← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§154.24-155.25

巴门尼德与德谟克利特关于运动与虚空的论证

菲洛波诺斯用假言三段论对比了巴门尼德与德谟克利特:前者由否定虚空这一隐晦前提出发消解了运动和多数,后者则由感觉自明的运动与多数确立了虚空,从而说明了亚里士多德赞赏德谟克利特的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.215#2

ὁ μὲν γὰρ Παρμενίδης, θέλων δεῖξαι ὅτι οὐκ ἔστι πλῆθος ἐν τοῖς πράγμασιν οὐδὲ κίνησις, ὅπερ ἦν τῇ αἰσθήσει μάχεσθαι καὶ τὰ ἐναργῆ ἀναιρεῖν, λαμβάνει ὡς ἀξίωμα τὸ μὴ εἶναι κενόν, ὅπερ οὐκ ἔστι τῇ αἰσθήσει ὁμολογούμενον, ἀλλὰ πολλῆς δεόμενον ἀποδείξεως. τοῦτο οὖν λαβών, πρόεισι διὰ συλλογισμοῦ οὕτως· εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι κίνησις· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα ἐστὶ κίνησις. ἔλαβεν οὖν τὸ συνημμένον1 ὁμολογούμενον, ὅτι κενοῦ μὴ ὄντος οὐκ ἂν εἴη κίνησις (διὰ κενοῦ γὰρ ἂν μόνως γενέσθαι τὴν κίνησιν), ὁμοίως δὲ καὶ τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν οὐκ ἔστι κενόν. λαβὼν οὖν ταῦτα ὁμολογούμενα, ἅπερ ἀφανῆ ἐστι καὶ ἀμφίβολα, δι’ αὐτῶν ἀνεῖλε τὸ ὁμολογούμενον, λέγω δὴ τὴν κίνησιν. μᾶλλον δὲ οὕτω δεῖ τὸν συλλογισμὸν εἰπεῖν·2 εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα κίνησις. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὸ πλῆθος ἀναιρεῖ. εἰ ἔστι γάρ, φησίν, ἐν τοῖς πράγμασι διαίρεσις, ἔστι κενόν (κενῷ γὰρ μόνως τὴν διαίρεσιν γίνεσθαι)· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα διαίρεσις· συνεχὲς ἄρα τὸ πᾶν καὶ ἕν. πάλιν οὖν τό τε συνημμένον καὶ τὴν πρόσληψιν ἔλαβεν ὁμολογούμενα ἄδηλα ὄντα, καὶ δι’ αὐτῶν τὰ ὁμολογούμενα ἀνεῖλεν. ὁ μὲν οὖν Παρμενίδης οὕτως τὰ ἐναργῆ ἐκ τῶν ἀφανῶν ἀναιρεῖ, ὁ μέντοι Δημόκριτος ἀρχὰς λαβὼν ἐκ τῆς αἰσθήσεως μαρτυρουμένας, ὅτι διαίρεσις καὶ πλῆθος ἐστὶν ἐν τοῖς πράγμασι καὶ κίνησις, ἐκ τούτων εἰσάγει τὸ κενόν, τὸ ἀφανὲς διὰ τῶν φανερῶν κατασκευάζων. εἰ γὰρ ἔστι διαίρεσις, φησί, καὶ πλῆθος ἐν τοῖς πράγμασιν, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι διαίρεσις καὶ τὸ πλῆθος· ἔστιν ἄρα τὸ κενόν· τὸ μὲν συνημμένον ὡσαύτως λαμβάνων τῷ Παρμενίδῃ, τὴν μέντοι πρόσληψιν οὐκέτι. ὁ μὲν γὰρ ἔλεγεν ‘ἀλλὰ μὴν οὐκ ἔστι κενόν’, ὅπερ ἦν ἄδηλον, ὁ δὲ ‘ἀλλὰ μὴν ἔστι πλῆθος καὶ διαίρεσις’. ὁμοίως καὶ ἐπὶ κινήσεως· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν· κἀνταῦθα τὸ συνημμένον μὲν τὸ αὐτὸ τῷ Παρμενίδῃ λαμβάνων, τὴν πρόσληψιν δὲ οὐκέτι. τῷ αὐτῷ τρόπῳ ὁ Παρμενίδης καὶ τὸ ἄπειρον εἰσῆγεν. εἰ γάρ ἐστι πεπερασμένον τὸ πᾶν, τῷ κενῷ δηλονότι, φησί, περαίνεται·3 ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα τὸ πᾶν πεπερασμένον ἐστί. διὰ ταῦτα ἀποδέχεται τὸν Δημόκριτον, ὡς καὶ τῇ αἰσθήσει ὁμολογουμένας ἀρχὰς εἰληφότα, καὶ τοιαύτας ἐξ αὐτῶν ὑποθέσεις καὶ ἀρχὰς τῶν φυσικῶν πραγμάτων κατασκευάσαντα, δι’ ὧν πάντα ἀποδοῦναι ἠδύνατο τὰ ἐκ φύσεως γινόμενα.

因为巴门尼德意图表明事物中既不存在多数也不存在运动——这乃是与感觉作对并消解显明的事实——,便把“不存在虚空”当作一条公理,而这并不是为感觉所公认的,而是需要多加证明的。于是,在设定了这一点之后,他通过如下三段论推进:“如果不存在虚空,就不存在运动;然而确实不存在虚空;因此不存在运动。”于是,他将那个假言前提视为公认的,即若无虚空便不会有运动(因为运动唯独能通过虚空产生),同样也把附加前提,即“然而确实不存在虚空”视为公认的。于是,他把这些隐晦且存疑的前提当作公认的来接受,并通过它们消解了公认的事实,我指的正是运动。更确切地说,应当这样表述该三段论:“如果存在运动,就存在虚空;然而确实不存在虚空;因此不存在运动。”以同样的方式他也消解了多数。因为他说:“如果事物中存在分割,就存在虚空(因为分割唯独通过虚空产生);然而确实不存在虚空;因此不存在分割;因此全体是连续且为一的。”因此,他又一次在假言前提和附加前提本不显明的情况下将它们当作公认的,并通过它们消解了公认的事实。巴门尼德便是这样从隐晦的事物出发消解了显明的事实;然而德谟克利特则从为感觉所见证的本原出发——即事物中存在分割、多数和运动——,由此引入了虚空,通过显明的事物确立了不显明的事物。因为他说:“如果事物中存在分割和多数,就存在虚空;然而确实存在分割和多数;因此存在虚空”;他虽与巴门尼德同样设定假言前提,但附加前提却不再相同。因为前者说“然而确实不存在虚空”,这是不显明的,而后者则说“然而确实存在多数和分割”。关于运动也是同样:“如果存在运动,就存在虚空;然而确实存在运动;因此存在虚空”;在此处他也设定了与巴门尼德相同的假言前提,附加前提却不再相同。巴门尼德也以同样的方式引入了无限。因为他说:“如果全体是有限的,显然便由虚空所限定;然而确实不存在虚空;因此全体不是有限的。”由于这些原因,[亚里士多德]赞同德谟克利特,因为他既采纳了为感觉所公认的诸本原,又由这些本原确立了自然事物的如此假说与本原,通过它们他能够解释一切自然生成的事物。

语法注3 条
  1. 1.215τὸ συνημμένον

    晚期古代逻辑术语,指假言命题(即假言三段论中的大前提“如果p,则q”)。它与下文的“τὴν πρόσληψιν”(小前提或附加前提,即“然而p”或“然而非q”)相对成文。

  2. 1.215μᾶλλον δὲ οὕτω δεῖ τὸν συλλογισμὸν εἰπεῖν

    注疏者的插入语,用以修正上文不规则的前件与后件皆为否定的假言形式(“若无虚空则无运动”),将其调整为标准的否定后件律(modus tollens)形式(“若有运动则有虚空;然而无虚空;故无运动”)。

  3. 1.215τῷ κενῷ δηλονότι, φησί, περαίνεται

    与格“τῷ κενῷ”与被动语态动词“περαίνεται”连用,作手段或工具与格,意为“显而易见由虚空所限定”,表达了爱利亚派关于“事物若有限则必由虚空划定边界”的假定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:154.24-155.25