← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§148.12-149.31

相反者在种上的转变与质料的适宜性

斐洛庞努斯解释说相反者的相互转变是在种上而非数目上的转变,并根据质料的适宜性以及生成中相反性的必然性,论证了为何并非凡物都能无中介地向任何事物转变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.207#3

ὅλως γὰρ ἡ μεταβολὴ τὸ αὐτὸ κατ’ ἀριθμὸν εἶναι οὐ συγχωρεῖ, οὐδὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πράγματι. οὐ γὰρ δὴ ἡ αὐτή ἐστι κατ’ ἀριθμὸν λευκότης ἡ πρὸ τῆς ἡλιοκαΐας τῇ μετὰ τὴν ἡλιοκαΐαν, οὐδὲ ἡ ὑγίεια ἡ πρὸ τῆς νόσου τῇ μετὰ τὴν νόσον. δέδεικται δὲ τοῦτο ἐν ἑτέροις. εἰ τοίνυν οὐδὲ ἐν τῷ αὐτῷ ἀτόμῳ μίαν εἶναι καὶ τὴν αὐτὴν λευκότητα δυνατόν, τὴν πρὸ τῆς εἰς τὸ μέλαν μεταβολῆς καὶ τὴν ἐκ τοῦ μέλανος, πόσῳ μᾶλλον τὸ ἐν τῷ ψιμυθίῳ λευκὸν εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν οὐκ ἂν μεταβάλλοι τὸ ἐν ἐβένῳ·1 ἀλλὰ μεταβάλλει τὸ ἐναντίον κατ’ εἶδος τὸ λευκὸν εἰς τὸ μέλαν, οὐχ ἁπλῶς εἰς τόδε τὸ μέλαν, ἀλλ’ ἁπλῶς εἰς μέλαν. ὅσα μὲν οὖν τῶν ἐναντίων τὴν δραστήριον ἔχει δύναμιν, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα πάσχοντα ὑπ’ ἀλλήλων καὶ μεταβάλλοντα, εἰς τὸ αὐτὸ προσεχῶς εἶδος μεταβάλλει, οἷον ὅταν πάσχῃ τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, πάσχει δὲ δηλονότι κατὰ γένεσιν καὶ φθοράν, μεταβάλλει προσεχῶς εἰς τὸ αὐτὸ θερμὸν [ὕδωρ] οἷον ἦν καὶ τὸ ποιῆσαν, οἷον τὸ πύριον. ὅταν δὲ μηδέπω φθείρηται, ἀλλ’ οἷον ἀλλοιῶται, ὁδεῦον ἐπὶ τὴν φθορὰν τὸ ὕδωρ θερμαινόμενον, τότε εἰς τὸ αὐτὸ εἶδος τοῦ θερμοῦ μεταβάλλει, οὐχ ἁπλῶς τὸ προσεχὲς καὶ οἷον τὸ ποιοῦν, ἀλλὰ τὸ ἐν πλάτει τοῦ θερμοῦ εἶδος θεωρούμενον.2 ἴσως δὲ οὐδ’ ὅταν φθείρηται τὸ ὕδωρ, προσεχῶς εἰς τὸ αὐτὸ κατ’ εἶδος τῷ ποιοῦντι εἶδος μεταβάλλει. πρῶτον γὰρ ἐξαεροῦται καὶ εἰς ἑτέραν καὶ οὐ τὴν πυρίαν θερμότητα μετέβαλλεν· ὁ δὲ ἀήρ, ἐὰν ἄρα, ἤτοι τὸ ἐν τῷ ἀέρι ψυχρόν, προσεχῶς εἰς τὸ ἐν τῷ πυρὶ θερμὸν μεταβάλλει. τῶν δὲ μὴ τὴν δραστήριον δύναμιν ἐχόντων ἐναντίων, οἷον τοῦ λευκοῦ ἢ τοῦ μέλανος, εἰ μὲν ἀχώριστα εἴη, οἷον ὥσπερ τοῦ ψιμυθίου ἡ λευκότης καὶ τῆς πίττης τὸ μέλαν, μεταβάλλει ταῦτα εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν γενέσει καὶ τῇ φθορᾷ (γένοιτο γὰρ ἂν τὸ ἐν ψιμυθίῳ λευκὸν μέλαν, φθαρέντος τοῦ ψιμυθίου· γένοιτο γὰρ ἂν ἔβενος τυχὸν ἢ πίττα ἤ τι τοιοῦτον)· εἰ δὲ χωριστὰ εἴη, μεταβάλλει πάλιν εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν πλάτει· γένοιτο γὰρ ἂν τὸ λευκὸν σῶμα μέλαν, οὐ μέντοι τόδε τὸ μέλαν, οἷον τὸ ἐν ἐβένῳ, ἐπειδὴ μηδὲ πάσχει ἐξ αὐτοῦ, ἀλλ’ ἁπλῶς μέλαν. οὕτως οὖν ἀληθὲς τὸ τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. ἄλλως τε καὶ ἡ τῆς ὕλης παχύτης κώλυμα γίνεται πολλάκις τῆς μεταβολῆς· τὸ γὰρ ἐν τῷ θολῷ τῆς σηπίας μέλαν ἐπικρατήσει πολλάκις τῆς ἐν γάλακτι λευκότητος, τὸ δὲ ἐν ἐβένῳ οὐκέτι. δεῖ οὖν πρὸς τὴν μεταβολὴν τῶν ἐναντίων καὶ τὴν ὕλην ἐπιτηδείαν εἶναι πρὸς τὸ ποιεῖν τε καὶ πάσχειν. Ἀλλ’ ἐρεῖ τις· εἰ τῷ δύνασθαι φθαρὲν τὸ μέλαν σῶμα ποιεῖν ἕτερον τὸ λευκὸν σῶμα,3 οὕτω φῂς τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, τί μᾶλλον τὰ ἐναντία μεταβάλλειν λέγοιτ’ ἂν εἰς ἄλληλα ἢ ἁπλῶς πᾶν εἰς πᾶν μεταβάλλειν, διότι ἐκ παντὸς φθαρέντος δύναται πάντως ἄλλ’ ὁτιοῦν γενέσθαι; φημὶ οὖν πρὸς τοῦτο, ὅτι εἴρηται ἐν τῇ Φυσικῇ ὅτι ἡ γένεσις πάντως ἐξ ἐναντίου εἰς ἐναντίον ἐστί. κἂν γὰρ λέγωμεν ἐκ τῆς στερήσεως γίνεσθαι τὰ γινόμενα, πάντως ἐστὶν ἐν τῇ στερήσει τι ἐναντίον εἶδος τῷ ἐσομένῳ ἐξ οὗ ἡ μεταβολὴ γίνεται, εἰ καὶ ἀνώνυμον τοῦτό ἐστι καὶ ἄγνωστον· οὐ γὰρ ἂν ἦν μεταβολή, εἰ μὴ ἦν τις πάντως ἐναντιότης τοῦ ἐξ οὗ καὶ τοῦ εἰς ὅ. ὥστε εἰ πάντως πᾶσα γένεσις ἐξ ἐναντίου, ἀδύνατον ἀμέσως ἐκ παντὸς πᾶν γενέσθαι· οὐ γὰρ ἂν γένοιτο ἀμέσως ἐκ γῆς ὄστρακον, ἀλλὰ δεῖ πρότερον τοιῶσδε κραθῆναι καὶ σχεῖν πρὸς τὸ γενησόμενον εἶδος ἐναντιότητά τινα, ἵνα οὕτω τὸ ποιητικὸν μεταβάλλῃ τὸ ἐναντίον εἰς τὸ ἐναντίον. οὕτως οὖν κἂν πᾶν μεταβάλλῃ διὰ τὴν κοινὴν καὶ πρώτην ὕλην τὴν πάντων τῶν εἰδῶν δεκτικήν, ἀλλὰ πρότερον ἴσχει τινὰ κρᾶσιν ἐναντίωσίν τινα πρὸς τὸ γενησόμενον εἶδος ἔχουσαν, καὶ οὕτως ἐπιτηδείαν οὖσαν εἰς τὸ μεταβαλεῖν εἰς τὸ ἐναντίον.

因为总的来说,变化甚至在同一事物中也不允许数目上的同一。事实上,日晒前的白与日晒后的[白]在数目上并不是同一的,疾病前的健康与疾病后的[健康]也不是[同一的]。而这一点在其他著作中已被证明。因此,如果在同一个体中,黑化之前的白与自黑[变化之后]的白都绝不可能单一且同一,那么铅白中的白绝不会转变成乌木中数目相同的黑,岂不是更加理所当然吗!毋宁说,在种上作为相反者的白向黑转变,并非单纯地向这特定的黑[转变],而是单纯地向黑[转变]。因此,在具有主动力能的相反者中,如冷与热,当它们相互承受作用并转变时,它们近邻地向同一的种转变。例如当水承受火的作用时(显然是通过生成与消灭而承受作用的),它近邻地转变成如同施动者那样的同一热度,如火的热度。但当水尚未消灭,而可以说是发生质变、在被加热的过程中走向消灭时,它那时便向热的同一之种转变,并非单纯是近邻的且如同施动者那样的[种],而是在幅度中被考察的热之种。然而也许即便水消灭时,它也并非近邻地向与施动者在种上同一的种转变。因为首先它被汽化并转变成另一种热而非火的热;然后如果确实如此的话,空气——即空气中的冷——才近邻地向火中的热转变。但在不具有主动力能的相反者中,如白或黑,如果它们是不可分离的,例如铅白的白与沥青的黑,它们便在生成与消灭中向种上的相反者转变(因为铅白消灭之后,铅白中的白便可能变成黑;因为也许会变成乌木或沥青或诸如此类的东西);而如果它们是可分离的,它们则再次向幅度内的种上相反者转变。因为白色的物体可以变成黑的,但绝不是乌木中的这特定的黑,因为它甚至未承受它的作用,而是单纯地变成黑。因此在这一意义上,相反者相互转变是真实的。此外,质料的粗厚也往往成为转变的阻碍;因为墨鱼汁中的黑常常能压倒乳汁中的白,而乌木中的[黑]却不再能如此。因此,为了相反者的转变,质料对于施动与受动也必须是适宜的。 但有人会说:如果因为消灭了的黑色物体能够产生另一个白色物体,你便以此声称相反者相互转变,那么既然从任何被消灭的事物中都完全能够生成任何其他事物,为什么说相反者相互转变,而不单纯地说凡物都向凡物转变呢?对此我回答说:在《自然学》中已被阐明,生成完全是从相反者向相反者进行的。因为即使我们说生成之物是从缺乏中生成的,在缺乏中也必定存在某种与将要形成的种相反的种,变化正是从其发生的,即使这个种是无名的且未知的;因为如果起点与终点之间并非完全具有某种相反性,变化便根本不会存在。因此,如果所有生成都完全是从相反者而来的,那么凡物直接从凡物生成就是不可能的;因为陶器绝不会直接从泥土中生成,而是必须先经过如此这般的混合,并对将要生成的种具有某种相反性,以便施动者能够由此将相反者转变成相反者。因此照这样看,即使由于能接受所有形式的共同第一质料,凡物都可以转变,但它首先获得对将要生成的种具有某种相反性、并由此适宜于向相反者转变的某种混合。

语法注3 条
  1. 1.207πόσῳ μᾶλλον τὸ ἐν τῷ ψιμυθίῳ λευκὸν εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν οὐκ ἂν μεταβάλλοι τὸ ἐν ἐβένῳ

    πόσῳ μᾶλλον ... οὐκ ἂν μεταβάλλοι 是引出由小推大(a fortiori)的反诘/强化句式。句末的 τὸ ἐν ἐβένῳ 构成倒置与离隔(hyperbaton),作为同位语或限定语修饰介词短语 εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν。

  2. 1.207τὸ ἐν πλάτει τοῦ θερμοῦ εἶδος θεωρούμενον

    短语 ἐν πλάτει 表示“在幅宽/容许范围之内”。与前面的 προσεχές(严格的近邻之种)形成对比,指的是并非严格固定强度、而是在具有连续幅度与等级的广度中被考察的热之种。

  3. 1.207εἰ τῷ δύνασθαι φθαρὲν τὸ μέλαν σῶμα ποιεῖν ἕτερον τὸ λευκὸν σῶμα

    带冠词不定式与格 τῷ δύνασθαι 表原因(“因……能够”)。φθαρὲν τὸ μέλαν σῶμα 作为语义主语,而 ἕτερον τὸ λευκὸν σῶμα 是其统辖的不定式 ποιεῖν 的直接宾语(“产生另一个白色物体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:148.12-149.31