- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:153.17-154.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德着手考察施动与受动得以发生的方式,并将恩培多克勒的孔道说与德谟克利特和留基伯的原子与虚空说进行对比。菲洛波庞注疏阐明了何以原子论假说优于无法合理解释运动和增长的孔道说,并优于巴门尼德学派对感官现象的否定。
" Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν." Εἰπὼν τί ἐστι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, νῦν βούλεται εἰπεῖν ποίῳ τρόπῳ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. πρότερον δὲ πάλιν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ διελέγχει τούτους, καὶ οὕτω τὸν ἀληθῆ τρόπον ἐκτίθεται. οἱ μὲν γάρ, φησί, διὰ πόρων ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὧν ἦν καὶ ὁ Ἐμπεδοκλῆς· εἶναι γὰρ πόρους ἐν τοῖς σώμασιν, ἐν οἷς εἰσιὸν τὸ ποιοῦν οὕτω δρᾶν εἰς τὸ πάσχον. οὕτω δὲ καὶ τὸ ὁρᾶν ἔλεγον γίνεσθαι· εἶναι μὲν γὰρ ἐν πᾶσι τοῖς σώμασι πόρους, ἐν δὲ τοῖς διαφανέσι πυκνοτέρους μᾶλλον καὶ κατὰ στοῖχον, δι’ ὧν διιούσας τὰς ὄψεις οὕτω προσβάλλειν τοῖς ὁρατοῖς· ἐν δὲ τοῖς μὴ διαφανέσι σώμασι διὰ τὸ μὴ εἶναι κατὰ στοῖχον τοὺς πόρους μὴ δύνασθαι δι’ ὅλου διιούσας τὰς ὄψεις προσβάλλειν τοῖς ὁρατοῖς. τῷ αὐτῷ δὲ τρόπῳ καὶ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθάνεσθαι, οἷον ἀκούειν ἢ ὀσφραίνεσθαι, διὰ πόρων διιούσης τῆς ποιότητος τῆς εὐώδους ἢ τοῦ ψόφου. οἱ δὲ περὶ Δημόκριτον καὶ Λεύκιππον διὰ τοῦ κενοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν γίνεσθαι ἔλεγον· κενῷ γὰρ διαλαμβάνεσθαι τὰς ἀτόμους, ἐν ᾧ γινόμενον τὸ ποιοῦν οὕτως ἀλλοιοῦν μετατιθὲν τῇ κινήσει ἢ μετατάττον τὰς ἀτόμους ἢ προστιθέμενον αὔξειν. διαφέρουσι δὲ τοῦ κενοῦ οἱ πόροι, διότι οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον· πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος,1 οἷον ἀέρος ἤ τινος τοιούτου. ἐπαινεῖ δὲ μᾶλλον τοὺς περὶ Δημόκριτον Ἐμπεδοκλέους καὶ τῶν ἄλλων, ὅτι τοιαύτας ἀρχὰς ἐφεῦρον, αἵτινες ἀρκέσουσιν αὐτοῖς πρὸς τὴν πάντων τῶν ἐκ φύσεως γινομένων ἀπόδοσιν. οἱ μὲν γὰρ τοὺς πόρους εἰσάγοντες ἀπεδίδοσαν μὲν εἰ τύχοι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δι’ αὐτῶν τὴν αἰτίαν, ἴσως δὲ καὶ τινων ἄλλων, οἷον μίξεως (ἔλεγον γὰρ διὰ πόρων μίγνυσθαι τὰ σώματα· ὅταν γάρ, φησίν, οὕτως ἔχωσιν οἱ πόροι ὡς σύμμετροι εἶναι δέξασθαι τὸ ἐμμιγνύμενον σῶμα, τότε γίνεσθαι μίξιν), κινήσεως μέντοι τὴν αἰτίαν οὐκέτι ἀποδοῦναι ἐδύναντο, ποίῳ τρόπῳ διὰ τῶν πόρων γίνεται τὸ κινεῖσθαι, ἢ αὐξήσεως· εἰσιὸν γὰρ τὸ αὖξον τοὺς μὲν πόρους ἀναπληρώσει, μεῖζον δὲ οὐ ποιήσει. οἱ δὲ περὶ Δημόκριτον, φησί, τοιαύτας ἀρχὰς ἐπενόησαν, αἵτινες ἁρμόσουσιν αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὰς αἰτίας πάντων τῶν φυσικῶς γινομένων, αὗται δέ εἰσι τὰ ἄτομα καὶ τὸ κενόν. προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην2 * * * 〈οἱ γὰρ περὶ Παρμενίδην,〉 φησίν, ἀρχὰς ἀφανεῖς καὶ ἀναποδείκτους λαβόντες, δι’ αὐτῶν τὰ ἐναργῆ καὶ ὁμολογούμενα ἀνελεῖν ἐπεχείρησαν· οἱ δὲ περὶ Δημόκριτον ἀρχὰς ὁμολογουμένας τῇ αἰσθήσει λαβόντες, δι’ αὐτῶν τὰ ἄδηλα κατεσκεύασαν.
“但这如何可能发生,让我们重新阐明。” 在阐明了施动与受动是什么,以及施动者和受动者是何物之后,他现在意欲阐明施动与受动以何种方式发生。但他首先重新列出了古人们所主张的施动与受动得以发生的诸种方式,并驳斥了这些方式,从而阐明了真实的方式。因为他说,有些人——恩培多克勒也是其中之一——主张施动与受动是通过孔道发生的;因为他们认为物体中存在着孔道,施动者进入其中,便由此作用于受动者。他们还主张视觉也是这样发生的:因为一切物体中都存在孔道,但在透明物体中孔道较为密集且排成行,穿行其中的视线便由此投射到可见对象上;而在不透明的物体中,由于孔道没有排成行,穿行的视线便无法穿透整个物体而投射到可见对象上。以同样的方式,通过其他感官进行感知(例如听或嗅)也是发生的,这是由于芬芳的性质或声音穿过了孔道。而德谟克利特和留基伯学派则主张施动与受动是通过虚空发生的;因为原子被虚空所隔开,施动者进入其中,便通过运动将原子易位或重排,从而产生质变,或者通过自身的添加而产生增长。然而孔道与虚空有所不同,因为引入孔道的人并不认为存在虚空;因为他们认为物体虽生有孔道,但这些孔道为另一种物体所充满,例如空气或某种类似之物。而比起恩培多克勒等人,他更赞赏德谟克利特学派,因为他们发现了足以供他们解释一切由自然生成之物的本原。因为引入孔道的人,即使碰巧通过它们解释了施动与受动的起因,或许还有其他某些事情的起因,例如混合(因为他们主张物体是通过孔道混合的;因为他说,当孔道的状态恰好适度接纳被混入的物体时,混合便发生),却不再能够解释运动的起因——即被运动究竟以何种方式通过孔道发生——或增长的起因;因为引起增长者进入后虽然会填满孔道,却不会使〔物体〕变得更大。然而他说,德谟克利特学派构想出了适合于他〔德谟克利特〕解释一切自然生成之物的起因的本原,这些便是原子与虚空。并且他将德谟克利特的诸假说置于巴门尼德学派所持的诸假说之上;因为他说,巴门尼德学派采取了隐晦且无法证明的本原,企图通过它们来消解显明且公认的事实;而德谟克利特学派则采取了为感觉所公认的本原,通过它们确立了不显明的事物。
- 1.215πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος
承接前句 οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον(引入孔道者并不主张存在虚空)的间接引语(宾格加不定式结构)。完成时不定式 πεποροποιῆσθαι 与现在时不定式 εἶναι 的逻辑主语分别为宾格 σώματα 与 τοὺς πόρους τούτους,具体解释了孔道论者的理论主张。
- 1.215προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην
προτίθησι 的直接宾语为 αὐτοῦ τὰς ὑποθέσεις(他[即德谟克利特]的假说),随后的属格 τῶν ὑποθέσεων 为比较属格(置于……之上/优先于……)。关系代词 ὧν 受先行词吸引而变为属格(本为宾格 ἅς)。编者添加的角括号补充 〈οἱ γὰρ περὶ Παρμενίδην,〉 φησίν 补全了主语,以便与下文分词句中的 οἱ δὲ περὶ Δημόκριτον 形成对照。
