολουθίᾳ 之中。

  2. 1.225ὅσον ἐκ τῆς τῶν λόγων ἀκολουθίας

    中性单数宾格代词 ὅσον 与介词短语 ἐκ ... 连用,构成副词性限定短语,意为“就……而言”或“在……的限度内”。它将主干谓词 συμβαίνειν(顺理成章、得以归结)的成立范围严格限定在逻辑推论的维度。

  3. 1.229οὔτε ἐκ τῶν κατ’ ἀλήθειαν πολλῶν ἓν οὐκ ἂν γένοιτο

    在前后呼应的 οὔτε ... οὔτε(既不……也不……)结构之后半部分中,谓词 ἂν γένοιτο 前再次出现了否定副词 οὐκ。在希腊语语法中,复合否定词之后出现的单纯否定词并不构成“负负得正”的双重否定,而是延续并加强否定,因而意为“由……也不会生成一”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:157.25-159.26