- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:155.26-157.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德指责前人学说之不足并称赞勒基珀与德谟克利特以感官事实为本原的论段(324b26–325a12)。菲洛波庞解释了作用者与孔隙的关系、巴门尼德与德谟克利特关于虚空设定的不同意涵,以及关于连续性与不可分者的爱利亚派论辩。
" Εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου." Εἰσιέναι γὰρ τὸ ποιοῦν ἐν τοῖς πόροις καὶ οὕτω ποιεῖν οὐ τὸ πρώτως ποιοῦν, οἷον τὴν ἰατρικήν, ἀλλὰ τὸ προσεχῶς, οἷον τὸ φάρμακον ἢ τὸ σιτίον.
“当最后的且最本真的作用者进入时。” 因为进入孔隙并以此方式发生作用的是这个作用者——不是第一作用者,例如医术,而是直接的作用者,例如药物或食物。
"Καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον." Διὰ τοῦτό φησι μᾶλλον ὁρᾶσθαι τὰ ὁρατὰ διὰ τῶν μᾶλλον διαφανῶν, διότι τὰ μᾶλλον διαφανῆ μᾶλλον ἔχει καὶ πυκνοτέρους καὶ κατὰ στοῖχον τοὺς πόρους.
“并且透明的事物拥有更多[孔隙]。” 他说,正因如此,透过更透明的事物更容易看见可见之物,因为更透明的事物拥有更多、更密集且排列成行的孔隙。
"Οἱ μὲν οὖν ἐπί τινων οὕτω διώρισαν." Τουτέστιν οὐκ ἐξαρκούσας ἔλαβον ἀρχὰς πρὸς πάντα τὰ φυσικά, ἀλλ’ εἴς τινα μόνον αὐτοῖς ἁρμοζούσας, οἷον εἰς τὸ πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν, ἢ πῶς μίγνυται τὰ μιγνύμενα· οὐκέτι μέντοι πῶς ἡ κίνησις γίνεται ἢ ἡ διαίρεσις ἐκ τούτων ἀποδοῦναι δύνανται, ἢ τῶν λοιπῶν ἕκαστον.
“于是,有些人关于某些特定事物作了如此规定。” 这就是说,他们并未采取对于所有自然事物而言都充足的本原,而仅仅采取了对他们而言适用于某些情况的本原,例如作用与受动如何产生,或者混合之物如何混合;然而他们却再也无法由这些本原解释运动如何产生,或者分割如何产生,亦或其余各项如何产生。
"Ὁδῷ δὲ μᾶλλον καὶ περὶ πάντων διωρίκασιν Λεύκιππος καὶ Δημόκριτος." Τουτέστι τοιαύτας διωρίσαντο ἀρχάς, αἵτινες εὐοδήσουσιν αὐτοῖς περὶ τὰς πάντων τῶν γινομένων ἀποδείξεις.
“然而勒基珀与德谟克利特则更有条理地且就一切事物作了规定。” 这就是说,他们规定了这样一些本原,这些本原将使他们在关于一切生成之物的证明上通行无阻。
"Ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν." Διὰ τοῦτο, φησίν, εὐοδεῖ αὐτοῖς τὰ ἐφεξῆς, ὅτι τοιαύτην ἀρχὴν εἰλήφασιν ἥτις ἔστι τε καὶ ὁμολογεῖται ὑπὸ τῆς φύσεως, λέγω δὴ τὸ εἶναι πλῆθος καὶ κίνησιν ἐν τοῖς πράγμασιν. ἔδοξε γάρ, φησί, τισὶ τῶν ἀρχαίων μήτε εἶναι πλῆθος μήτε κίνησιν, ὅπερ ἦν τῇ ἐναργείᾳ μάχεσθαι. οὐκ ἀνεῖλεν οὖν ὁ Δημόκριτος τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, ἀλλὰ ταύταις ἀρχαῖς ἐχρήσατο.
“确立了依循自然、正如其实所是的本原。” 他说,接下来的事情在他们那里顺利进行,正因为他们采取了这样一种本原,它既实存又为自然所公认,我指的是事物中存在多数和运动。因为他说,古代的某些人认为既不存在多数也不存在运动,这乃是与明见的事实相抗衡。因此,德谟克利特并未消解由明见的事实所见证的东西,而是将这些用作了本原。
"Τὸ μὲν γὰρ κενὸν οὐκ ὄν." Μόνως γὰρ τὸ πλῆρες ὄν. ζήτησον μὴ δυνατὸν1 ἐνταῦθα 〈τὸ〉 τὸ μὲν γὰρ κενὸν οὐκ ὂν λαμβάνειν ἀντὶ τοῦ οὐκ ἔστιν ἐν τοῖς οὖσι τὸ κενόν, ἵν’ ᾖ οὕτως· εἰ μὴ κινηθῆναι δυνατὸν ἄνευ κενοῦ, οὐκ ἔστι δὲ τὸ κενόν, οὐκ ἔστιν ἄρα κίνησις. ἐν δὲ τοῖς περὶ Δημοκρίτου λόγοις ἐφεξῆς οὐκέτι οὕτως δυνατὸν ἐκλαβεῖν λέγεσθαι τὸ κενὸν οὐκ ὄν, ὡς μὴ ὑπάρχον ὅλως, ἀλλὰ μόνως πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους· ὡς γὰρ μὴ ἔχον οὐσίαν τινὰ ὑπετίθετο εἶναι τὸ κενὸν ὁ Δημόκριτος. εἰπὼν δὲ μὴ ὄντος κενοῦ προσέθηκε κεχωρισμένου. εἴρηται γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ κενὸν καὶ ὁ τόπος καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα· κενὸν γὰρ οὐδέν ἐστιν ἢ τόπος ἐστερημένος σώματος, πλῆρες δὲ τόπος πλήρης σώματος, τόπος δὲ κενὸν δεκτικὸν σώματος ἢ διάστημα περιεκτικὸν σώματος.
“因为虚空是非存在。” 因为唯有充实者是存在。在此应当考察是否可以将“因为虚空是非存在”理解为替代“虚空不在存在者之中”,以便表述如下:“如果在没有虚空的情况下不可能运动,而虚空又不存在,那么就不存在运动。”然而在接下来关于德谟克利特的论述中,就不再可能将虚空被称为“非存在”理解为完全不存在,而只能理解为与充实者相对照;因为德谟克利特设定虚空是作为不具有某种实体而存在的。并且他在说了“若无虚空”之后,又加上了“分离的”。因为在《物理学》中已经说过,虚空、处所与充实者在基底上是同一的,但在关系上是不同的;因为虚空无非是被剥夺了身体的处所,充实者是充满了身体的处所,而处所则是接纳身体的虚空或包容身体的间隔。
"Τοῦτο δὲ οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν." Ἔτι ὡς ἀπὸ Παρμενίδου ὁ λόγος. τοῦτο δέ φησιν οὐ τὸ εἰρημένον ἤδη, ἀλλὰ λεχθησόμενον.2 ἐπεὶ γὰρ ἀνεῖλεν ὁ Παρμενίδης, μὴ εἶναι κενὸν ὑποθέμενος, τό τε πλῆθος καὶ τὴν κίνησιν, τῷ μὴ δύνασθαι λέγειν μήτε διαίρεσιν μήτε κίνησιν εἶναι ἄνευ κενοῦ, ὁ δὲ ἀληθὴς λόγος ἔχει ὅτι καὶ κενοῦ μὴ ὄντος οὐδὲν κωλύει καὶ διαίρεσιν εἶναι καὶ κίνησιν, τῶν πραγμάτων διῃρημένων μὲν ἁπτομένων δὲ ἀλλήλων καὶ κενῷ μὴ διειργομένων, τοῦτο ἀναιρῶν ὁ Παρμενίδης φησὶν ὅτι τὸ οὕτως ὑποτίθεσθαι οὐδὲν διαφέρει τοῦ ἄτομα καὶ κενὸν εἰσφέρειν. πότερον γάρ, φησί, τὸ ὂν πάντῃ ἐστὶ διαιρετὸν ἢ οὔ; εἰ μὲν γὰρ πάντῃ ἐστὶ διαιρετόν, οὐ μόνον πολλὰ οὐκ ἔσται τὰ πράγματα, ἀλλ’ οὐδὲ ἕν (διαιρεθὲν γὰρ πάντῃ οὐδὲν ἔσται λοιπόν, ἀλλὰ μόνον κενόν), εἰ δὲ μὴ πάντῃ διαιρετόν, πεπλασμένῳ τὸ τοιοῦτον ἔοικεν· διὰ τί γὰρ πῇ μέν ἐστι διαιρετὸν πῇ δ’ οὔ; οὕτω δὲ καὶ ἡ τῶν ἀτόμων εἰσκωμάσει δόξα, ᾗτινι ἕπεται καὶ τὸ κενὸν εἶναι.
“然而,即使有人认为全体不是连续的,这也毫无差别。” 该论述仍是如同出自巴门尼德。并且他说“这”不是指已经说过的,而是指将要说的。因为既然巴门尼德通过假设不存在虚空,消解了多数和运动,其根据在于无法说分割或运动可以在没有虚空的情况下存在,然而真实的道理表明,即使不存在虚空,只要事物虽被分割却相互接触且未被虚空隔开,也丝毫不妨碍分割和运动的存在,那么巴门尼德为了消解这一点便说,如此假设与引入不可分者和虚空毫无差别。因为他说,存在究竟是处处可分的,还是不是呢?因为如果它是处处可分的,事物将不仅不是多数,甚至连一个也不是(因为若被处处分割,就什么都不剩,而只剩虚空了);但如果不是处处可分的,这样的说法便类似于捏造;因为凭什么在某方面可分而在另一方面不可分呢?这样一来,原子之说也将乱入,而虚空的存在亦随之而来。
"Ἔτι δὲ ὁμοίως ἀναγκαῖον μὴ εἶναι κίνησιν." Τῷ αὐτῷ λόγῳ, φησί, δείκνυσι κίνησιν μὴ εἶναι, μήτε τὸ κενὸν εἰσφέρων μήτε κίνησιν εἶναι λέγων ἄνευ κενοῦ.
“而且同样必然的是不存在运动。” 他说,通过同样的论证,他表明了不存在运动,既没有引入虚空,也没有说在没有虚空的情况下存在运动。
- 1.221ζήτησον μὴ δυνατὸν
在祈使动词 ζήτησον 之后的 μή 引导审慎的询问或建议(“考查是否可能……”)。此处提示读者思考レンマ中的词句 τὸ μὲν γὰρ κενὸν οὐκ ὄν 是否应当在巴门尼德意义上(即在实在中完全不存在)来理解。
- 1.222τοῦτο δέ φησιν οὐ τὸ εἰρημένον ἤδη, ἀλλὰ λεχθησόμενον
关于亚里士多德正文中指示代词 τοῦτο(这)所指对象的句法澄清。该词通常指代前文,但注疏者在此明确指出它并非前指,而是后指,即指向“将要说的内容”。
