← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§150.1-151.24

第一与近邻施动者及反作用的条件

针对亚里士多德依据运动与施动的对应关系探讨反作用的章节(324a24),斐洛庞努斯阐释了最初运动者/施动者与近邻运动者/施动者的区别,指出共享质料是承受反作用的条件,并解答了关于运动与施动种类比局限性的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.208

" Τὸν αὐτὸν δὲ λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ κινεῖσθαι καὶ κινεῖν." Εἰπὼν τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, ὅτι τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια, ζητεῖ νῦν ὅπως ἔχουσι ταῦτα πρὸς ἄλληλα, τὰ ποιοῦντα λέγω καὶ πάσχοντα, πότερον πᾶν τὸ ποιοῦν καὶ ἀντιπάσχει ἢ οὔ. φησὶν οὖν ὅτι, ἵνα τοῦτο εὕρωμεν, ἴδωμεν ὅπως ἔχουσι τὰ κινοῦντα καὶ κινούμενα· ὡς γὰρ ἂν ἔχωσι ταῦτα, ἀνάγκη ἔχειν καὶ τὰ ποιοῦντα καὶ πάσχοντα. ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν· πᾶν μὲν γὰρ τὸ ποιοῦν καὶ κινεῖ, οὐ πᾶν δὲ τὸ κινοῦν ποιεῖ, εἴ γε ποιεῖν ἐστι τὸ εἰς εἶδός τι καὶ πάθος ἄγειν.1 εἴρηται δὲ ἐν Κατηγορίαις, ὅτι ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται.2 ὅσα ἄρα ὑπάρχει τῷ κινοῦντι καὶ κινουμένῳ, καὶ τοῖς ποιοῦσιν ὑπάρξει καὶ πάσχουσιν. ἔστι δὲ τῶν κινούντων τὸ μὲν πρώτως κινοῦν, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς. τὸ μὲν οὖν πρώτως κινοῦν, φησίν, οὐδὲν κωλύει ἐν τῷ κινεῖν ἀκίνητον εἶναι, ἐπ’ ἐνίων δὲ καὶ ἀναγκαῖον, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς κινοῦν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν. οἷον ἡ ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, ἀλλ’ οὐκ ἀνάγκη ταύτην καθάπαξ ἀκίνητον εἶναι (κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν, συμμεταβαίνουσα τῷ σώματι καὶ μὴ ἀπολείπουσα αὐτὸ κινούμενον), ἡ μέντοι εἰκὼν ἀκίνητος μένει πρώτως κινοῦσα τὸ ὀρεκτικόν. ὁμοίως δὲ καὶ ἡ λοιδορία κινοῦσα τὸν θυμὸν ἀκίνητος μένει. ταῦτα γὰρ οὐδὲ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν κινοῦνται. τὸ μέντοι ἔμφυτον θερμὸν προσεχῶς κινοῦν τὸ ζῷον, καὶ οἱ μύες ἢ εἴ τινα ἄλλα εἴη μόρια κινητικὰ τοῦ ὅλου ζῴου προσεχῶς, τῷ κινεῖσθαι καὶ αὐτὰ κινεῖ. ἐπεὶ οὖν ταῦτα ὑπάρχει τῷ κινοῦντι, ὑπάρχει δὲ αὐτῷ οὐχ ὡς γένει, οἷον ὡς τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, ἀλλ’ ἁπλῶς 〈ὡς〉 πράγματι καὶ κινοῦντι, ὑπάρχοι ἂν ταῦτα καὶ τῷ ποιοῦντι. οὐ πᾶν ἄρα τὸ ποιοῦν καὶ ἀντιπάσχει, ἀλλὰ τὸ μὲν πρώτως ποιοῦν ἔστι μὲν ὅτε καὶ ἀντιπάσχει, ἔστι δὲ ὅτε οὔ. οἷον ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸν ἄρρωστον, καὶ ἁπλῶς αἱ ἐπιστῆμαι ποιοῦσαι εἰς τοὺς μανθάνοντας πρώτως, αὐταὶ ἀκίνητοι μένουσι. πρώτως δὲ ποιεῖ καὶ τὸ πῦρ εἰς τὸ ὕδωρ, ἀλλ’ ὅμως καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ. τὰ δὲ προσεχῶς ποιοῦντα πάντως καὶ ἀντιπάσχει, οἷον τὸ φάρμακον ποιοῦν εἰς τὸν ἄρρωστον καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ, καὶ ὁ ἐν τῷ βαλανείῳ ἀὴρ προσεχῶς ποιῶν εἰς ἡμᾶς καὶ ἀντιπάσχει ὑφ’ ἡμῶν, καὶ ἵνα συντόμως εἴπω, τῶν ποιούντων ταῦτά ἐστι τὰ ἀντιπάσχοντα ἐν τῷ ποιεῖν, ὅσα ἐν τῇ αὐτῇ ὕλῃ ὑφέστηκε. διὰ τοῦτο ἡ μὲν ἐπιστήμη οὐκ ἀντιπάσχει, οἷον ἡ ἰατρικὴ ὑπὸ τοῦ ἀρρώστου, τὸ φάρμακον δὲ ἀντιπάσχει, διότι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ ἔχει τὸ εἶναι, ἡ δὲ νόσος ἐν σώματι τῷ ἐζωωμένῳ, ἀντιδρᾷ δὲ εἰς τὸ φάρμακον, διότι τὸ πρῶτον ὑποκείμενον ἡ ὕλη κοινὴ τῶν σωμάτων ἐστὶν ἁπάντων. Δοκεῖ δὲ τὴν παραβολὴν τῶν κινούντων πρὸς τὰ ποιοῦντα μὴ ὀρθῶς ποιήσασθαι.3 ἐπιζητῶν γὰρ ποῖα τῶν ποιούντων ἐν τῷ ποιεῖν ἀντιπάσχει ὑπὸ τῶν πασχόντων, καὶ εἰπὼν ὅτι ὡς ἔχει τὰ κινοῦντα οὕτως ἔχει καὶ τὰ ποιοῦντα, παρήγαγέ τινα ποιοῦντα οὐκ ἐν τῷ κινεῖν ἀντικινούμενα ὑπὸ τῶν κινουμένων, ἀλλ’ ἁπλῶς κινούμενα καὶ αὐτὰ ἐν τῷ κινεῖν καὶ δεόμενα κινήσεως εἰς τὸ κινῆσαι, οὐ μέντοι ἀντικινούμενα 〈ἐν〉 τῷ κινεῖν· τοιαῦτα γάρ ἐστι πάντα τὰ προσεχῶς κινοῦντα, οἷον τὸ ἔμφυτον θερμὸν ἢ οἱ μύες, ὁμοίως δὲ καὶ ἡ βακτηρία. οὐ τοῦτο δὲ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ ἐν τῷ κινεῖν ἀντικινοῦνται. λέγω οὖν ὅτι εἰ καὶ μὴ πρὸς ἅπαν τὸ παράδειγμα ἔοικεν, ἀλλ’ οὖν τοσοῦτον ἀρκεῖ μόνον, ὅτι ὥσπερ τῶν κινούντων ἔστι τινὰ οὐκ ὄντα ἀκίνητα, οὕτω καὶ τῶν ποιούντων, ὁπότε τὸ τῆς ψυχῆς καὶ σῴζει τὴν ἀναλογίαν· ἡ γὰρ ψυχὴ κινοῦσα ἀντικινεῖται, εἰ καὶ κατὰ συμβεβηκός. ὅλως δὲ ἐπειδὴ ἡ κίνησις οὐχ ὡς γένος εἰς εἴδη διαιρεῖται, ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα (οὐ γὰρ ἐστιν ἐν μιᾷ κατηγορίᾳ ἀλλ’ ἐν πλείοσιν, οὐκ ἔστι δὲ τῶν κατηγοριῶν γένος), διὰ τοῦτο οὐδ’ ἀπαιτητέον καθόλου ὡς ἔχει ἐπὶ κινήσεως οὕτως ἔχειν καὶ ἐπὶ ποιήσεως, ἀλλ’ ἀρκεῖ καὶ εἰ μέχρι τινὸς σῴζεται ἡ ἀναλογία.

“应当认为,关于施动与受动的说法,与关于被运动与运动的说法是相同的。” 在说明了什么是施动者与受动者——即它们在某方面相似而在某方面不相似——之后,他现在探讨它们相互之间具有怎样的关系,我指的是施动者与受动者,究竟是凡施动者都同时遭受反作用,还是并非如此。因此他说,为了让我们发现这一点,让我们来看运动者与被运动者具有怎样的关系;因为无论它们具有怎样的关系,施动者与受动者也必然具有相同关系。因为运动比施动具有更大的外延;事实上,凡施动者都运动,但并非凡运动者都施动(如果至少施动是引导进入某种形式和变状的话)。在《范畴篇》中已经阐明:凡对某物如同对主词那样被述说的,凡对该述词所说的,也将对其主词被述说。因此,凡属于运动者与被运动者的,也将属于施动者与受动者。而在运动者中,有最初运动者,也有最终即近邻运动者。因此他说,最初运动者在运动时毫不妨碍它是静止不动的,在某些事物上甚至是必然如此的;而最终即近邻运动者,则必然自身被运动着而引起运动。例如灵魂最初运动动物,但并非必然完全不动(因为在运动时它是偶性地被运动的,随着身体一同转移,并且不离开被运动着的身体);然而表象在最初运动欲求机能时保持不动。同样,侮辱在运动愤怒时也保持不动。因为这些在运动时甚至连偶性地都没有被运动。然而近邻运动动物的先天热,以及肌肉,或者如果有任何其他部分近邻地运动整个动物,都是通过自身被运动而引起运动的。既然这些性质属于运动者,并且不是作为属属于它(例如作为对更多且种上有别的事物述说),而是单纯作为实在事物且作为运动者属于它,那么这些性质也会属于施动者。因此,并非凡施动者都遭受反作用,而是最初施动者有时遭受反作用,有时则不。例如医术施动于病者,以及单纯而言诸门知识最初施动于学习者时,它们自身保持不动。但火也最初施动于水,然而它却依然遭受来自水之反作用。相反,近邻施动者则必定也遭受反作用,例如药物施动于病者时也遭受来自病者的反作用,浴场中的空气近邻施动于我们时也遭受来自我们的反作用;简而言之,在施动者中,那些在施动时遭受反作用的,乃是所有在同一质料中成立者。正因如此,知识(例如医术)不遭受来自病者的反作用,而药物则遭受反作用,因为知识在灵魂中拥有其存在,而疾病则存在于赋有生命的身体中,且[身体]对药物发生反作用,因为作为最初主体的质料对于一切物体而言是共同的。 然而,他似乎未能正确地作出运动者与施动者的比较。因为当他探究施动者中哪些在施动时承受来自受动者的反作用,并说运动者如何施动者亦如何时,他列举了一些在运动中并未被被运动者反向运动的施动者,而只是在运动时自身单纯地被运动且需要运动以便引起运动,然而绝非在运动中被反向运动;因为所有近邻运动者都是如此,例如先天热或肌肉,同样还有拐杖。但这并非所探求的问题,所探求的乃是它们在运动时是否被反向运动。对此我回答说:即便这一例子并未在所有方面都相符,但仅仅认识到这一点便已足够,即正如运动者中有些并非不动,施动者中亦是如此,况且灵魂的例子甚至保持了这种类比;因为灵魂在运动时确实被反向运动,即使仅仅是偶性地。总而言之,既然运动不是作为属被划分为各个种,而是作为同名异义词被划分为不同的含义(因为它并非只处于单一范畴中而是处于多个范畴中,而范畴并不存在单一的属),正因如此,人们绝不应要求在运动上的情况必须全盘适用于施动,只要类比在一定程度上得以保全,便已足够了。

语法注3 条
  1. 1.208εἴ γε ποιεῖν ἐστι τὸ εἰς εἶδός τι καὶ πάθος ἄγειν

    连词 εἴ γε(“如果至少……”)引导一个限制性的前提,用来支撑前述论断“并非凡运动者都施动”(οὐ πᾶν δὲ τὸ κινοῦν ποιεῖ)。此处将“施动”(ποιεῖν)界定为导入某种形式或变状的狭义活动,从而与涵盖位移、增减等广义运动的“运动”(κινεῖν)形成外延上的层级区别。

  2. 1.208ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται

    该句式化用了亚里士多德《范畴篇》1b10–12的公理。第一个关系从句 ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου 设定了前提条件(“当某些事物就一主词被述说时”),紧随其后的第二个关系从句 ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται 则充当主语从句(“凡对该述词所说的”),由主句的指示代词 ταῦτα 承接。与格 τούτῳ 受分词 ὑποκειμένου 支配并回指述词(τοῦ κατηγορουμένου),意为“作为此述词之主体的主词”。

  3. 1.208Δοκεῖ δὲ τὴν παραβολὴν τῶν κινούντων πρὸς τὰ ποιοῦντα μὴ ὀρθῶς ποιήσασθαι

    无人称动词 δοκεῖ(“似乎”)后接宾格加不定词结构(τὴν παραβολὴν ... ποιήσασθαι)。不定词的逻辑主语虽未显现,但在注解语境中显然指亚里士多德(“他[亚里士多德]似乎未能正确地作出比较”)。随后的分词 ἐπιζητῶν、εἰπών 以及限定动词 παρήγαγε 的主语亦均为亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:150.1-151.24