- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:151.25-153.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏了邻近者与共同质料在施动与受动中的作用,阐明了目的因何以不是作用因(并指出亚里士多德为何在严格意义上不称神为宇宙的作用因),最后概括了施动与受动的本质、主体、原因及发生方式。
" Καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν." Τουτέστι τὸ ἔσχατον τῶν κινούντων ἢ ποιούντων οὐ πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κινούμενον ἢ γινόμενον,1 τουτέστι τὸ προσεχὲς τῷ κινουμένῳ ἢ γινομένῳ, ὥσπερ τῷ ἀρρώστῳ τὸ σιτίον ἢ τὸ φάρμακον· τοῦτο γὰρ ἔσχατον ὡς πρὸς τὸ πάσχον.
“反之,对于被运动者和生成而言的最终者。” 也就是说,在运动者或施动者中,并非向上而言,而是就对于被运动者或生成者而言的最终者,即紧邻被运动者或生成者而言者,如同对于病患而言的食物或药物;因为就对于受动者而言,这才是最终的。
"Τὴν μὲν γὰρ ὕλην λέγομεν ὁμοίως ὡς εἰπεῖν τὴν αὐτὴν εἶναι τῶν ἀντικειμένων ὁποτερουοῦν, ὥσπερ γένος ὄν." Τὸ ὡς εἰπεῖν προσέθηκεν, ὅτι ἡ προσεχεστάτη τῶν ἀντικειμένων ὕλη οὐκ ἔστιν ἀπαραλλάκτως ἡ αὐτή· ἄλλως γὰρ δεῖ κεκρᾶσθαι τὰ στοιχεῖα τὰ τὸ λευκὸν χρῶμα δεξόμενα, καὶ ἄλλως τὰ τὸ μέλαν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἶπε δὲ τὴν ὕλην τῶν ἀντικειμένων ὥσπερ γένος εἶναι, διότι ὡς ἓν καὶ τὸ αὐτὸ γένος ἐστὶ τῶν ἐναντίων, οὕτω καὶ μία ὕλη· καὶ ὡς τὰ ἐναντία οὐδὲν διαφέρουσι κατὰ τὸ γένος, οὕτως οὐδὲ κατὰ τὸ ὑποκείμενον.
“因为我们说,对于对立的任一者而言,质料同样可以说是相同的,犹如是属一般。” 他之所以加上“可以说”,是因为对立事物最邻近的质料并不是完全无差别地相同的;因为接受白色的元素必须以一种方式混合,而接受黑色的元素则须以另一种方式[混合]。在其他情况下亦然。而他说对立者的质料犹如属一样,乃是因为正如对立者的属是一个且相同的,质料也是一个;并且正如对立者在属上毫无分别,它们在底层基质上亦无分别。
"Τὸ δὲ δυνάμενον θερμὸν εἶναι καὶ τὰ ἑξῆς." Ἐπειδὴ ἡ αὐτή ἐστι τῶν ἀντικειμένων ὕλη, διὰ τοῦτο τὸ δυνάμενον θερμὸν εἶναι (τοῦτο δέ ἐστι τὸ μὴ ὂν μήπω θερμόν, τοῦτο δέ ἐστι τὸ ψυχρόν), διὰ τὸ ἐν ὕλῃ εἶναι πεφυκυίᾳ καὶ τὸ θερμὸν δέχεσθαι, ὅταν πλησιάσῃ αὐτῷ τὸ θερμαντικόν, θερμαίνεται. καλῶς ἄρα εἴρηται, ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ πέφυκεν εἶναι, ταῦτα ἐν τῷ ποιεῖν ἀντιπάσχειν, διὰ τὸ τὴν ἑκατέρου ὕλην 〈τὴν〉 αὐτὴν οὖσαν πεφυκέναι τὸ τοῦ ἀντικειμένου εἶδος δέχεσθαι, τούτου πλησιάζοντος εἰκότως πάσχει ὑπ’ αὐτοῦ.
“而能够成为热的,等等。” 既然对立者的质料是相同的,正因如此,能够成为热的者(此即尚未成热者,亦即冷者),由于存在于自然适于亦接受热的质料之中,当使之致热者接近它时,它便变热。因此说得极当:凡施动者与受动者中自然适于存在于同一质料中的,在施动时都遭受反作用;因为两者的质料是相同的且自然适于接受对立者的形式,当这一[形式]接近时,它理所当然地承受来自前者的受动。
"Τὸ δὲ οὗ ἕνεκα, οὐ ποιητικόν. διὸ ἡ ὑγίεια οὐ ποιητικόν, εἰ μὴ κατὰ μεταφοράν." Κατὰ μεταφορὰν εἶπεν ἀντὶ τοῦ καταχρηστικῶς, ἢ ὅτι ὡς τὸ ποιητικὸν αἴτιον τῷ σώματι παρὸν γίνεται τοῦ ὑγιαίνειν,2 οὕτω καὶ ἡ ὑγεία. ὅτι δὲ ἡ ὑγεία καὶ ἁπλῶς τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐ ποιητικόν, δι’ ὧν ἐπήγαγε κατεσκεύασε· καὶ γὰρ τοῦ μὲν ποιοῦντος, φησίν, ὅταν ὑπάρχῃ, γίνεταί τι τὸ πάσχον, τῶν δὲ ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἔστιν ἤδη. ὅτι, φησί, τὸ οὗ ἕνεκα οὐκ ἔστι ποιητικόν, δῆλον ἐντεῦθεν. τοῦ μὲν γὰρ ποιητικοῦ παρόντος ἔτι γίνεται τι τὸ μεταβάλλον,3 καὶ εἰς τὸ εἶδος ὁδεύει μήπω τελείως αὐτὸ ἀπειληφός (ἕως γὰρ ἂν ποιῇ τὸ ποιοῦν, οὔπω ἀπείληφε τὸ εἶδος τὸ γινόμενον), τῶν δὲ τελῶν καὶ τῶν ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἤδη ἐστίν· οὐκ ἄρα τὸ οὗ ἕνεκα ποιητικόν. διὰ τοῦτο ἄρα οὐδαμοῦ φαίνεται τὸν θεὸν ποιητικὸν αἴτιον λέγων τοῦ κόσμου. ἐπειδὴ γὰρ τὸ ποιητικὸν τοῦτό φησιν εἶναι, τὸ διὰ ὁδοῦ τινος καὶ γενέσεως ἄγον εἰς τὸ εἶναι τὰ γινόμενα, ὁ δὲ θεὸς οὐκ ἐν χρόνῳ ποιεῖ οὐδὲ ἀτελῆ, διὰ τοῦτο οὐ ποιητικὸν αὐτόν φησιν, ἀλλ’, εἰ ἄρα, προαγωγὸν αὐτὸν δεῖ καλεῖν. λέγεται δὲ καὶ τελικὸν αἴτιον, διὰ τὸ πρὸς αὐτὸν πάντα ἐπεστράφθαι καὶ αὐτοῦ ἐφίεσθαι.
“但目的并不是作用性的;因此健康并不是作用性的,除非依譬喻而言。” 他说“依譬喻而言”是用来代替“借用而言”,或者是说,正如作用原因临在于身体时成为健康[的原因]一样,健康亦然。至于健康以及单纯而言终点和目的并非作用性的,他是通过随后的论述来确立的:因为他说,当施动者存在时,受动者正变为某种东西,但当状态临在时,它就不再生成,而是已经存在了。他说,目的不是作用性的,由此显而易见:因为在作用原因临在时,发生变化者仍在变为某种东西,并且正走向形式而尚未完全获得它(因为只要施动者在施动,生成者就尚未获得形式),但当终点与诸状态临在时,它便不再生成,而是已经存在;因此目的并非作用性的。正是由于这个原因,显然在任何地方都找不到他把神称作宇宙的作用原因。因为既然他说作用者乃是通过某种路径和生成而把生成之物引向存在者,而神既不在时间中施动亦非不完全地[施动],正因如此,他并不称神为作用性的,而是(如果真要说的话)应当称其为引发者。神亦被称为目的原因,因为万物皆朝向它回转并渴望它。
"Τὰ δὲ εἴδη καὶ τὰ τέλη ἕξεις τινές." Ἐπειδὴ εἶπε “τῶν ἕξεων”, ἐπεξηγούμενος τίνα εἶπεν ἕξεις προσέθηκεν ὅτι τὰ τέλη καὶ τὰ εἴδη. ἡ δὲ ὕλη παθητικόν· αὕτη γάρ ἐστιν ἡ πάσχουσα καὶ ποιουμένη καὶ μεταβάλλουσα κατὰ τὰ εἴδη. διὰ τοῦτο οὖν φησιν, ὅσα τῶν εἰδῶν ἐν ὕλῃ ἔχει τὸ εἶναι, ταῦτα ἂν πάσχοι, διότι τὸ ὑποκείμενον οὐκ ἀμετάβλητον ἔχει οὐδὲ ἀπαθές· τοιοῦτο δέ ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ ὅμοια. εἰ δέ τινα εἶεν εἴδη χωριστὰ ὄντα τῆς ὕλης, ταῦτα ἂν εἶεν καὶ ἀπαθῆ.
“而形式与终点是某种状态。” 既然他说了“诸状态”,为了解释他所称的状态是什么,他补充说它们是终点与形式。而质料是受动的;因为正是质料在承受、被施动并在形式上发生变化。因此他说,形式中凡在质料中拥有存在的,都将受动,因为其底层基质既非不可变化的,亦非不受动的;火与水以及类似者便是如此。但若有任何独立于质料而存在的形式,这些形式就也将是不受动的。
"Τί μὲν οὖν τὸ ποιεῖν καὶ τὸ πάσχειν." Ὅτι ποιεῖν ἐστι τὸ εἰς πάθος ἄγειν, πάσχειν δὲ τὸ εἰς πάθος ἄγεσθαι· καὶ ὅτι ποιεῖν ἐστι τὸ ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον, πάσχειν δὲ τὸ ὁμοιοῦσθαι τῷ ποιοῦντι. καὶ τίσιν ὑπάρχει. ὅτι τοῖς ἐναντίοις. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ἔχειν δεκτικὴν τῶν ἐναντίων παθῶν. καὶ πῶς. ὅτι προσιόντος τοῦ ποιοῦντος καὶ πλησιάζοντος τῷ πάσχοντι.
“因此,施动与受动是什么。” 即施动是引导进入变状,受动是被引导进入变状;且施动是使受动者同化于自身,受动是被同化于施动者。以及它们存在于何物之中:存在于对立者中。何以故:因为具有接纳相反变状的共同质料。以及如何发生的:通过施动者接近并邻近受动者。
- 1.209οὐ πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κινούμενον ἢ γινόμενον
由 πρός 引导的两个宾格短语在此形成对比:并非“向上”(朝向原因序列的第一动者),而是“朝向被运动者或生成者”(朝向受动者/终点),指与受动者直接接触的近邻运动者。
- 1.212γίνεται τοῦ ὑγιαίνειν
与 γίνεται 连用的属格短语 τοῦ ὑγιαίνειν 表示目的、结果或原因(或省略了 αἴτιον)。它与前文作用原因临在于身体以产生健康的作用相对应。
- 1.212τοῦ μὲν γὰρ ποιητικοῦ παρόντος ἔτι γίνεται τι τὸ μεταβάλλον
τοῦ μὲν ποιητικοῦ παρόντος 为属格绝对结构,构成主句主语 τὸ μεταβάλλον 的时间/条件前提(“当作用因临在时”),与后文的 τῶν δὲ τελῶν... παρουσῶν 构成严整的对照。
